1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

34

νηστείαν, καὶ οὕτω τελειοῦται τὸ πρῶτον βιβλίον Ἔσδρα. Ἔσδρας βιβλίον βʹ. Ἐν τούτῳ τῷ βιβλίῳ τὰ αὐτὰ μὲν τῷ πρώτῳ λέγει ὁ Ἔσδρας περὶ τῆς ἐπανόδου, χωρὶς τῶν προβληθέντων. Καὶ τὰ πλείω δὲ ἐξηγεῖται περὶ Νεεμίου τοῦ εὐνούχου· ὅτι αὐτὸς ἠξίωσε περὶ τῆς οἰκοδομῆς τοῦ ἱεροῦ· καὶ ὅτι μὲν Ἔσδρας ἀνεγίνωσκε, Ἰησοῦς δὲ καὶ Βανέας καὶ Σαραβίας ἦσαν συνετίζοντες τὸν λαόν. Καὶ ὁ μὲν Ἔσδρας ἀναγινώσκων διέστειλεν ἐν ἐπιστήμῃ Κυρίου· ὁ δὲ λαὸς συνῆκε ἐν τῇ ἀναγνώσει, καὶ ἐποίησε τὸ πάσχα, καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ ἐποίησε τὴν νηστείαν καὶ τὴν σκηνοπηγίαν, ὡς γέγραπται· Ὅτι, φησὶν, οὐκ ἐποίησαν οὕτως ἀπὸ τῶν ἡμερῶν Ἰησοῦ τοῦ Ναυῆ. Ἔσδρας δὲ ἑωρακὼς ἐπιμιγείσας γυναῖκας Ἀζωτίους τοῖς Ἑβραίοις, ἔπεισε πάντας ἐπαγγείλασθαι φυλάττειν τὸν νόμον τοῦ Θεοῦ. Καὶ ἐξέβαλε τὰς γυναῖκας, ὡς παράνομον γάμον, καὶ ὤμοσαν φυλάξαι τὸν νόμον. Καὶ οὕτως ἁγιασθέντες καὶ καθαρισθέντες εὐφράνθησαν, καὶ ἀπῆλθε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ. Ἱστορεῖται δὲ καὶ τοῦτο περὶ τοῦ Ἔσδρα, ὅτι ἀπολλυμένων τῶν βιβλίων ἐξ ἀμελείας τοῦ λαοῦ διὰ τὴν πολυχρόνιον αἰχμαλωσίαν, 56.359 αὐτὸς Ἔσδρας, φιλόκαλος ὢν καὶ εὐφυὴς, καὶ ἀναγνώστης, ἐφύλαξε πάντα, καὶ λοιπὸν προήνεγκε, καὶ πάλιν ἐκδέδωκε· καὶ οὕτω διασώζεται τὰ βιβλία. Ἐσθὴρ βιβλίον. Ἐσθὴρ καλεῖται τὸ βιβλίον, ἐπειδὴ διὰ τῆς Ἐσθὴρ ὁ Θεὸς μέλλοντας ἀπολέσθαι παγγενῆ τοὺς Ἰουδαίους, αὐτοὺς μὲν διέσωσε, τὸν δὲ Ἀμὰν ἐπιβουλεῦσαι θελήσαντα ἐπάταξεν. Ἀρταξέρξης γὰρ ὁ βασιλεὺς τὴν ἰδίαν ἐκβαλὼν γυναῖκα, ἐζήτησεν ἐν τῇ βασιλείᾳ αὐτοῦ τὴν πάντων καλλίστην οὖσαν καὶ ὡραιοτέραν λαβεῖν ἑαυτῷ γυναῖκα· καὶ εὑρέθη Ἐσθὴρ τὸ γένος Ἰουδαία τυγχάνουσα. Ἦν δὲ καὶ Μαρδοχαῖος συγγενὴς αὐτῆς ἀπὸ τῆς αἰχμαλωσίας τῆς γενομένης ἐπὶ Σεδεκίου ἐν αὐτῇ τῇ χώρᾳ. Ὁ οὖν βασιλεὺς μέγαν ποιήσας τὸν λεγόμενον Ἀμὰν, ἐκέλευσε πάντας αὐτὸν προσκυνεῖν. Ἀλλὰ τοῦ Μαρδοχαίου τῇ πρὸς Θεὸν λατρείᾳ μὴ προσκυνοῦντος τὸν ἄνθρωπον, ὠργίσθη ὁ Ἀμὰν, καὶ μαθὼν ὅτι Ἰουδαῖός