30
προσδοκία ἐθνῶν Ἡρῴδην καραδοκεῖ; πῶς δὲ παρ' αὐτοῖς ἐπληροῦτο τό «ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος λέοντος, τίς ἐξεγερεῖ αὐτόν»; ποῦ δὲ «ἔπλυνεν ἐν αἵματι τὴν στολὴν αὐτοῦ» ὁ Ἡρῴδης ἢ «ἐν αἵματι σταφυλῆς τὸ περιβόλαιον αὐτοῦ», ὡς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ σῶμα αὐτοῦ ῥαντίσας αἵματι τῷ ἰδίῳ καὶ ἐν αἵματι σταφυλῆς τὸ περιβόλαιον αὐτοῦ; ἀλλὰ «νόει ὃ λέγω. δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.» ἵνα γὰρ δείξῃ τὸ καθάρσιον τῆς τοῦ λαοῦ τοῦ κυρίου καταστάσεως, ἦλθεν διὰ τοῦ ἰδίου αἵματος τῆς διδασκαλίας καθᾶραι τοὺς ὀδόντας τῶν ἀνθρώπων τοὺς εἰς αἷμα κνίσης καὶ ἀθεμίτου θυσίας μεμολυσμένους. καὶ τί μοι τὰ πλήθη λέγειν; πολλὰ γάρ ἐστι καὶ οὐκ ἐνδέχεται ὁ χρόνος πρὸς ἀντίθεσιν τῶν προειρημένων αἱρέσεων ἐπιμηκύνειν τὸν λόγον. 3. Ἀλλ' αὗται μὲν αἱ ἑπτὰ ἦσαν ἐν Ἰσραήλ, ἐν τῇ Ἱερουσαλὴμκαὶ ἐν τῇ Ἰουδαίᾳ, αἱ δὲ τέσσαρες αἱ προειρημέναι παρὰ Σαμαρείταις ἐν τῇ Σαμαρείᾳ· αἱ πλείους δὲ καθῃρέθησαν. οὐκέτι γὰρ Γραμματεῖς, οὐκέτι Φαρισαῖοι, οὐκέτι Σαδδουκαῖοι, οὐκέτι Ἡμεροβαπτισταί, οὐκέτι Ἡρῳδιανοί· μόνοι δέ τινες ἐν σπάνει εὑρίσκονται εἴπου εἷς ἢ δύο Νασαρηνοὶ ὑπὲρ τὴν ἄνω Θηβαΐδα καὶ ἐπέκεινα τῆς Ἀραβίας καὶ Ὀσσαίων τὸ λεῖμμα, οὐκέτι ἰουδαΐζον ἀλλὰ συναφθὲν Σαμψίταις τοῖς κατὰ διαδοχὴν ἐν τοῖς πέραν τῆς νεκρᾶς θαλάσσης ὑπερκειμένοις *· νυνὶ δὲ τῇ τῶν Ἐβιωναίων αἱρέσει συνήφθησαν. καὶ γέγονε λῆξαι μὲν αὐτοὺς ἀπὸ Ἰουδαϊσμοῦ, ὥσπερ δὲ ῥίζαν τμηθῆναι ἢ σῶμα ἑρπετοῦ καὶ ἐξ αὐτοῦ φῦναι δικέφαλον καὶ ἄρριζον ὄφιν ἐν ἑνὶ σώματι ἡμιτόμῳ ἐκπεφυκότα καὶ ἐξηρτημένον. 1.227 Ἕως ὧδε ἡ περὶ τῶν τεσσάρων αἱρέσεων τῶν Σαμαρειτῶν διαλογὴ καὶ τῶν ἑπτὰ τῶν Ἰουδαίων, ἐξ ὧν οὐκέτι φέρονται ἀλλ' ἢ τρεῖς μόναι τῶν Σαμαρειτῶν, λέγω δὴ ἡ Γοροθηνῶν τε καὶ ∆οσιθέων καὶ Σεβουαίων, Ἐσσηνῶν δὲ οὐ πάνυ, ἀλλ' ὡς ἐν σκότῳ τεθαμμένων· παρὰ δὲ τοῖς Ἰουδαίοις οὐκέτι ἀλλ' ἢ Ὀσσαίων καὶ Νασαραίων ὀλίγοι ἀφωρισμένοι. Ὀσσαῖοι δὲ μετέστησαν ἀπὸ Ἰουδαϊσμοῦ εἰς τὴν τῶν Σαμψαίων αἵρεσιν, οἵτινες οὐκέτι οὔτε Ἰουδαῖοι ὑπάρχουσιν οὔτε Χριστιανοί. ταῦτά μοι περὶ τῶν προειρημένων ἕως ὧδε ἐχέτω.
