31
ἐναγκαλισθέντα ὑπὸ Συμεῶνος, ἀνθομολογηθέντα ὑπὸ Ἄννης τῆς τοῦ Φανουὴλ προφήτιδος, ἀπενεχθέντα εἰς Ναζαρέτ, ἐλθόντα τῷ ἑξῆς ἐνιαυτῷ ὀφθῆναι ἐνώπιον κυρίου εἰς Ἱερουσαλήμ, γενόμενόν τε ἐν Βηθλεὲμ διὰ τὴν συγγένειαν ὑπὸ τῆς μητρὸς βασταζόμενον, αὖθις πάλιν εἰς Ναζαρὲτ ἀπενεχθέντα καὶ κατὰ δευτέραν περίοδον ἐνιαυτοῦ εἰς τὰ Ἱεροσόλυμα καὶ Βηθλεὲμ ἐληλυθότα, βασταζόμενον ὡσαύτως ὑπὸ τῆς ἰδίας μητρός, ἐν Βηθλεὲμ δὲ ἐν οἰκίᾳ κατελθόντα σὺν τῇ ἰδίᾳ μητρὶ καὶ Ἰωσὴφ γέροντι ὄντι σὺν τῇ Μαρίᾳ δὲ ὄντι, κἀκεῖσε τῷ δευτέρῳ ἔτει τῆς αὐτοῦ γεννήσεως κατοπτευθέντα ὑπὸ τῶν μάγων προσκυνηθέντα δῶρα λαβόντα καὶ ἐν αὐτῇ τῇ νυκτὶ ὑπὸ ἀγγέλου τῷ Ἰωσὴφ χρηματίσαντος εἰς Αἴγυπτον παραληφθέντα, ἐκεῖθεν πάλιν διὰ δύο ἐτῶν ἐπανεληλυθότα, τελευτήσαντος τοῦ Ἡρῴδου, Ἀρχελάου τε διαδεξαμένου. 2. Τῷ γὰρ τριακοστῷ τρίτῳ Ἡρῴδου, τεσσαρακοστῷ δὲ δευτέρῳ Αὐγούστου τοῦ βασιλέως, γεννᾶται ὁ σωτὴρ ἐν Βηθλεὲμ τῆς Ἰου1.229 δαίας. κάτεισι δὲ εἰς Αἴγυπτον τῷ τριακοστῷ πέμπτῳ Ἡρῴδου, ἄνεισι δὲ ἀπὸ τῆς Αἰγύπτου μετὰ τὴν Ἡρῴδου τελευτήν. διὸ ἐπὶ τριάκοντα καὶ ἑπτὰ ἔτεσι τῆς αὐτῆς τοῦ Ἡρῴδου ἀρχῆς ἦν ὁ παῖς τεσσάρων ἐτῶν, ὅτε Ἡρῴδης τριάκοντα ἑπτὰ πληρώσας κατέστρεψε τὸν βίον. Ἀρχέλαος δὲ ἐννέα ἔτη βασιλεύει, οὗ ἐν ἀρχῇ τῆς βασιλείας ἐξιὼν Ἰωσὴφ ἀπ' Αἰγύπτου ἅμα τῇ Μαρίᾳ καὶ τῷ παιδί, ἀκούσας τὸν Ἀρχέλαον βασιλεύειν ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας καὶ κατῴκησεν τότε εἰς Ναζαρέτ. Ἀρχέλαος δὲ γεννᾷ τὸν Ἡρῴδην τὸν νεώτερον, καὶ βασιλεύει Ἡρῴδης οὗτος τῷ ἐνάτῳ ἔτει τῆς τοῦ πατρὸς βασιλείας Ἀρχελάου κατὰ διαδοχήν. καὶ γέγονε λογιζόμενα δεκατρία ἔτη τῇ ἐνσάρκῳ Χριστοῦ παρουσίᾳ. ὀκτωκαιδεκάτῳ δὲ ἔτει Ἡρῴδου τοῦ καὶ Ἀγρίππα ἐπικληθέντος ἤρξατο ὁ Ἰησοῦς τοῦκηρύγματος καὶ τὸ βάπτισμα τὸ ἀπὸ Ἰωάννου τότε λαμβάνει καὶ κηρύσσει ἐνιαυτὸν δεκτόν, ὑπ' οὐδενὸς ἀντιλεγόμενος, οὔτε