1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

30

καιρὸς ἑορτῆς, ἑορτάζειν νομίζει· οὕτω δὴ καὶ ἐπὶ τῶν πνευματικῶν πραγμάτων, ὁ μὲν ἐν δικαιοσύνῃ ζῶν καὶ κατορθώμασι, κἂν μὴ παρούσης ἑορτῆς, ἑορτὴν ἄγει, τὴν καθαρὰν ἡδονὴν καρπούμενος τὴν ἀπὸ τοῦ συνειδότος· ὁ δὲ ἐν ἁμαρτίᾳ καὶ πονηρίᾳ καὶ τρεφόμενος, καὶ πολλὰ κακὰ συνειδὼς ἑαυτῷ, καὶ παρούσης ἑορτῆς, ἀνέορτος μάλιστα πάντων ἐστίν. Ὥστε ἔξεστιν ἡμῖν, ἂν ἐθέλωμεν, καθ' ἑκάστην ἡμέραν ἑορτὴν ἄγειν, ἂν ἀρετῆς ἐπιμελώμεθα, καὶ τὸ συνειδὸς ἡμῶν ἐκκαθαίρωμεν. Τί γὰρ ἡ παρελθοῦσα σύναξις τῆς παρούσης πλεονεκτεῖ; ἢ οὐχὶ τῷ θορύβῳ καὶ τῇ ταραχῇ μόνον, ἄλλῳ δὲ οὐδενί; Ὅταν γὰρ καὶ ἡ τῶν ἁγίων μυστηρίων ἀπόλαυσις, καὶ ἡ τῶν ἄλλων τῶν πνευματικῶν κοινωνία, οἷον εὐχῆς λέγω, καὶ ἀκροάσεως, καὶ εὐλογιῶν, καὶ ἀγάπης, καὶ τῶν ἄλλων ἁπάντων, ἡ αὐτὴ καὶ σήμερον ᾖ, οὐδὲν ἔσται ἐλάττων ἐκείνης αὕτη ἡ ἡμέρα, οὔτε ὑμῖν, οὔτε ἐμοὶ τῷ λέγοντι. Οἱ γὰρ τότε ἡμῶν ἀκούσαντες, οὗτοι καὶ νῦν ἀκούσονται· οἱ δὲ μὴ παρόντες νῦν, οὐδὲ τότε παρῆσαν, εἰ καὶ ἐδόκουν παρεῖναι τῷ σώματι· οὐκ ἀκούουσι νῦν· μᾶλλον δὲ οὐδὲ τότε ἤκουον· οὐ μόνον δὲ οὐκ ἤκουον, ἀλλὰ καὶ τοῖς ἀκούουσιν ἠνώχλουν, θόρυβον καὶ ταραχὴν ἐμποιοῦντες. Ὥστε ἴσον ἐμοὶ τὸ θέατρον καὶ τότε καὶ νῦν, καὶ ὁ τῶν ἀκροατῶν σύλλογος, ὁ αὐτὸς, καὶ οὐδὲν οὗτος ἐλάττων ἐκείνου. Ἀλλ', εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, ἔχει τι πλέον οὗτος ἐκείνου, ὅσῳ καὶ ἀτάραχος ἡ διάλεξις, καὶ ἀθόρυβος ἡ διδασκαλία, καὶ μετὰ πλείονος συνέσεως ἡ ἀκρόασις, οὐδενὸς ἡμῶν τὴν ἀκοὴν ἐνοχλοῦντος θορύβου. βʹ. Ταῦτα δὲ λέγω, οὐκ ἀτιμάζων τὸ πλῆθος τῶν τότε συλλεγέντων, ἀλλὰ πείθων ὑμᾶς μὴ στυγνάζειν, μηδὲ κατηφιᾷν διὰ τὴν ὀλιγότητα τῶν νῦν συλλεγέντων ἐνταῦθα. Οὐ γὰρ δὴ σωμάτων πλῆθος βουλόμεθα ἐπὶ τῆς ἐκκλησίας ὁρᾷν, ἀλλὰ ἀκροατῶν πλῆθος. Ἐπεὶ οὖν οἱ αὐτοὶ δαιτυμόνες καὶ τότε καὶ νῦν ἡμῖν πάρεισι, μετὰ τῆς αὐτῆς προθυμίας καὶ σήμερον τὴν ἑστίασιν ὑμῖν παραθήσομαι, ἐπὶ τὴν ὑπόθεσιν ἐπανελθὼν, ἣν ὁ τῆς ἑορτῆς καιρὸς διέκοψεν. Ὥσπερ γὰρ τῆς Πεντηκοστῆς παρούσης, ἄκαιρον ἦν, ἀφέντας λέγειν περὶ τῶν δοθέντων ἡμῖν κατ' ἐκεῖνον τὸν καιρὸν ἀγαθῶν, τῆς ἀκολουθίας τῆς προτέρας ἔχεσθαι· οὕτω νῦν τῆς Πεντηκοστῆς παρελθούσης, εἰς καιρὸν τὴν ἀκολουθίαν τῆς ἱστορίας ἀναληψόμεθα, ἐπὶ τῆς κατὰ τὴν Ἄνναν ὑποθέσεως ἐχόμενοι. Οὐδὲ γὰρ εἰ πολλὰ τὰ εἰρημένα χρὴ σκοπεῖν, καὶ ἐν πολλαῖς ἡμέραις, ἀλλ' εἰ πρὸς τὸ τέλος ἤλθομεν τῆς ὑποθέσεως. Καὶ γὰρ οἱ θησαυρὸν εὑρόντες, κἂν μυρία λάβωσιν ἐκεῖθεν χρήματα, οὐ πρότερον ἀφίστανται, ἕως ἂν τὸ πᾶν ἐξαντλήσωσιν· οὐ γὰρ τὸ πολλὰ λαβεῖν, ἀλλὰ τὸ μηδὲν ἀφεῖναι, τοῦτο μάλιστα αὐτοὺς ἀνακτᾶσθαι πέφυκεν. Εἰ δὲ οἱ περὶ τὰ χρήματα μαινόμενοι τοσαύτῃ περὶ τὰ ἀπολλύμενα καὶ μὴ μένοντα κέχρηνται 54.671 τῇ σπουδῇ, πολλῷ μᾶλλον ἡμᾶς ἐπὶ τῶν θείων θησαυρῶν τοῦτο ποιεῖν χρὴ, καὶ μὴ πρότερον ἀφίστασθαι, ἕως ἅπαν τὸ φαινόμενον ἐξαντλήσωμεν. Τὸ φαινόμενον δὲ εἶπον, ἐπειδὴ πάντα ἐξαντλῆσαι ἀμήχανον. Πηγὴ γάρ ἐστι διηνεκῶς βλύζουσα τῶν θείων νοημάτων ἡ δύναμις, οὐδέποτε ἐπιλείπουσα, οὐδὲ δαπανωμένη. Μὴ τοίνυν ἀποκάμωμεν· οὐδὲ γὰρ ὑπὲρ τῶν τυχόντων ἡμῖν ὁ λόγος, ἀλλὰ περὶ εὐχῆς, τῆς ἐλπίδος τῆς ἡμετέρας· εὐχῆς δὲ, δι' ἧς ἡ στεῖρα μήτηρ ἐγένετο, καὶ πολύπαις ἡ ἄπαις, καὶ ἡ κατώδυνος ἐν εὐθυμίᾳ· δι' ἣν ἡ πεπηρωμένη διωρθοῦτο φύσις, καὶ μήτρα ἀποκεκλεισμένη ἀνεῴγνυτο, καὶ τὰ ἀδύνατα δυνατὰ πάντα ἐγίνετο. ∆ιὸ δὴ κατὰ μικρὸν διερευνώμεθα πάντα, καθ' ἑκάστην ῥῆσιν ἀναπτύξαντες, ὥστε μηδὲ τὸ μικρότατον ἡμᾶς, ὡς οἷόν τε, παραδραμεῖν. ∆ιὰ δὴ τοῦτο δύο διαλέξεις ὁλοκλήρους εἰς δύο ῥήσεις ἀνηλώσαμεν μόνας, εἴς τε τὴν πρώτην τὴν λέγουσαν, Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, καὶ τὴν δευτέραν τὴν μετ' ἐκείνην, Ὑψώθη κέρας μου ἐν Θεῷ μου. Ἀκόλουθον δὴ σήμερον ἐπὶ τὴν τρίτην ἐλθεῖν. Τίς δέ ἐστιν αὕτη; Ἐπλατύνθη στόμα μου ἐπ' ἐχθρούς μου, φησίν· εὐφράνθην ἐν σωτηρίᾳ σου. Προσέχετε τῇ ἀκριβείᾳ τῆς λέξεως. Οὐκ εἶπεν· Ἠκονήθη στόμα μου ἐπ' ἐχθρούς μου· οὐ γὰρ πρὸς λοιδορίας καὶ σκώμματα παρεσκεύαστο, οὐ πρὸς ὀνείδη καὶ κατηγορίαν, ἀλλὰ πρὸς