1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

32

ἀπεργάσασθαι, ἑτέρου τινὸς εἰ μὴ μόνου Θεοῦ. "Οὐκ ἔστιν οὖν ἐξουσιάζων ἐν πνεύματι, τοῦ κωλῦσαι αὐτό. Καὶ οὐκ ἔστιν ἐξουσιάζων ἐν ἡμέρᾳ θανάτου. Καὶ οὐκ ἔστιν ἀποστολὴ ἐν ἡμέρᾳ πολέμου." Πρὸς μὲν τὸ ῥητὸν, πολέμου κατειληφότος, οὐκ ἐστιν εὔκαιρον τὸ ἀποστέλλεσθαι καὶ πλεῖν ἐκδημίας. Πρὸς δὲ διάνοιαν, Τὸν ἐν πολέμῳ κελευσθέντα ἀποθανεῖν ὑπὸ Θεοῦ οὐκ ἔστιν ὁ πάλιν ἀποστέλλων εἰς τὴν ἐνθάδε ζωήν. Ἄλλως· Ὅταν ἐν κρίσει ἄρξηταί τις ὑπὸ τῶν ἰδίων πολεμεῖσθαι ἁμαρτημάτων, οὐκ ἔστιν ὁ δυνάμενος λέγειν, Ἀπόστειλόν με εἰς τὸν βίον ἵνα μετανοήσω. Ἀλλ' οὐδὲ μέλλων τελευτᾷν δύναται λέγειν· Συγχώρησόν μοι ζῆσαι, ἵνα μετανοήσω. Οὐ γὰρ ἔστιν ἐξουσιάζων ἐν ἡμέρᾳ θανάτου. "Καὶ οὐ διασώσει ἀσέβεια τὸν παρ' αὐτῆς." Ἀντὶ τοῦ, τὸν ὑπὸ σῆς ἀσεβείας τυραννούμενον καὶ κρατούμενον. Εἰδότες οὖν ὡς οὐκ ἔστι ἐξουσιάζων ἐν ἡμέρᾳ θανάτου, καὶ οὐκ ἔστι ἀποστολὴ ἐν ἡμέρᾳ πολέμου, μὴ ἀσεβήσωμεν. "Καὶ σύμπαντα ταῦτα εἶδον ἐγώ." Ταῦτα ἀκριβῶς ἐγνωκὼς ἀπαγγέλλει ὁ διδάσκαλος, ἐφ' ᾧ πάντας ἡμᾶς πείθεσθαι τοῖς αὐτοῦ λόγοις. "Καὶ ἔδωκα τὴν καρδίαν μου εἰς πᾶν ποίημα ὃ πεποίηται ὑπὸ τὸν ἥλιον, τὰ ὅσα ἐξουσιάσατο ὁ ἄνθρωπος ἐν ἀνθρώπῳ, τοῦ κακῶσαι αὐτόν. Καὶ τότε εἶδον ἀσεβεῖς εἰς τάφους εἰσαχθέντας, καὶ ἐκ τοῦ ἁγίου." Ἀπερισπάστως, φησὶ, δέδωκά μου τὸν νοῦν, εἰς τὸ εἰδέναι τῶν ἀνθρώπων τὰ ποιήματα, καὶ κατὰ τίνα λόγον ἄνθρωπος ἄνθρωπον κακοῖ. Εἶτα ἐπειδὴ ἄδικον νομίζεται τὸ πολλάκις ἀσεβεῖς εἶναι τοὺς δυνατοὺς, καὶ εὐθηνουμένους, βαθύτερον ἐπισκεψάμενος, εἶδον τῶν ἀσεβῶν τὴν πτῶσιν, καὶ τῆς ψυχῆς τὴν νεκρότητα. Τὸ γὰρ, εἰς τάφους, νῦν ἀντὶ τοῦ, εἰς τὰς κολάσεις. Καὶ οὐδὲν αὐτοὺς ὠφέ 93.580 λησεν ἡ δύναμις, ἢ τὸ νομισθῆναι ἁγίους εἶναι, καὶ κατέχεσθαι ἐν λειτουργοῖς Θεοῦ. ∆ιδάσκει. τοιγαροῦν μὴ σκανδαλίζεσθαι ἐπὶ τῇ τοῦ παρόντος βίου δοκούσῃ ἀνωμαλίᾳ, ἀποβλέποντας εἰς τὴν τῶν μελλόντων ἀνταπόδοσιν. "Καὶ ἐπορεύθησαν, καὶ ἐπῃνέθησαν ἐν τῇ πόλει, ὅτι οὕτως ἐποίησαν." Οὗτοι οἱ δόξαντες μὲν εἶναι