ὑπὸ Ἰουδαίων οὔτε ὑπὸ Ἑλλήνων οὔτε ὑπὸ Σαμαρειτῶν οὔτε ὑπό τινος ἑτέρου. ἔπειτα ἀντιλεγόμενος ἐκήρυξεν ἐνιαυτὸν δεύτερον καὶ γέγονεν ἐννεακαίδεκα ἔτη τῷ αὐτῷ Ἡρῴδῃ, τῷ δὲ σωτῆρι τριακοστὸν δεύτερον. ἐν δὲ τῷ εἰκοστῷ ἔτει τοῦ Ἡρῴδου τοῦ τετράρχου καλουμένου γίνεται τὸ σωτήριον πάθος καὶ ἡ ἀπάθεια, ἡ θανάτου γεῦσις γεῦσίς τε θανάτου ἄχρι σταυροῦ, πάσχοντος ἐν ἀληθείᾳ, ἀπαθοῦς δὲ 1.230 μένοντος ἐν θεότητι «Χριστοῦ γὰρ παθόντος ὑπὲρ ἡμῶν σαρκί» φησὶν ἡ θεία γραφὴ καὶ πάλιν «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι» καὶ τὰ ἑξῆς, σταυροῦται θάπτεται κατέρχεται εἰς τὰ καταχθόνια ἐν θεότητι καὶ ἐν ψυχῇ, αἰχμαλωτεύει τὴν αἰχμαλωσίαν καὶ ἀνίσταται τῇ τρίτῃ ἡμέρᾳ σὺν αὐτῷ τῷ ἁγίῳ σώματι, συνενώσας τὸ σῶμα τῇ θεότητι, μηκέτι λυόμενον μηκέτι πάσχον μηκέτι ὑπὸ θανάτου κυριευόμενον ὥς φησιν ὁ ἀπόστολος «θάνατος αὐτοῦ οὐκέτι κυριεύει», 3. αὐτὸ τὸ σῶμα ἀληθινῶς αὐτὴν τὴν σάρκα αὐτὴν τὴν ψυχὴν αὐτὰ τὰ πάντα· οὐκ ἄλλο τι παρὰ τὸ ὂν σῶμα, ἀλλ' αὐτὸ τὸ ὂν ἐνδυναμώσας καὶ ἑνώσας εἰς μίαν ἑνότητα εἰς μίαν θεότητα, τὸ σαρκικὸν ἄφθαρτον τὸ σωματικὸν πνευματικὸν τὸ παχυμερὲς λεπτομερὲς τὸ θνητὸν ἀθάνατον, μὴ ἑωρακὸς ὅλως διαφθοράν, μὴ καταλειφθείσης τῆς ψυχῆς ἐν Ἅιδῃ, μὴ μερισθέντος τοῦ ὀργάνου πρὸς ἁμαρτίαν, μὴ χρανθέντος τοῦ νοῦ τροπῇ, ἀλλὰ τὰ ὅλα μὲν ἀνθρώπου λαβών, φυλάξας δὲ ὅλα τέλεια, ἐπιδεδωκυίας τῆς θεότητος τῇ ἀληθινῇ ἐνανθρωπήσει πρὸς τὰς εὐλόγους χρείας, λέγω δὴ τὰς ἐκ σώματός τε καὶ ψυχῆς καὶ ἐκ νοῦ ἀνθρωπίνου * πιστουμένας τὴν πληροφορίαν, τουτέστιν πείνῃ καὶ δίψῃ, κλαυθμῷ τε καὶ ἀθυμίᾳ, δάκρυσί τε καὶ ὕπνῳ, καμάτῳ καὶ ἀναπαύσει. ταῦτα γὰρ οὐχ ἁμαρτίας εἶδος, ἀλλ' ἐνανθρωπήσεως ἀληθεστάτης γνώρισμα, ἀληθείᾳ τῆς θεότητος συνούσης τῇ ἐνανθρωπήσει, οὐ τὰ ἀνθρώπινα πασχούσης, ἀλλὰ τῆς θεότητος συνευδοκούσης εἰς τὰ εὔλογα καὶ τὰ ἐκτὸς