34
αὐτοὺς εἰς ἑαυτοὺς ἐργάσασθαι παρασκευάσαι δι' ἣν ἐνέβαλεν εἰς αὐτοὺς πρὸς ἑαυτὴν ἐπιθυμίαν. καὶ συνέχοντες αὐτὴν τοῦ μὴ ἄνω δύνασθαι ἀνιέναι συνεγίνοντο αὐτῇ, ἕκαστος ἐν ἑκάστῳ σώματι γυναικείας καὶ θηλυκῆς σχέσεως, μεταγγιζομένης αὐτῆς ἀπὸ σωμάτων θηλυκῶν εἰς σώματα διάφορα ἀνθρωπίνης φύσεώς τε καὶ κτηνῶν καὶ τῶν ἄλλων, ἵνα δι' ὧν αὐτοὶ ἐργάζονται, κτείνοντές τε καὶ κτεινόμενοι, μείωσιν ἑαυτῶν διὰ τῆς τοῦ αἵματος προχύσεως ἐργάζωνται, εἶτα ἐκείνη τὴν δύναμιν συλλεγομένη πάλιν αὖθις εἰς οὐρανὸν ἀναβῆναι δυνηθῇ. 3. «Ἦν δὲ αὕτη τότε ἡ ἐπὶ τοῖς Ἕλλησί τε καὶ Τρωσὶ καὶ ἀνωτάτω πρὶν ἢ τὸν κόσμον γενέσθαι καὶ μετὰ τὸν κόσμον διὰ τῶν ἀοράτων δυνάμεων τὰ ἰσότυπα πεποιηκυῖα. αὐτὴ δέ ἐστιν ἡ νῦν σὺν ἐμοὶ καὶ διὰ ταύτην κατελήλυθα. καὶ αὕτη δὲ προσεδόκα τὴν ἐμὴν παρουσίαν· αὕτη γάρ ἐστιν ἡ Ἔννοια, ἡ παρὰ Ὁμήρῳ Ἑλένη καλουμένη. καὶ τούτου ἕνεκενἀναγκάζεται αὐτὴν διαγράφειν Ὅμηρος ἐπὶ πύργου ἑστηκέναι καὶ διὰ λαμπάδος ὑποφαίνειν τοῖς Ἕλλησι τὴν κατὰ τῶν Φρυγῶν ἐπιβουλήν. ἐχαρακτήριζε δὲ διὰ τῆς λαμπηδόνος, ὡς ἔφην, τὴν τοῦ ἄνωθεν φωτὸς ἔνδειξιν.» διὸ καὶ τὸν παρὰ τῷ Ὁμήρῳ δούρειον ἵππον μεμηχανημένον, ὃν νομίζουσιν Ἕλληνες ἐπίτηδες γεγενῆσθαι, ἔλεγε πάλιν ὁ γόης ὅτι ἄγνοιά ἐστι τῶν ἐθνῶν· καί «ὡς οἱ Φρύγες ἕλκοντες αὐτὸν ἀγνοίᾳ τὸν ἴδιον ὄλεθρον ἐπεσπάσαντο, οὕτω γὰρ καὶ τὰ ἔθνη τουτέστιν οἱ ἄνθρωποι 1.242 οἱ ἐκτὸς τῆς ἐμῆς γνώσεως διὰ τῆς ἀγνοίας ἕλκουσιν ἑαυτοῖς τὴν ἀπώλειαν». ἀλλὰ καὶ Ἀθηνᾶν πάλιν τὴν αὐτὴν ἔλεγε τὴν παρ' αὐτῷ Ἔννοιαν καλουμένην, χρώμενος δῆθεν ὁ πλάνος ταῖς τοῦ ἁγίου ἀποστόλου Παύλου φωναῖς μεταποιῶν τε τὴν ἀλήθειαν εἰς τὸ αὐτοῦ ψεῦδος, τό «ἐνδύσασθε τὸν θώρακα τῆς πίστεως καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου καὶ κνημῖδας καὶ μάχαιραν καὶ θυρεόν», πάντα ταῦτα ἐπὶ τῆς τοῦ Φιλιστίωνος