30
Καθόδους πολλὰς κακώσει καρδίαν σου. Ἢ καὶ οὕτως· Ἡ λοιδορία πολλάκις κακοῖ τὴν ψυχήν. Ἐὰν γάρ τις καθ' ἕκαστον τῶν λοιδορούντων ὀργίζηται, πολλὰς ὑπομένει καθόδους, καθελκόμενος εἰς τὸ πάθος τοῦ θυμοῦ, καὶ κακίας πληροῖ τὴν ἑαυτοῦ ψυχήν. Ἐνθυμοῦ δὲ, φησὶν, ὅτι πολλάκις 93.572 καὶ σὺ ἑτέρους κατηράσω, καὶ κοτόρθου τὸ ἀμνησίκακον. "Πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοφίᾳ. Εἶπα· Σοφισθήσομαι· καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν, ὑπὲρ ὃ ἦν· καὶ βαθὺ βάθος· τίς εὑρήσεται αὐτήν;" Νοητῶν καὶ αἰσθητῶν πραγμάτων ἐφαψάμενος ὁ Ἐκκλησιαστὴς, καὶ ἐκ μέρους γνοὺς τὰ τῆς σοφίας μυστήρια, εἶτα ἐμβλέψας εἰς τὸ ἀχανὲς αὐτῆς πέλαγος, καὶ ὅτι ὅ τις καταλαμβάνει, τοσοῦτον ἀπολιμπάνεται, τὰς παρούσας ἀφῆκε φωνάς. Ὅπερ καὶ ὁ Παῦλος ὕστερον πεπονθὼς, ἔφη θαυμαστικῶς, Ὢ βάθους πλούτου καὶ σοφίας Θεοῦ! Ὡς ἀνεξερεύνητα κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! "Ἐκύκλωσα ἐγὼ, καὶ ἡ καρδία μου, τοῦ γνῶναι, καὶ τοῦ κατασκέψασθαι, καὶ ζητῆσαι σοφίαν, καὶ ψῆφον· καὶ τοῦ γνῶναι ἀσεβοῦς ἀφροσύνην, καὶ ὀχληρίαν, καὶ περιφοράν. Καὶ εὑρίσκω αὐτὴν ἐγὼ πικροτέραν ὑπὲρ θάνατον τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα, καὶ σαγῆναι καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς. Ἀγαθὸς πρὸ προσώπου τοῦ Θεοῦ ἐξαιρεθήσεται ἀπ' αὐτῆς· καὶ ὁ ἁμαρτάνων, συλληφθήσεται ἐν αὐτῇ. Ὁ σοφὸς κύκλῳ συνάγων τὸν ἑαυτοῦ νοῦν περὶ τὴν νόησιν, καὶ ἑαυτὸν θεωρῶν, καὶ τὸ νοούμενον, οὔτε διεστραμμένα κατανοεῖ, οὔτε κατ' εὐθὺ βλέπων πρὸς τὰ αἰσθητὰ ἀφορᾷ· ἀλλὰ πάσας συγκλείσας τὰς αἰσθήσεις, καὶ ἐν τοῖς ἑαυτοῦ γενόμενος, ἐν κύκλῳ θεωρεῖ αὐτὸς ἑαυτὸν ὁ νοῦς, καὶ τὸ νοούμενον. Οὕτως οὖν, φησὶ, συνάγων ἑαυτὸν, ἐζήτησα γνῶναι τίς ἄρα ἐστὶν ἡ ἔξωθεν σοφία, καὶ ἡ περὶ αὐτὴν ψῆφος· εἶτε ἡ κατὰ τὴν τῶν ἀριθμῶν ἀναλογίαν, εἴτε ἡ κατὰ τὴν γενεθλιαλογίαν, καὶ ἁπλῶς ὅπως ποτὲ ψηφίζουσιν Ἑλλήνων παῖδες· καὶ εἰδέναι τίς ἐστι αὕτη ἡ τῶν πολλῶν σοφιστῶν ἀφροσύνη, καὶ ὀχληρία, καὶ ἄστατος περιφορά. Καὶ εὗρον ὅτι