1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

28

ἀνάβλεψον εἰς τὸν οὐρανὸν, εἰπὲ κατὰ διάνοιαν· Ἐλέησόν με, ὁ Θεὸς, καὶ ἀπήρτισταί σου ἡ εὐχή. Ὁ γὰρ εἰπὼν, Ἐλέησον, ἐξομολόγησιν ἐπεδείξατο, καὶ τῶν οἰκείων ἁμαρτημάτων ἐπέγνω· τῶν γὰρ ἡμαρτηκότων ἐστὶ τὸ ἐλεεῖσθαι. Ὁ εἰπὼν, Ἐλέησόν με, συγχώρησιν ἔλαβε τῶν πεπλημμελημένων· ὁ γὰρ ἐλεηθεὶς οὐ κολάζεται. Ὁ εἰπὼν, Ἐλέησόν με, βασιλείας ἔτυχεν οὐρανῶν· ὃν γὰρ ὁ Θεὸς ἐλεήσει, οὐ κολάσεως ἀπαλλάττει μόνον, ἀλλὰ καὶ τῶν μελλόντων ἀγαθῶν ἀξιοῖ. Μὴ τοίνυν προφασιζώμεθα λέγοντες, ὡς οὐκ ἔστι πλησίον εὐκτήριος οἶκος· ἡμᾶς γὰρ αὐτοὺς, ἐὰν νήφωμεν, ναοὺς ἐποίησε τοῦ Θεοῦ τοῦ Πνεύματος ἡ χάρις, ὥστε πολλὴ πάντοθεν ἡμῖν ἡ εὐκολία. Καὶ γὰρ οὐ τοιαύτη ἡμῶν ἡ λατρεία, οἵα παρὰ Ἰουδαίοις τὸ πρότερον ἦν, πολὺ τὸ αἰσθητὸν ἔχουσα, καὶ πολλῆς δεομένη πραγματείας. Ἐκεῖ μὲν γὰρ τὸν εὐχόμενον καὶ εἰς τὸ ἱερὸν ἀναβῆναι ἔδει, καὶ τρυγόνα πρίασθαι, καὶ ξύλα καὶ πῦρ μεταχειρίσαι, καὶ μάχαιραν λαβεῖν, καὶ τῷ βωμῷ παραστῆναι, καὶ πολλὰ ἕτερα διανύσαι ἐπιτάγματα· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλ' ὅπουπερ ἂν ᾖς, τὸ θυσιαστήριον ἔχεις μετὰ σαυτοῦ, καὶ τὴν μάχαιραν, καὶ τὸ ἱερεῖον, αὐτὸς ὢν σὺ καὶ ἱερεὺς, καὶ θυσιαστήριον, καὶ ἱερεῖον. Ὅπου γὰρ ἂν ᾖς, δύνασαι στῆσαι τὸν βωμὸν, προαίρεσιν νήφουσαν ἐπιδειξάμενος μόνον, καὶ οὐδὲν κωλύει τόπος, οὐδὲ ἐμποδίζει καιρὸς, ἀλλὰ κἂν γόνατα μὴ κλίνῃς, κἂν μὴ στῆθος τύψῃ, καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνῃς, διά 54.668 νοιαν δὲ μόνον ἐπιδείξῃς θερμὴν, τὸ πᾶν ἀπήρτισας τῆς εὐχῆς. Ἔξεστι καὶ γυναῖκα ἠλακάτην κατέχουσαν, καὶ ἱστουργοῦσαν ἀναβλέψαι εἰς τὸν οὐρανὸν τῇ διανοίᾳ, καὶ καλέσαι μετὰ θερμότητος τὸν Θεόν· ἔξεστι καὶ ἄνθρωπον εἰς ἀγορὰν ἐμβάλλοντα, καὶ καθ' ἑαυτὸν βαδίζοντα εὐχὰς ποιεῖσθαι ἐκτενεῖς· καὶ ἕτερον ἐπ' ἐργαστηρίου καθήμενον καὶ δέρματα ῥάπτοντα, τὴν ψυχὴν ἀναθεῖναι πρὸς τὸν ∆εσπότην· ἔξεστιν οἰκέτῃ, καὶ ὠνουμένῳ, καὶ ἀναβαίνοντι καὶ καταβαίνοντι, καὶ μαγειρείῳ παρεστῶτι, ὅταν μὴ δυνατὸν εἰς ἐκκλησίαν ἐλθεῖν, εὐχὴν