31
λαμπηδόνος τῆς θείας σοφίας· ὁ δὲ οὐκ ὢν μὲν σοφὸς, ἀναιδιζόμενος δὲ τῷ προσώπῳ, τουτέστι ἐριστικοὺς προσφέρων λόγους, ἐλεγχόμενος μισεῖται. "Στόμα βασιλέως φύλαξον, καὶ περὶ λόγου ὅρκου Θεοῦ μὴ σπουδάσῃς· ἀπὸ προσώπου δὲ αὐτοῦ πορεύσῃ." (Ἄλλα δὲ βιβλία ἔχουσι, πορευθῆναι.) Καλὸν μὲν καὶ τῷ ἐπιγείῳ βασιλεῖ ὑποτάττεσθαι· τοῦ δὲ παμβασιλέως Θεοῦ στόμα φυλάττειν ἡ Γραφὴ παρεγγυᾷ, τουτέστι ἐχεμυθεῖν αὐτοῦ τὰ μυστήρια, καὶ μὴ εἰς τοὺς ἀναξίους ἐκφέρειν· διατηρεῖν δὲ αὐτοῦ καὶ τὰς ἐντολάς. Καλὸν δὲ φυλάττεσθαι, καὶ τὸ μὴ ὀμνύναι κατὰ Θεοῦ, μηδὲ σπουδάζειν ἔξω τοῦ θείου προσώπου πορευθῆναι, ἀλλὰ πάντα πράττειν ὡς Θεοῦ ἐφορῶντος. Κατὰ δὲ τὴν ἑτέραν γραφὴν οὕτως ἀνάγνωθι· "Καὶ περὶ λόγου ὅρκου Θεοῦ μὴ σπουδάσῃς," ἀντὶ τοῦ, Μὴ ἐπίτρεχε τοῖς ὄρκοις, ἀλλὰ καὶ ἀπὸ προσώπου αὐτοῦ, τουτέστι τοῦ ὅρκου, πορεύσῃ, 93.576 τουτέστι πορεύθητι, τουτέστι φύγε, μὴ ἀνάσχῃ ὀμόσαι. "Μὴ στῇς ἐν λόγῳ πονηρῷ, ὅτι πᾶν ὃ ἐὰν θελήσῃ, ποιήσει. Καθὼς βασιλεὺς ἐξουσιάζων λαλεῖ καὶ τίς ἐρεῖ αὐτῷ, Τί ἐποίησας;" Καθόλου μὲν καλὸν τὸ μηδεμιᾷ προλήψει κακῇ κατέχεσθαι, μηδὲ ἐνίστασθαι τοῖς ὁπωσοῦν φαύλοις, ἢ λαληθεῖσιν, ἢ δόξασιν· ἐπειδὴ δὲ τὸ ἐφεξῆς ῥητὸν ἐντολῶν μέμνηται, οὕτω νοήσεις· Ἐπειδὴ ὁ παμβασιλεὺς Θεὸς ὁ πάντων ἐξουσιάζων ἐνομοθέτησε, καὶ οὐκ ἔστιν αὐτῷ ἀντειπεῖν, μὴ στῇς λογοθετῶν τὰς ἐντολὰς, διὰ τί τόδε, καὶ μὴ τόδε ἐνομοθέτησε· τοῦτο γὰρ πονηρία ἐστί· φόβῳ δὲ μᾶλλον καὶ πίστει πλήρου τὰ προστεταγμένα. "Ὁ φυλάσσων ἐντολὴν, οὐ γνώσεται ῥῆμα πονηρόν." Καὶ, "Καιρὸν κρίσεως γινώσκει καρδία σοφοῦ, ὅτι παντὶ πράγματί ἐστι καιρὸς καὶ κρίσις." Ὁ τὴν θείαν, φησὶν, ἐντολὴν φυλάσσων, οὐ γνώσεται ῥῆμα πονηρὸν, ἀντὶ τοῦ, οὐ πράξει πρᾶγμα πονηρόν. Ἡ γὰρ γνῶσις διττή· ἡ μὲν ἐν ψιλῇ τῇ Εὔαν τὴν γυναῖκα αὐτοῦ· οὐκ ἠγνόει μὲν γὰρ αὐτὴν οὐδὲ πρότερον· ὅτε δὲ αὐτῇ ἐπλησίασε, τότε λέγεται αὐτὴν ἐγνωκέναι πράγματι. Κατὰ οὖν τὴν ἐν ἔργῳ γνῶσιν ὁ τὴν ἐντολὴν φυλάττων, ἀγνοεῖ τὸ πονηρὸν, ἀντὶ τοῦ, οὐ πράττει. Κατὰ δὲ τὴν ψιλὴν εἴδησιν