ἡ τοιαύτη σοφία ἔοικε γυναικὶ πόρνῃ. Ὥσπερ γὰρ ἐκείνη θηρεύει τοὺς νέους λόγοις ἀπατηλοῖς. οὕτω καὶ αὕτη τοὺς ἄφρονας, συλλογισμῶν σαγήνας πλέκουσα· καὶ ὥσπερ ἐκείνη ἁφῇ μαλακῇ τὴν ψυχὴν ἐκλύσασα καταδεσμεῖ· οὕτω καὶ αὕτη ταῖς τῆς καλιῤῥημοσύνης εὐεπείαις. Ὁ μὲν οὖν ἁμαρτωλὸς ἀβοήθητος ἁλίσκεται ὑπ' αὐτῆς· ὁ δὲ ἀγαθὸς καὶ ὑπὸ Θεοῦ βοηθούμενος τῶν αὐτῆς ἐξαιρεῖται δεσμῶν. Ἀποφαίνεται δὲ καὶ χείρονα θανάτου εἶναι τὴν τοιαύτην σοφίαν, ἤγουν ἀφροσύνην· ὅσῳ ὁ μὲν διαλύει ψυχὴν ἀπὸ σώματος, ἡ δὲ αὐτὴν τὴν ψυχὴν θανατοῖ. 93.573 "Ἰδοὺ καὶ τοῦτο εὗρον, εἶπεν ὁ Ἐκκλησιαστὴς, μιᾷ τῇ μιᾷ τοῦ εὑρεῖν λογισμὸν, ὃν ἐπεζήτησεν ἡ ψυχή μου, καὶ οὐχ εὗρον· καὶ ἕνα ἄνθρωπον ἀπὸ χιλίων εὗρον· καὶ γυναῖκα ἐν πᾶσι τούτοις οὐχ εὗρον. Πλὴν ἴδε, τοῦτο εὗρον, ὃ ἐποίησεν ὁ Θεὸς, σὺν τὸν ἄνθρωπον εὐθῆ· αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς." Ὅλον τὸ ῥητὸν πρὸς ἀλληγορίαν βλέπει. Ὁ δὲ νοῦς οὗτος· Κατεξετάζων, φησὶν, ἅπαν τὸ γυναικεῖον γένος, οὐ τὸ σωματικὸν, ἀλλὰ τὸ τῶν ἐκλύτων καὶ γυναικοπρεπῶν ψυχῶν, οὐχ εὗρον ἐν οὐδεμιᾷ αὐτῶν λογισμὸν, ὃν ἐπεζήτησε ἡ ψυχή μου, τουτέστι ἀνδρεῖον· τοῦτον γὰρ ζητεῖ ὁ σοφός· ἀλλὰ καὶ τῶν δοκούντων μὴ γυναικίζεσθαι, ἐξέτασιν ποιούμενος, σπάνιον εὗρον τὸν ὄντως ἄνθρωπον καὶ ἐνάρετον. Εἶτα λογισάμενος πόθεν ἡ τοσαύτη διαφορὰ, εὗρον ὅτι ὁ μὲν Θεὸς πάντα ἄνθρωπον εὐθῆ καὶ ἀδιάστροφον ἐποίησε, αὐτοὶ δὲ ὑπὸ πολλῶν διεμερίσθησαν λογισμῶν· ὡς τὸν μὲν πορνείᾳ, τὸν δὲ φιλαργυρίᾳ, καὶ ἄλλον ἄλλῳ κατακρατηθῆναι πάθει. ΚΕΦΑΛ. Ηʹ. "Τίς οἶδε σοφούς; καὶ τίς οἶδε λύσιν ῥήματος; σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ, καὶ ἀναιδὴς προσώπῳ αὐτοῦ τιμωρηθήσεται." Ἀδύνατον σοφοὺς διαγνῶναι, τοὺς ὄντως σοφοὺς, μὴ τὸν κατὰ σοφίαν τυπωθέντα, καὶ τοῦτο τὸ χάρισμα ἐκ Θεοῦ εἰληφότα· ὁ γὰρ τὸ χάρισμα τῆς διακρίσεως ταύτης εἰληφὼς, οἶδε τίνες οἱ ὄντως σοφοὶ, καὶ τίνες οἱ οὐκ ὄντες μὲν, νομιζόμενοι δέ. Οὗτος καὶ ἐπιλύει προβλήματα, καὶ στροφὰς λόγων. Οὗτος καὶ πεφωτισμένον ἔχει τὸ τῆς ψυχῆς πρόσωπον ὑπὸ τῆς