ποιεῖσθαι ἐκτενῆ καὶ διεγηγερμένην. Οὐκ ἐπαισχύνεται τόπον ὁ Θεός· ἓν ζητεῖ μόνον, διάνοιαν θερμὴν, καὶ ψυχὴν σωφρονοῦσαν. Καὶ ἵνα μάθῃς, ὅτι οὐ σχήματος χρεία καὶ τόπων πάντως καὶ καιρῶν, ἀλλὰ φρονήματος γενναίου καὶ διεγηγερμένου, ὁ Παῦλος ὕπτιος ἐπὶ τοῦ δεσμωτηρίου κείμενος, καὶ οὐκ ὀρθὸς ἑστὼς οὐ γὰρ ἠφίει τὸ ξύλον, ᾧ τοὺς πόδας ἐδέδετο, ἐπειδὴ μετὰ προθυμίας ηὔξατο κείμενος, τὸ δεσμωτήριον ἔσεισε, καὶ τὰ θεμέλια διεσάλευσε, καὶ τὸν δεσμοφύλακα ἔδησε, καὶ πρὸς τὴν ἱερὰν μετὰ ταῦτα μυσταγωγίαν ἐχειραγώγησε. Πάλιν ὁ Ἐζεκίας οὐκ ὀρθὸς ἑστὼς, οὐδὲ γόνατα κλίνας, ἀλλ' ὕπτιος ἐπὶ τῆς κλίνης κείμενος διὰ τὴν ἀῤῥωστίαν, στρέψας ἑαυτὸν ἐπὶ τὸν τοῖχον, ἐπειδὴ τὸν Θεὸν θερμῶς ἐκάλεσε καὶ μετὰ ψυχῆς σωφρονούσης, καὶ ἀπόφασιν ἐξενεχθεῖσαν ἀνεκαλέσατο, καὶ πολλὴν ἐπεσπάσατο τὴν εὔνοιαν, καὶ πρὸς τὴν προτέραν ἐπανῆλθε ὑγείαν. Οὐκ ἐπ' ἀνδρῶν δὲ ἁγίων καὶ μεγάλων μόνον, ἀλλὰ καὶ ἐπὶ πονηρῶν τοῦτο ἴδοι τις ἂν συμβαῖνον. Καὶ γὰρ ὁ λῃστὴς, οὐκ ἐν οἴκῳ στὰς εὐκτηρίῳ, οὐδὲ γόνατα κλίνας, ἀλλ' ἐπὶ τοῦ σταυροῦ τεταμένος, ἀπὸ ῥημάτων ὀλίγων τῆς βασιλείας τῶν οὐρανῶν ἐπέτυχεν· ἄλλος ἐν βορβόρῳ καὶ λάκκῳ, ἄλλος ἐν λάκκῳ καὶ θηρίοις, ἕτερος ἐν αὐτῇ τοῦ κήτους τῇ νηδύϊ, τὸν Θεὸν παρακαλέσαντες, τὰ ἐπικείμενα ἅπαντα διέλυσαν, καὶ τὴν ἄνωθεν εὔνοιαν ἐπεσπάσαντο. Καὶ ταῦτα μὲν λέγων, παραινῶ συνεχῶς ταῖς ἐκκλησίαις ἐπιχωριάζειν, καὶ ἐν οἰκίᾳ μετὰ πολλῆς ἡσυχίας εὔχεσθαι, καὶ κατὰ σχολὴν γόνατα κλίνοντας, καὶ τὰς χεῖρας ἀνατείνοντας· εἰ δὲ ἢ διὰ καιρὸν, ἢ διὰ τόπον ἀποληφθείημεν μεταξὺ πολλῶν ἑτέρων, μὴ διὰ τοῦτο τὰς συνήθεις ἀπολιμπάνειν εὐχὰς, ἀλλὰ τοῦτον τὸν τρόπον, ὅνπερ εἶπον πρὸς τὴν ὑμετέραν ἀγάπην, εὔχεσθε καὶ παρακαλεῖτε τὸν Θεὸν, ὡς οὐδὲν ἔλαττον παρὰ ταύτην ἕξοντες τὴν εὐχήν. Ταῦτα εἶπον, οὐχ ἵνα κροτήσητε καὶ θαυμάσητε, ἀλλ' ἵνα διὰ τῶν ἔργων αὐτὰ ἐπιδείξησθε, καὶ τὸν καιρὸν τὸν τῆς νυκτὸς καὶ τὸν τῆς ἡμέρας, καὶ τὸν τῆς ἐργασίας καιρὸν ἐν εὐχαῖς καὶ δεήσεσι διαλαμβάνοντες. Ἂν οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, καὶ τὸν