35
μυσταγωγίᾳ κατασταῖεν. καὶ οὕτως ἄρχεται τῶν Γνωστικῶν καλουμένων ἡ † ἀρχή. μὴ εἶναι δὲ τὸν νόμον θεοῦ, ἀλλὰ ἀριστερᾶς δυνάμεως ἔφασκε, μήτε προφήτας ἐξ ἀγαθοῦ θεοῦ ὑπάρχειν; ἀλλὰ ἑτέρας καὶ ἑτέρας δυνάμεως. καὶ ὡς βούλεται ἑκάστῳ ὁρίζεται· τὸν μὲν νόμον τινός, ∆αυὶδ δὲ ἄλλης, Ἠσαΐαν ἑτέρας, Ἰεζεκιὴλ πάλιν ἑτέρας, καὶ ἕκαστόν τινα τῶν προφητῶν μιᾷ ἀρχῇ ἀνατίθεται. εἶναι δὲ τούτους ἅπαντας ἐκ τῆς ἀριστερᾶς δυνάμεως καὶ ἔξω τοῦ πληρώματος, πάντα δὲ πιστεύοντα τῇ παλαιᾷ διαθήκῃ θάνατον ὑπέχειν. 5. Ἀνατρέπεται δὲ τοῦτο τὸ δόγμα ἀπ' αὐτῆς τῆς ἀληθείας. εἰ γὰρ αὐτὸς εἴη ἡ δύναμις τοῦ θεοῦ ἡ μεγάλη καὶ τὸ σὺν αὐτῷ πορ1.244 νίδιον τὸ πνεῦμα τὸ ἅγιον ὡς αὐτός φησι, φησάτω τί τὸ ὄνομα τῆς 1.244 δυνάμεως ἢ τίνι τῷ λόγῳ τὸ ἐπίθετον τῇ μὲν γυναικὶ ἐφηύρατο, ἑαυτῷ δὲ οὐδὲν τὸ παράπαν· πῶς δὲ ἐν χρόνῳ τινὶ εὑρίσκεται κατὰ διαδοχὴν τὸ χρεὼν ἐπὶ τῆς Ῥωμαίων ἀποδούς, ὅτε ἐν μέσῃ τῶν Ῥωμαίων πόλει ὁ τάλας καταπεσὼν τέθνηκεν· τίνι δὲ τῷ λόγῳ ὁ Πέτρος ἀπεφήνατο, αὐτὸν μὴ κλῆρον μὴ μερίδα ἔχειν ἐν τῷ μέρει τῆς θεοσεβείας· πῶς δὲ δύναται ὁ κόσμος θεοῦ ἀγαθοῦ μὴ ὑπάρχειν, ὁπότε ἐξ αὐτοῦ πάντες οἱ ἀγαθοὶ ἐξελέγησαν· πῶς δὲ ἀριστερὰ εἴη δύναμις ἡ ἐν νόμῳ καὶ ἐν προφήταις λαλήσασα, ἥτις περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ ἀπὸ τοῦ ἀγαθοῦ θεοῦ προκεκήρυχεν καὶ τὰ φαῦλα πάντα ἀπαγορεύει· πῶς δὲ οὐκ ἂν εἴη μία θεότης καὶ τὸ αὐτὸ πνεῦμα καινῆς καὶ παλαιᾶς διαθήκης, ὁπότε ὁ κύριος εἶπεν «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι»; καὶ ἵνα δείξῃ ὅτι ὁ νόμος ὑπ' αὐτοῦ κατηγγέλη καὶ διὰ Μωυσέως ἐδωρήθη, ἡ δὲ εὐαγγελικὴ χάρις δι' ἑαυτοῦ καὶ τῆς ἐνσάρκου παρουσίας κεκήρυκται, ἔλεγε τοῖς Ἰουδαίοις «εἰ ἐπιστεύετε Μωυσῇ, καὶ ἐμοὶ ἂν ἐπιστεύετε· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψεν». καὶ ἄλλα πολλὰ ἔστιν * πρὸς ἀντίθεσιν τῆς τοῦ γόητος ληρολογίας· πῶς δὲ ἔσται τὰ αἰσχρὰ ζωτικά, εἰ μή τι ἂν δαιμόνων εἴη τὸ φρόνημα, ὁπότε αὐτὸς ὁ κύριος λέγει ἐν τῷ εὐαγγελίῳ πρὸς τοὺς λέγοντας αὐτῷ «εἰ οὕτως ἡ αἰτία τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι»· ὁ δὲ πρὸς αὐτοὺς ἔφη «οὐ πάντες τοῦτο χωροῦσι· εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν» καὶ ἔδειξεν ὡς τὸ φύσει ἀπέχεσθαι συζυγίας βασιλείας οὐρανῶν ἐστι τὸ δῶρον. πάλιν δὲ ἐν ἄλλῳ τόπῳ λέγει κατὰ τὸν σεμνὸν γάμον, ὃν αὐτὸς ὁ Σίμων παραφθείρων αἰσχρῶς μεθοδεύει τὴν ἑαυτοῦ ἐπιθυμίαν, ὅτι «οὓς ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω». 1.245 6. Πῶς δὲ πάλιν ὁ πλάνος ἐπιλαθόμενος τῆς ἰδίας ληρῳδίας ἑαυτὸν ἐλέγχει, ὥσπερ ἀγνοῶν ἃ προλέγει; φήσας γὰρ ὅτι ὑπ' αὐτοῦ γεγόνασιν οἱ ἄγγελοι διὰ τῆς αὐτοῦ Ἐννοίας, πάλιν ἔλεγεν μεταμορφοῦσθαι καθ' ἕκαστον οὐρανόν, ὅπως λάθοι τοὺς αὐτοὺς ἐν τῷ κατιέναι. ἄρα δεδιὼς ἐλάνθανε, καὶ πῶς δέδιεν ὁ ληρολόγος οὓς αὐτὸς ἐποίησεν ἀγγέλους; πῶς δὲ οὐ πάντῃ εὐθυέλεγκτος αὐτοῦ τοῖς συνετοῖς ἡ ὑποσπορὰ τῆς πλάνης εὑρεθήσεται, ὁπότε «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν» φησὶν ἡ γραφή; καὶ συνᾳδόντως τούτῳ τῷ λόγῳ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ φησὶν ὡς πρὸς τὸν θεὸν καὶ πατέρα τὸν ἴδιον «πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς». εἰ τοίνυν ποιητὴς οὐρανοῦ καὶ γῆς ὑπάρχει ὁ θεὸς ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μάτην τὰ πάντα τῷ συκοφάντῃ Σίμωνι εἴρηται, τὸ ὑπὸ ἀγγέλων τὸν κόσμον ἐν ἐλαττώματι γεγενῆσθαι καὶ τὰ ἄλλα πάντα, ὅσα δαιμονῶν ὁ πλάνος τῷ κόσμῳ παραλαλῶν εἰσηγήσατο καὶ ἀπάτην τισὶν ἐνεποίησεν τοῖς ὑπ' αὐτοῦ ἠπατημένοις. 7. Καὶ ταῦτά μοι ἐν ἐπιτομῇ πρὸς τὴν τούτου αἵρεσιν εἰρημένα ἀρκέσει τοῖς ἐντυγχάνουσιν εἰς πρόφασιν ἀληθείας τε καὶ ἰάσεως καὶ εἰς ἔλεγχον τῶν διὰ τῆς τοιαύτης θηριώδους φθορᾶς πειρωμένων ἀδικεῖν τοὺς ἀγνοοῦντας. ὑπερβήσομαι δὲ καὶ