εὐσεβεῖς καὶ ἅγιοι, πορευθέντες δὲ ἐν ἀσεβείᾳ, ἐπῃνέθησαν ἐν τῇ ζωῇ ἑαυτῶν, ἢ λαθόντες, ἢ κολακευθέντες ἐφ' οἷς ἔπραττον. Ἀλλ' οὐδὲν αὐτοὺς ὠφέλησε τῆς εὐσεβείας τὸ πρόσχημα, ἢ ὁ παρὰ τῶν κολάκων ἔπαινος· ματαιότης δὲ καὶ τούτοις ἀπέβη τὸ πρᾶγμα εἰς τάφους εἰσαγομένοις. Τὸ δὲ, Καί γε τοῦτο ματαιότης, δύναται καὶ τοῖς ἑξῆς ἐφαρμόζεσθαι στίχοις, ἵνα ᾖ οὕτως· "Καί γε τοῦτο ματαιότης, ὅτι οὐκ ἔστι γινομένη ἀντίῤῥησις ἀπὸ τῶν ποιούντων τὸ πονηρὸν ταχύ· διὰ τοῦτο ἐπληροφορήθη καρδία υἱῶν τοῦ ἀνθρώπου ἐν αὐτοῖς, τοῦ ποιῆσαι τὸ πονηρόν." Τοῦτο, φησὶ, τὴν ἐν βίῳ ματαιότητα εἰργάσατο, ὅτι οὐκ εἰσὶν οἱ ἀντιλέγοντες καὶ ἐλέγχοντες τοὺς τὰ πονηρὰ διαπραττομένους, ταχύ· ἀντὶ τοῦ, οὐ κατὰ σπουδὴν τοῦτο ποιοῦντες, καὶ τοῖς ἐλέγχοις ἀνακόπτοντες τὴν πονηρίαν, ἢ τὸ ταχὺ, ἀντὶ τοῦ, ἐν σπουδῇ καὶ ἐπιμελῶς τὰ πονηρὰ διαπραττομένους. ∆ιὰ τοῦτό φησιν· Ἐκ τοῦ μὴ ἐξελέγχεσθαι τοὺς φαύλους, ἀλλὰ καὶ ἐπαινεῖσθαι, ἐπληροφορήθη καὶ ἐν ἕξει γέγονε ἡ καρδία τῶν υἱῶν τοῦ ἀνθρώπου, διαπράττεσθαι τὰ πονηρά. Ὅρα δὲ ὅτι, υἱῶν ἀνθρώπου, εἶπε. Οἱ γὰρ υἱοὶ τοῦ Θεοῦ τὰ πονηρὰ οὐ διαπράττονται. "Ὃς ἥμαρτε, ἐποίησε τὸ πονηρὸν ἀπὸ τότε, καὶ ἀπὸ νεότητος αὐτοῦ." Ἡ ἁμαρτία ἐκ τῆς ἀπάτης τοῦ πονηροῦ εἰσκεκόμισται· διὸ εὐχόμενοι λέγομεν· Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Τὸ τοῦ διαβόλου τοίνυν πληροῖ θέλημα ὁ ἁμαρτάνων, τοῦ ἀπὸ τότε καὶ ἀπὸ νεότητος αὐτοῦ, ἀντὶ τοῦ ἐξ ἀρχῆς ἡγησαμένου τὰ φαῦλα. Ἄλλως· Οὐ νεωτέρα, φησὶν, ἐστὶν ἡ ἁμαρτία, ἀλλὰ παλαιά. ∆ιὸ καὶ ἤκουσε ὁ Νῶε παρὰ Θεοῦ, ἐγκεῖσθαι τὴν τῶν ἀνθρώπων διάνοιαν ἐπιμελῶς ἐπὶ τὰ πονηρά. Νεότητος δὲ, οὐ τῆς καθ' ἡλικίαν, ἀλλ' ἤθους νεαροῦ, καὶ μὴ παγίου. Ἄλλως· Ὁ ἕξιν ἔχων ἁμαρτητικὴν, καὶ συγκαταθέμενος ἐν διανοίᾳ τοῦ ἁμαρτῆσαι, ἀπὸ τότε ἄρχεται ἁμαρτάνειν, ἀφ' οὗ συγκατέθετο, κἂν μετὰ πολὺ τὴν πρᾶξιν ἐργάσηται, ἢ καὶ μὴ ὅλως ἐργάσηται, κωλυθεὶς οὐ προαιρετικῶς, ἀλλ' ὑπό τινος περιστάσεως. Ἄλλως· Ὁ ἁμαρτάνων καὶ ποιῶν τὸ πονηρὸν, εἰ καὶ ἐκ τοῦ ἀποτελέσματος ἡμῖν ἐγνώσθη, ἀλλὰ τοῖς