1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

33

ἐγγινομένης αὐτοῖς τὰ πολλὰ ὑδροποσίας ἀπεχομένους· ὁ δὲ πένης 54.674 διὰ τοῦ βίου παντὸς ἀδεῶς ἀπολαύει τῶν ναμάτων τούτων, ὡς ἐπὶ πηγὰς μέλιτος, οὕτως ἐπὶ τὰς τῶν ὑδάτων τρέχων πηγὰς, καὶ εἰλικρινῆ καὶ καθαρὰν ἐκεῖθεν καρπούμενος τὴν ἡδονήν. Τί δὲ ἡ τοῦ πυρὸς φύσις; οὐχὶ μυρίων ἀναγκαιοτέρα θησαυρῶν καὶ πλούτου παντὸς ἀνθρωπίνου; Καὶ οὗτος πάλιν ἐξ ἴσης πλουσίῳ καὶ πένητι πρόκειται τῆς χρείας ὁ θησαυρός. Ἡ δὲ παρὰ τοῦ ἀέρος γινομένη τοῖς σώμασιν ἡμῶν ὠφέλεια, καὶ τὸ φῶς τῆς ἀκτῖνος, ἆρα τοῖς μὲν εὐπόροις πλέον, τοῖς δὲ πένησιν ἔλαττον παραγίνεται, κἀκεῖνοι μὲν τέτρασιν, οὗτοι δὲ δύο μόνον καθορῶσιν αὐτὸ ὀφθαλμοῖς; Ἀλλ' οὐδὲ τοῦτο ἂν ἔχοι τις εἰπεῖν· καὶ γὰρ καὶ πλουσίοις καὶ πένησιν ἴσον τῆς ἀπολαύσεως ὥρισται μέτρον, μᾶλλον δὲ καὶ ἐνταῦθα τοὺς πένητας τῶν πλουτούντων πλεονεκτοῦντας ἴδοι τις ἂν, ὅσῳ καὶ τρανοτέρας τὰς αἰσθήσεις, καὶ ὀξύτερον τὸ ὄμμα, καὶ ἀκριβεστέρας ἔχουσι τὰς ἀντιλήψεις ἁπάσας. ∆ιὸ καὶ γνησιωτέραν καρποῦνται τὴν ἡδονὴν, καὶ μᾶλλον ἐντρυφῶσι καὶ ἀπολαύουσι τῇ θεωρίᾳ τῆς κτίσεως. Οὐκ ἐπὶ τῶν στοιχείων δὲ μόνον τούτων, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων τῶν παρὰ τῆς φύσεως εἰσενεχθέντων ἡμῖν, πολλὴν ὄψει τὴν ἰσότητα, μᾶλλον δὲ τὴν πλεονεξίαν παρὰ τοῖς πένησιν οὖσαν. Καὶ γὰρ ὕπνος, ὁ πάσης τρυφῆς ἡδίων καὶ ἀναγκαιότερος, καὶ τροφῆς ἁπάσης χρησιμώτερος, εὐκολώτερος τοῖς πένησιν, ἢ τοῖς πλουσίοις ἐστίν· οὐκ εὐκολώτερος δὲ μόνον, ἀλλὰ καὶ εἰλικρινέστερος. Ἐκείνοις μὲν γὰρ ἡ πολλὴ τρυφὴ, καὶ τὸ μήτε πεινῶντας ἐσθίειν, μήτε διψῶντας πίνειν, μήτε καθεύδειν νυστάζοντας, τὴν ἐν ἅπασιν ἡδονὴν ἐκλύειν εἴωθεν· οὐ γὰρ οὕτως ἡ τῶν πραγμάτων φύσις, ὡς τὸ τῆς χρείας ἀναγκαῖον ἕκαστον ἡμῖν τούτων ἡδὺ καθίστησιν. Οὐχ οὕτω γοῦν τὸ πίνειν οἶνον ἡδὺν καὶ ἀνθοσμίαν, ὡς τὸ διψῶντας πίνειν ὕδωρ εὐφραίνειν εἴωθεν· οὐχ οὕτω τὸ πλακοῦντας ἐσθίειν, ὡς τὸ πεινῶντας ἐσθίειν· οὐχ οὕτω τὸ καθεύδειν ἐπὶ στρωμνῆς ἁπαλῆς, ὡς τὸ νυστάζοντας καθεύδειν· ἅπερ ἅπαντα παρὰ τοῖς πένησι μᾶλλόν ἐστιν, ἢ παρὰ τοῖς πλουτοῦσι. Τὰ δὲ τῆς ὑγιείας τοῦ σώματος καὶ τῆς ἄλλης εὐεξίας ἁπάσης οὐ κοινὰ καὶ πλουσίοις καὶ πένησι πρόκειται; Μὴ δύναταί τις εἰπεῖν ἢ δεῖξαι, ὅτι πένητες μὲν ἀῤῥωστοῦσι μόνον, πλούσιοι δὲ διὰ παντὸς ἐν καθαρᾷ διαμένουσιν ὑγιείᾳ; Τοὐναντίον μὲν οὖν ἔστιν ἰδεῖν, πένητας μὲν οὐ ῥᾳδίως ἁλισκομένους τοῖς ἀνιάτοις νοσήμασι, πανταχοῦ δὲ ἐν τοῖς τῶν πλουτούντων σώμασι ταῦτα βλαστάνοντα. Ποδαλγίαι γοῦν, καὶ καρηβαρίαι, καὶ παρέσεις, καὶ νεύρων ἀνήκεστοι διαστροφαὶ, καὶ πονηρὰ καὶ διεφθαρμένα ῥεύματα παντοδαπὰ, κἀκείνοις μάλιστα ἐνοχλεῖν εἴωθε τοῖς τρυφῶσι, τοῖς μύρων ὄζουσιν, οὐ τοῖς πονοῦσι καὶ ταλαιπωρουμένοις, καὶ ἐκ τῆς καθ' ἑκάστην ἡμέραν ἐργασίας τὴν ἀναγκαίαν τροφὴν πορίζουσι. εʹ. ∆ιὰ τοῦτο καὶ τῶν προσαιτῶν οἱ τρυφῇ συζῶντες ἀθλιώτεροι πάντες· καὶ τοῦτο οὐδ' ἂν αὐτοὶ οἱ τρυφῶντες ἀντείποιεν. Πολλάκις γοῦν πλούσιος ἐπὶ στρωμνῆς κατακείμενος ἁπαλῆς, οἰκετῶν καὶ θεραπαινίδων παρόντων, πολλῆς θεραπείας ἀπολαύων παρὰ πάντων, πένητος διὰ τοῦ στενωποῦ ἀκούσας βοῶντος, ἄρτον αἰτοῦντος, ἐδάκρυσε, καὶ ἐστέναξε, καὶ ηὔξατο γενέσθαι τοιοῦτος μετὰ τῆς ὑγιείας, ἢ μετὰ τοῦ πλούτου τὴν ἀῤῥωστίαν ἔχειν. Οὐκ ἐπὶ τῆς ὑγιείας δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς παιδοποιίας πάλιν οὐδὲν ὄψεταί τις τὸν πλούσιον τοῦ πένητος πλεονεκτοῦντα· ἀλλ' ὁμοίως καὶ παρὰ τούτοις, καὶ παρ' ἐκείνοις καὶ πολυπαιδίαι 54.675 καὶ ἀπαιδίαι· μᾶλλον δὲ κἀνταῦθα ἴδοι τις ἂν τὸν πλούσιον ἐλαττούμενον. Ὁ μὲν γὰρ πένης, κἂν μὴ γένηται πατὴρ, οὐ πολλῆς αἰσθάνεται τῆς ὀδύνης· ὁ δὲ πλούσιος, ὅσῳ τὴν οὐσίαν αὐξομένην ὁρᾷ, τοσούτῳ δάκνεται μᾶλλον ὑπὸ τῆς ἀπαιδίας, οὐδεμιᾶς ἡδονῆς αἰσθανόμενος διὰ τὴν ἐρημίαν τοῦ κληρονόμου. Καὶ τοῦ πένητος μὲν ὁ κλῆρος, κἂν ἄπαις ἀπέλθῃ, διὰ τὴν εὐτέλειαν οὐκ ὢν περιμάχητος, εἰς φίλους διέβη καὶ συγγενεῖς· ὁ δὲ τοῦ πλουτοῦντος πολλοὺς πάντοθεν πρὸς ἑαυτὸν ὀφθαλμοὺς ἕλκων, εἰς τὰς χεῖρας τῶν ἐχθρῶν τοῦ τετελευτηκότος ἦλθε πολλάκις· καὶ ταῦτα ζῶν ἐκεῖνος, καὶ βλέπων ἐφ'