μιμολογίας ὁ ἀπατεὼν τὰ ὑπὸ τοῦ ἀποστόλου εἰρημένα διὰ στερεὸν λογισμὸν καὶ πίστιν ἁγνῆς ἀναστροφῆς καὶ δύναμιν θείου λόγου καὶ ἐπουρανίου εἰς χλεύην λοιπὸν καὶ οὐδὲν ἕτερον μεταστρέφων. «τί γάρ;» φησί, «ταῦτα πάντα εἰς Ἀθηνᾶς τύπους μυστηριωδῶς ἐσχημάτιζε». διὸ πάλιν ἔλεγεν, ὡς προεῖπον, ὑποφαίνων ἐκείνην τὴν μετ' αὐτοῦ γυναῖκα τὴν ἀπὸ Τύρου ληφθεῖσαν αὐτῷ, τὴν ὁμώνυμον τῆς παλαιᾶς Ἑλένης, τὰ πάντα ταύτην καλῶν καὶ Ἔννοιαν καὶ Ἀθηνᾶν καὶ Ἑλένην καὶ τὰ ἄλλα, «καὶ διὰ ταύτην,φησί, καταβέβηκα· τοῦτο γάρ ἐστι τὸ γεγραμμένον ἐν τῷ εὐαγγελίῳ τὸ πρόβατον τὸ πεπλανημένον». ἀλλὰ καὶ εἰκόνα τινὰ παραδέδωκε τοῖς αὐτοῦ ὡς δῆθεν αὐτοῦ οὖσαν καὶ προσκυνοῦσι ταύτην ἐν εἴδει ∆ιός· ἄλλην δὲ ὡσαύτως Ἑλένης εἰκόνα παραδέδωκεν αὐτοῖς ἐν σχήματι Ἀθηνᾶς, καὶ προσκυνοῦσι ταύτας οἱ παρ' αὐτοῦ ἠπατημένοι. 4. Μυστήρια δὲ ὑπέθετο αἰσχρότητος ῥύσεώς τε σωμάτων, ὅπως σεμνότερον ὑφηγήσωμαι, ἀνδρῶν μὲν διὰ τῆς ἀπορροίας, γυναικῶν 1.243 δὲ διὰ τῶν κατ' ἐθισμὸν τῶν ἐμμηνίων συλλογῇ τινι αἰσχροτάτῃ εἰς μυστήρια συναγομένων. καὶ ταῦτα εἶναι μυστήρια ζωῆς γνώσεώς τε τῆς τελειοτάτης· ὅπερ μάλιστα ὑπάρχει τῷ τὴν σύνεσιν ἐκ θεοῦ κεκτημένῳ βδελυρίαν μᾶλλον ἡγεῖσθαι καὶ θάνατον ἤπερ ζωήν. ὀνόματα δέ τινα ὁ αὐτὸς ὑποτίθεται ἀρχῶν τε καὶ ἐξουσιῶν, οὐρανούς τε διαφόρους φησί, καθ' ἕκαστον δὲ στερέωμα καὶ οὐρανὸν δυνάμεις τινὰς ὑφηγεῖται καὶ ὀνόματα βαρβαρικὰ τούτοις ἐκτίθεται· μὴ ἄλλως δὲ δύνασθαι σῴζεσθαί τινα, εἰ μή τι ἂν μάθοι ταύτην τὴν μυσταγωγίαν καὶ τὰς τοιαύτας θυσίας τῷ πατρὶ τῶν ὅλων διὰ τῶν ἀρχῶν τούτων καὶ ἐξουσιῶν προσφέρειν. εἶναι δὲ τὸν αἰῶνα τοῦτον ἀπὸ ἀρχῶν καὶ ἐξουσιῶν, φησί, τῆς κακίας ἐν ἐλαττώματι κατεσκευασμένον. φθορὰν δὲ ὑφηγεῖται σαρκὸς καὶ ἀπώλειαν, μόνον ψυχῶν δὲ κάθαρσιν καὶ τούτων εἰ διὰ τῆς αὐτοῦ πεπλανημένης γνώσεως ἐν