29
κηρύγματος τοῦ δηλητηρίου ἰοῦ ἀλεξητήριον ἑαυτῷ πάντα νουνεχῆ κατασκευάσαι, καταγνόντα τῆς συρφετώδους αὐτῶν διδασκαλίας τε καὶ λαλιᾶς, καὶ μάλιστα τοῦ κυρίου εὐθὺς λέγοντος ἔν τε τῷ νόμῳ καὶ ἐν τῷ εὐαγγελίῳ «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι» «οὐ λήψῃ ὄνομά τινος ἑτέρου ἐπὶ ὅρκῳ», καὶ πάλιν ἐν τῷ εὐαγγελίῳ λέγοντος «μὴ ὀμνύναι μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἕτερόν τινα ὅρκον, ἀλλ' ἤτω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ· τὸ περισσότερον γὰρ τούτων ἐκ τοῦ πονηροῦ ὑπάρχει». ἐγὼ δὲ περὶ τούτου νομίζω θεσπίσαι τὸν κύριον διὰ τὸ μέλλειν τινὰς λέγειν ἐν ἄλλοις ὀνόμασιν ὅρκον προβάλλεσθαι· πρῶτον μὲν οὖν ὅτι οὐ δεῖ ὀμνύναι οὔτε αὐτὸν τὸν κύριον οὔτε ἄλλον τινὰ ὅρκον· ἐκ τοῦ γὰρ πονηροῦ ἐστι τὸ ὀμνύναι. πονηρὸς δὲ ἄρα καὶ ὁ ἐν τῷ Ἠλξαῒ λαλήσας, ὁ καταναγκάσας οὐ μόνον ἐν θεῷ ὀμνύναι, ἀλλὰ καὶ ἐν ἁλὶ καὶ ἐν ὕδατι καὶ ἐν ἄρτῳ 1.224 καὶ ἐν αἰθέρι καὶ ἐν ἀνέμῳ καὶ ἐν τῇ γῇ καὶ ἐν οὐρανῷ. ἀρκετὸν δὲ ὡς ἐν παρόδῳ διὰ τῶν δύο λόγων πρὸς ἀντίθεσιν τῆς αὐτοῦ πλάνης ἀντιδότῳ χρήσασθαι τὸν βουλόμενον ἰατρευθῆναι. παρελθὼν δὲ τούτου τὴν ἐρεσχελίαν καὶ τὸ ὕπουλον ταύτης τῆς αἱρέσεως ἐφεξῆς ποιήσομαι τῆς ἑβδόμης αἱρέσεως τὸν ἔλεγχον, τῆς παρὰ τοῖς αὐτοῖς τότε νομιτευομένης. καὶ ἔστιν αὕτη· Κατὰ Ἡρῳδιανῶν, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως ˉζ, τῆς δὲ ἀκολουθίας ˉκ. 1. Μετὰ ταύτην δὲ καὶ μετὰ ταύτας πάλιν ἑβδόμη ἦν Ἡρῳδιανῶν καλουμένη. οὐδὲν δὲ ἔσχον τι παρηλλαγμένον οὗτοι, ἀλλὰ ὅλοι Ἰουδαῖοι ἦσαν ἀργοί τε καὶ ὑποκριταί. Ἡρῴδην δὲ οὗτοι ἡγοῦντο Χριστόν, Χριστὸν τὸν ἐν πάσαις γραφαῖς νόμου τε καὶ προφητῶν προσδοκώμενον νομίσαντες αὐτὸν εἶναι τὸν Ἡρῴδην, καὶ ἐπ' αὐτῷ ἀπατώμενοι ἐσεμνύνοντο τῷ Ἡρῴδῃ, ἐκ τοῦ ῥητοῦ συναρπασθέντες μετὰ τοῦ καὶ εἰς χάριν τοῦ τότε βασιλέως κενοδοξῆσαι τοῦ εἰρημένου «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὔτε ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται» ἢ ὡς ἔχει τὰ ἄλλα ἀντίγραφα «ἕως ἔλθῃ ᾧ τὰ ἀποκείμενα»· ἐπειδήπερ ὁ Ἡρῴδης υἱὸς Ἀντιπάτρου ἐτύγχανεν Ἀσκαλωνίτου τινὸς ἱεροδούλου Ἀπόλλωνος τοῦ εἰδώλου· οὗ ὁ πατὴρ τοῦ αὐτοῦ Ἀντιπάτρου Ἡρῴδης μὲν ἦν τοὔ1.225 νομα, υἱὸς δὲ ἦν καὶ αὐτὸς Ἀντιπάτρου. αἰχμάλωτος δὲ ἤχθη ὑπὸ Ἰδουμαίων ὁ αὐτὸς Ἀντίπατρος κἀκεῖσε ἐν τῇ Ἰδουμαίᾳ διατρίβωνἐγέννησε τὸν Ἡρῴδην. τοῦ δὲ πατρὸς πένητος ὄντος καὶ μὴ δυναμένου λύτροις ῥύσασθαι τὸν υἱόν, λέγω δὴ τὸν Ἀντίπατρον, ἔμεινε πολλῷ τῷ χρόνῳ δουλεύων· ὕστερον δὲ ἐλυτρώθη ἐξ ἐράνου τῶν πολιτῶν σὺν τῷ παιδίῳ Ἡρῴδῃ καὶ μετῆλθεν εἰς τὰ οἰκεῖα. διόπερ τινὲς αὐτὸν λέγουσιν Ἰδουμαῖον, ἄλλοι δὲ Ἀσκαλωνίτην ἴσασιν. ὕστερον δὲ ἐφιλιώθη † ∆ημητρίῳ καὶ ἐπίτροπος κατέστη ἐπὶ τῆς Ἰουδαίας, ἐν γνώσει τε γέγονεν Αὐγούστῳ βασιλεῖ καὶ ἀπὸ τοῦ ἐπιτροπεύειν προσηλυτεύει, περιτέμνεταί τε αὐτὸς καὶ περιτέμνει Ἡρῴδην τὸν υἱόν, εἰς ὃν ἦλθεν ὁ κλῆρος τῆς τῶν Ἰουδαίων βασιλείας· ἦν δὲ βασιλεὺς ἐν τῇ Ἰουδαίᾳ ὑπὸ βασιλέα Αὔγουστον ὑπόσπονδος ὑπάρχων. ἐπὶ οὖν ἐξ ἀλλοφύλων οὗτος βασιλεύει, κατὰ διαδοχὴν δὲ διήρκεσεν ἀπὸ τοῦ Ἰούδα καὶ ἀπὸ τοῦ ∆αυὶδ τὸ βασίλειον καὶ οἱ ἐκ τοῦ Ἰούδα ἄρχοντες καὶ πατριάρχαι ἐξέλιπον, μετέστη δὲ τὸ βασίλειον εἰς ἀλλόφυλον, πιθανὸν ἔδοξεν ἐν τῇ ὑπολήψει τῶν πεπλανημένων τὸ ἀπατηθῆναι καὶ νομίσαι αὐτὸν Χριστὸν εἶναι, ἀπὸ τῆς ἀκολουθίας τοῦ προειρημένου ῥητοῦ τοῦ «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται», ὡς εἶναι τοῦτο οὕτως παρ' αὐτοῖς νοητέον, ὅτι τούτῳ ἀπέκειτο, φησίν· ἐξέλιπον γὰρ ἐκεῖνοι καὶ οὗτος οὐκ ἀπὸ γένους τοῦ Ἰούδα, ἀλλ' οὔτε ὅλως τοῦ Ἰσραὴλ ὑπάρχει· τοιούτῳ δὲ ἀπέκειτο τὸ εἶναι Χριστόν. 1.226 2. ἀλλ' ἐλέγχει αὐτοὺς ἡ ἀκολουθία φάσκουσα ὅτι «αὐτὸς προσδοκία ἐθνῶν καὶ ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν». ποῖον δὲ τῶν ἐθνῶν ἐπὶ Ἡρῴδῃ ἤλπισεν; ποία δὲ