1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

29

παρόντα μετὰ ἀσφαλείας διανύσομεν βίον, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτευξόμεθα· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

54.669 ΛΟΓΟΣ Εʹ. Πρὸς τοὺς ἐν ἑορταῖς μόνον συναγομένους, καὶ τί ποτέ ἐστιν ἑορτή· καὶ πρὸς τοὺς ἐγκαλοῦντας τῇ τοῦ Θεοῦ προνοίᾳ, διὰ τὸ πλουσίους εἶναι καὶ πένητας ἐν τῷ βίῳ· καὶ ὅτι χρησιμώτατον ἡ πενία καὶ ὅτι πλούτου πλείονα ἡδονὴν ἔχει πανταχοῦ καὶ ἀσφάλειαν· καὶ εἰς

τὴν Ἄνναν. αʹ. Μάτην, ὡς ἔοικε, τοὺς τῇ προτέρᾳ συνάξει παραγενομένους ἡμῖν

παρεκαλέσαμεν, πείθοντες μένειν ἐπὶ τῆς οἰκίας τῆς πατρῴας, καὶ μὴ μετὰ τῶν ἐν ἑορτῇ μόνον ἡμῖν φαινομένων ἐφίστασθαι καὶ ἀφίστασθαι πάλιν· μᾶλλον δὲ οὐ μάτην. Εἰ γὰρ καὶ μηδεὶς τούτων ἐπείσθη τοῖς λεγομένοις, ἀλλ' ἡμῖν ὁ μισθὸς ἀπήρτισται, καὶ τὰ τῆς πρὸς τὸν Θεὸν ἀπολογίας πεπλήρωται. ∆ιόπερ τὸν λέγοντα, κἂν προσέχῃ τις, κἂν μὴ προσέχῃ, τὰ σπέρματα χρὴ καταβάλλειν, καὶ τὸ ἀργύριον κατατιθέναι, ἵνα μηκέτι πρὸς αὐτὸν, ἀλλὰ πρὸς τοὺς τραπεζίτας ὁ λόγος ᾖ τῷ Θεῷ. Ὃ δὴ καὶ ἡμεῖς ἐποιήσαμεν, ἐλέγξαντες, ἐπιτιμήσαντες, παρακαλέσαντες, νουθετήσαντες. Καὶ γὰρ τοῦ τὴν οὐσίαν κατεδηδοκότος υἱοῦ, καὶ πρὸς τὴν πατρικὴν οἰκίαν ἐπανελθόντος ἀνεμνήσαμεν, καὶ τὴν ταλαιπωρίαν ἅπασαν, καὶ τὸν λιμὸν, καὶ τὴν αἰσχύνην, καὶ τὰ ὀνείδη καὶ τὰ ἄλλα, ὅσα ἐπὶ τῆς ἀλλοτρίας ὑπέμεινε, προσεθήκαμεν, τῷ παραδείγματι τούτῳ σωφρονεστέρους ποιῆσαι βουλόμενοι καὶ οὐδὲ ἐνταῦθα τὸν λόγον ἐστήσαμεν, ἀλλὰ καὶ τὴν τοῦ πατρὸς φιλοστοργίαν περὶ αὐτοὺς ἐπεδειξάμεθα, οὐκ ἀπαιτήσαντες αὐτοὺς τῆς ῥᾳθυμίας εὐθύνας, ἀλλ' ὑπτίαις τούτους δεξάμενοι ταῖς χερσὶ, καὶ συγγνώμην δόντες ὑπὲρ τῶν πεπλημμελημένων, καὶ τὴν οἰκίαν ἀνοίξαντες, καὶ τὴν τράπεζαν παραθέντες, καὶ στολὴν αὐτοὺς περιβαλόντες τὴν ἀπὸ τῆς διδασκαλίας, καὶ τὴν ἄλλην ἅπασαν παρασχόντες αὐτοῖς θεραπείαν. Ἐκεῖνοι δὲ τὸν υἱὸν ἐκεῖνον οὐκ ἐμιμήσαντο, οὐδὲ κατέγνωσαν τῆς ἔμπροσθεν ἀναχωρήσεως, οὐδὲ ἔμειναν ἐπὶ τῆς πατρῴας οἰκίας, ἀλλ' ἀπεπήδησαν πάλιν. Ὑμέτερον μὲν οὖν εἴη, ὑμῶν τῶν ἀεὶ μεθ' ἡμῶν ὄντων, ἐπαναγαγεῖν αὐτοὺς, καὶ πεῖσαι κοινωνεῖν ἡμῖν τῆς καθ' ἑκάστην σύναξιν ἑορτῆς. Εἰ γὰρ καὶ ἡ Πεντηκοστὴ παρῆλθεν, ἀλλ' ἡ ἑορτὴ οὐ παρῆλθε· πᾶσα γὰρ σύνοδος ἑορτή. Πόθεν δῆλον τοῦτο; Ἀπ' αὐτῶν τῶν τοῦ Χριστοῦ ῥημάτων, δι' ὧν φησιν· Ὅπου ἂν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ὅταν δὲ ὁ Χριστὸς ἐν μέσῳ ᾖ τῶν συνειλεγμένων, ποίαν ἑτέραν ζητεῖς ἀπόδειξιν ἑορτῆς ταύτης μείζονα; Ὅπου διδασκαλία καὶ εὐχαὶ, ὅπου πατέρων εὐλογίαι καὶ θείων νόμων ἀκρόασις, ὅπου σύνοδος ἀδελφῶν καὶ γνησίας ἀγάπης σύνδεσμος, ὅπου πρὸς Θεὸν ὁμιλία, καὶ Θεοῦ πρὸς ἀνθρώπους διάλεξις, πῶς οὐκ ἂν εἴη ἑορτὴ καὶ πανήγυρις; Τὰς γὰρ ἑορτὰς οὐ τὸ πλῆθος, ἀλλ' ἡ ἀρετὴ τῶν συλλεγομένων ποιεῖν εἴωθεν· οὐχ ἡ πολυτέλεια τῶν ἱματίων, ἀλλ' ὁ τῆς εὐλαβείας καλλωπισμός· οὐχ ἡ δαψίλεια τῆς τραπέζης, ἀλλ' ἡ τῆς ψυχῆς πρόνοια. Ἑορτὴ γὰρ μεγίστη, συνειδὸς ἀγαθόν. Καὶ καθάπερ ἐπὶ τῶν ἔξωθεν πανηγύρεων, ὁ μὲν μήτε ἱμάτιον ἔχων περιβαλέσθαι λαμπρὸν, μήτε δαψιλεστέρας ἀπολαῦσαι τραπέζης, ἀλλ' ἐν πενίᾳ καὶ λιμῷ ζῶν καὶ τοῖς ἐσχάτοις κακοῖς, οὐκ 54.670 αἰσθάνεται τοῦ καιροῦ τῆς ἑορτῆς, κἂν πᾶσαν τὴν πόλιν ἴδῃ χορεύουσαν, ἀλλὰ τοσούτῳ μᾶλλον ὀδυνᾶται καὶ δάκνεται, ὅσῳ καὶ τοὺς μὲν ἄλλους ὁρᾷ ἐν ἀπολαύσει, ἑαυτὸν δὲ ἐν ἀπορίᾳ· ὁ δὲ πλουτῶν καὶ τρυφῶν, καὶ στολὰς καθ' ἑκάστην ἀμείβειν ἔχων, καὶ πολλῆς ἀπολαύων εὐημερίας, κἂν μὴ παρῇ