ἐστι, πείθει τὸν βασιλέα Ἀρταξέρξην, καὶ γράφει ὥστε πάντας τοὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ Ἰουδαίους ὁλοῤῥίζους ἀπολέσθαι ἐν μιᾷ ἡμέρᾳ τῷ δωδεκάτῳ μηνί. Τοῦτο τοίνυν μαθὼν ὁ Μαρδοχαῖος, ἐπένθει, καὶ νηστεύων, προὔπεμψε τὴν Ἐσθὴρ ἀξιῶν παρὰ αὐτῆς βοήθειαν γενέσθαι. Ἡ τοίνυν Ἐσθὴρ νηστεύσασα, καὶ εὐξαμένη τῷ Θεῷ, ἐκόσμησεν ἑαυτὴν τῷ γυναικείῳ κόσμῳ, καὶ μὴ κληθεῖσα (οὐκ ἦν γὰρ ἐξὸν μὴ κληθεῖσαν εἰσελθεῖν), ὅμως εἰσῆλθε παρὰ τὸν καιρὸν πρὸς τὸν βασιλέα, ἀντὶ τοῦ καιροῦ τῇ εὐχῇ θαῤῥοῦσα. Εἶτα τοῦ βασιλέως θαυμάζοντος τὸ ξένον, ἔπεσεν ἐκείνη ἀπὸ τοῦ φόβου. Ὁ δὲ Θεὸς μετέβαλε τὸν θυμὸν τοῦ βασιλέως εἰς διάθεσιν καὶ πραότητα· καὶ ἀναστὰς ἐβάστασε τὴν γυναῖκα, καὶ παρεκάλει αὐτὴν μὴ φοβεῖσθαι, ἀλλὰ καὶ ἠξίωσεν αὐτὴν αἰτεῖσθαι, εἴ τι βούλοιτο. Ἡ δὲ ἐπὶ δεῖπνον ἠξίωσεν ἐλθεῖν αὐτόν τε τὸν βασιλέα καὶ τὸν Ἀμὰν, οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον. Ὁ μὲν οὖν Ἀμὰν διαχυθεὶς καὶ γανωθεὶς, ὡς ὑπὸ τῆς βασιλίδος ἀξιωθεὶς κληθῆναι, ἔτι μᾶλλον ἐπήρετο κατὰ τοῦ Μαρδοχαίου, καὶ ἐποίησε ξύλον κοπῆναι μέγα, βουλόμενος τὸν Μαρδοχαῖον τῇ ἑξῆς ἡμέρᾳ ἐν αὐτῷ κρεμάσαι. Ὁ δὲ βασιλεὺς κατά τινα πρόνοιαν ἀγαθὴν, ἀγρυπνήσας ἐκείνην τὴν νύκτα, καὶ μὴ δυνάμενος ὑπνῶσαι, ἐκέλευσεν ἀναγινώσκεσθαι αὐτῷ τῶν πράξεων αὐτοῦ τὰ ὑπομνήματα. Ἀναγινωσκομένων δὲ αὐτῶν, εὗρε πρᾶξιν ἀγαθὴν εἰς αὐτὸν γενομένην ὑπὸ τοῦ Μαρδοχαίου. ∆ύο γὰρ εὐνούχους μέλλοντας ἐπιβουλεύειν τῷ βασιλεῖ κατήνεγκεν αὐτῷ τῷ βασιλεῖ καὶ ἤλεγξεν. Ὁ τοίνυν βασιλεὺς ἀποδεξάμενος τὴν προαίρεσιν τοῦ Μαρδοχαίου, ἐζήτει τιμὴν ἀξίαν τῷ τοιούτῳ παρασχεῖν. Ὡς δὲ εἰσῆλθε πρωῒ πρὸς αὐτὸν ὁ Ἀμὰν, ἐπυνθάνετο ὁ βασιλεὺς αὐτοῦ, ὁποίας καὶ πηλίκης τιμῆς ἄξιός ἐστιν ὁ τὸν βασιλέα εὐεργετήσας. Ὁ δὲ Ἀμὰν νομίζων περὶ αὐτοῦ πυνθάνεσθαι τὸν βασιλέα, εἶπεν ἄξιον εἶναι τὸν τοιοῦτον δεύτερον βασιλέα καλεῖσθαι. Ὁ μὲν οὖν βασιλεὺς κελεύει τὸν Μαρδοχαῖον τῆς τοιαύτης ἀξιωθῆναι τιμῆς, καὶ τὸν Ἀμὰν ἔμπροσθεν αὐτοῦ περιπατεῖν. Ἡ δὲ Ἐσθὴρ πρόφασιν εὑροῦσα, ἠξίωσε περὶ τῶν Ἰουδαίων. Εἶτα τοῦ