ὁ εἰδὼς τί ἐστι καλὸν, οἶδε τί ἐστι φαῦλον· καὶ κατὰ τὸ ἐναντίον, ὁ εἰδὼς τί τὸ φαῦλον, οἶδε τί καὶ τὸ ἀγαθόν. (Τῶν γὰρ ἐναντίων ἡ αὐτὴ γνῶσις, οὐ κατὰ χρῆσιν, ἀλλὰ κατ' ἐπιστήμην.) Ὁ τοίνυν σοφὸς, φησὶν, ὁ πᾶν πρᾶγμα ἐν κρίσει καὶ καιρῷ τῷ καθήκοντι διαπραττόμενος, οἶδε ὅτι ἔσται καιρὸς καὶ τῆς καθόλου κρίσεως, καθ' ὃν ὁ δίκαιος κριτὴς ὁ Θεὸς ἑκάστῳ τὸ κατ' ἀξίαν ἀπονέμει. "Ὅτι γνῶσις τοῦ ἀνθρώπου πολλὴ ἐπ' αὐτόν· ὅτι οὐκ ἕστι γινώσκων ἐσόμενον. Ὅτι καθὼς ἔσται, τίς ἀναγγελεῖ αὐτῷ;" Πολλὴ, φησὶν, οὖσα ἡ γνῶσις στενοχωρεῖ τὸν ἄνθρωπον· καὶ ἐὰν θέλῃ γνῶναι πάντα, πολλὴ ἐπελθοῦσα ἐπ' αὐτὸν, ἀποστενοῖ αὐτοῦ τὴν διάνοιαν. Ἃ μὲν οὖν ἀνάγκη αὐτὸν εἰδέναι, ταῦτά ἐστι, ὅτι ζῶον λογικὸν, ὅτι θνητὸν, ἀθάνατον ἔχει τὴν ψυχὴν, ὅτι καλῶν εἰσι καὶ κακῶν ἀνταποδόσεις. Τὰ ὅσα εἰς πίστιν συντείνει, ὅτι κατ' εἰκόνα Θεοῦ γέγονε, καὶ ὀφείλει σώζειν τὴν εἰκόνα. Τὰ δὲ μετ' αὐτὸν ἐσόμενα μόνου Θεοῦ ἐστιν εἰδέναι, καὶ γνωρίσαι οἷς ἂν ἐθελήσῃ. Ἐπειδὴ δὲ περὶ κρίσεως ὁ λόγος, οὕτω νοήσεις· Πολλὴ ἡ γνῶσις ἡ περὶ τῶν λόγων τῆς κρίσεως· καὶ οὐδεὶς ἀπήγγειλε τῷ ἀνθρώπῳ ἀκριβεῖς τοὺς περὶ αὐτῆς λόγους· οἷον πότε ἐστὶ, ἢ ποῦ τὸ κριτήριον συνίσταται, ἢ πῶς ἐξετάζει τὸν ἑκάστου βίον ὁ Θεός· ἢ πῶς οἱ περὶ τὴν ἑνδεκάτην ὥραν πρῶτοι τὸν μισθὸν λαμβάνου 93.577 σιν· ἢ οὒς νομίζομεν ἡμεῖς κακοὺς, τῷ Θεῷ καλοὶ γνωρίζονται· καὶ τὸ ἀνάπαλιν. ∆ιὰ ταῦτα τοίνυν πάντα μὴ σοφίζου περισσὰ, ἵνα μὴ ἐκπλαγῇς. "Οὐκ ἔστιν ἄνθρωπος ἐξουσιάζων ἐν πνεύματι, τοῦ κωλῦσαι σὺν τὸ πνεῦμα· καὶ οὐκ ἔστιν ἐξουσιάζων ἐν ἡμέρᾳ θανάτου." Ἡ τοῦ πνεύματος σημασία κατὰ πολλῶν φέρεται· καὶ γὰρ ἡ ψυχὴ πνεῦμα καλεῖται, καὶ ὁ ἄνεμος, ὁ ἀὴρ, ὃν ἀναπνέομεν· καὶ ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος. Κατὰ πάντα δὲ τὰ εἰρημένα, οὐδεὶς ἐξουσιάζει πνεύματος, εἰ μὴ μόνος ὁ Θεός. Οὔτε γὰρ ψυχῶσαι, ἢ ἐξαγαγεῖν ψυχὴν ἀπὸ σώματος· οὔτε ἄνεμον κινῆσαι, νότον τυχὸν ἢ βοῤῥᾶν· οὔτε πνευματικὸν δωρήσασθαι χάρισμα, ἢ ἀφελέσθαι· οὔτε ἀέρα φθεῖραι, ἢ εὐκραῆ