Ἐνδημία Χριστοῦ καὶ ἐνσάρκου παρουσίας καὶ ἀληθείας πρόσωπον· ἡ μία
καὶ μόνη οὖσα τοῦ θεοῦ πίστις. 1. Εὐθὺς δὲ ἐπεδήμησεν κατὰ πόδας ἡ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔνσαρκος παρουσία, ἥτις κατέλαβε τὰς προειρημένας ἑπτὰ αἱρέσεις ἐν Ἱεροσολύμοις. ἔσβεσε δὲ ταύτας ἡ αὐτοῦ δύναμις καὶ διεσκέδασε. λοιπὸν δὲ μετὰ τὴν αὐτοῦ ἐπιδημίαν αἱ μετέπειτα πᾶσαι γεγόνασιν αἱρέσεις, λέγω δὴ μετὰ τὸ εὐαγγελισθῆναι Μαριὰμ ἐν Ναζαρὲτ διὰ τοῦ Γαβριὴλ καὶ μετὰ πᾶσαν ἁπλῶς τὴν ἔνσαρκον τοῦ κυρίου παρουσίαν εἴτουν ἀνάληψιν. ηὐδόκησε γὰρ ὁ θεὸς πρὸς σωτηρίαν τῶν ἀνθρώπων τὸν ἴδιον υἱὸν κατελθόντα ἐν μήτρᾳ παρθενικῇ συλληφθῆναι, Λόγον ὄντα ἀπ' οὐρανοῦ, ἐκ κόλπων πατρῴων γεγεννημένον ἀχρόνως καὶ ἀνάρχως, ἐλθόντα δὲ ἐπ' ἐσχάτων τῶν ἡμερῶν, θεὸν Λόγον ὄντα ἐκ θεοῦ πατρὸς ἀληθινῶς γεγεννημένον, ὁμοούσιον ὄντα τῷ πατρὶ καὶ οὐδὲν παρὰ τὸν πατέρα ἠλλοιωμένον, ἀλλὰ ἄτρεπτον ὄντα καὶ ἀναλλοίωτον, ἀπαθῆ τε καὶ ὅλως μὴ πάσχοντα, συμπάσχοντα δὲ τῷ ἡμετέρῳ γένει, κατελθόντα 1.228 ἀπ' οὐρανοῦ, ἐγκυμονηθέντα οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ διὰ πνεύματος ἁγίου, ἀληθινῶς σῶμα ἀπὸ Μαρίας ἐσχηκότα, ἀναπλάσαντα ἑαυτῷ τὴν σάρκα ἀπὸ τῆς μήτρας τῆς ἁγίας παρθένου καὶ ψυχὴν τὴν ἀνθρωπείαν εἰληφότα καὶ νοῦν καὶ πᾶν εἴ τί ἐστιν ἄνθρωπος χωρὶς ἁμαρτίας εἰς ἑαυτὸν τῇ ἑαυτοῦ θεότητι συνενώσαντα, γεγεννημένον τε ἐν Βηθλεέμ, περιτμηθέντα ἐν τῷ σπηλαίῳ, προσενεχθέντα ἐν Ἱεροσολύμοις,