35
Ἰουδαίων λαόν. "Καί γε ἀγάπη αὐτῶν, καί γε μῖσος αὐτῶν, καί γε ζῆλος αὐτῶν ἤδη ἀπώλετο." Οἱ νεκροὶ τοῖς παραπτώμασιν, ὦν ἐστι καὶ ὁ τῶν Ἰουδαίων λαὸς, οὔτε τὴν ἀγάπην ἔτι πρὸς Θεὸν διασώζουσιν, οὔτε τὸ μῖσος τὸ πρὸς τὴν κακίαν· οὔτε δύνανται λέγειν κατὰ τὸν Φινεὲς, Ζηλῶν ἐζήλωσα τῷ Κυρίῳ. "Καί γε μερὶς οὐκ ἔστιν αὐτοῖς εἰς τὸν αἰῶνα. ἐν παντὶ τῷ πεποιημένῳ ὑπὸ τὸν ἥλιον." Τὴν γῆν τῆς ἐπαγγελίας, κλῆρον τῶν Ἰουδαίων οὖσαν, καὶ αὐτὴν τὴν Ἱερουσαλὴμ, καὶ τῆς ἱερατείας ἀπώλεσαν τὸ ἀξίωμα, ὥστε αὐτοὺς μήτε ἐν τούτῳ τῷ βίῳ μερίδα ἔχειν ἐπὶ τῆς γῆς. "∆εῦρο φάγε ἐν εὐφροσύνῃ τὸν ἄρτον σου, καὶ πίε ἐν καρδίᾳ ἀγαθῇ οἶνόν σου, ὅτι εὐδόκησεν ὁ Θεὸς τὰ ποιήματά σου." Πρὸς μὲν ῥητὸν, ἐν εὐφροσύνῃ καὶ καρδίᾳ ἀγαθῇ μεταλαμβάνει τις τῶν τοῦ Θεοῦ κτισμάτων, συμμέτρως καὶ κατὰ χρείαν αὐτοῖς χρώμενος· ἴδιον γὰρ τοῦτο τῶν λογικῶν. ∆ιὸ καὶ εἶπε, τὸν ἄρτον σου. Τὸ γὰρ ἄπληστον καὶ γαστρίμαργον ἀλόγων ἴδιον. Πρὸς δὲ διάνοιαν, ἄρτος καὶ οἷνος τῶν λογικῶν αἱ ἀρεταὶ, καταλλήλως τὰς ψυχὰς ἐκτρέφουσαι. ∆ιὸ καὶ εὐδοκεῖ Θεὸς, τουτέστι συντίθεται καὶ ἐφήδεται ταῖς τοιαύταις αὐτῶν πράξεσιν. Ἄλλως· Προτρέπεται ὁ σαρκωθεὶς Λόγος τῶν ἀνθρώπων τὸ γένος εἰς τὴν μυστικὴν μετάληψιν, ἥτις κυρίως δι' ἡμᾶς γέγονε· διὰ γὰρ τὴν ἡμῶν σωτηρίαν ὁ ἄσαρκος ἐσαρκώθη. Καὶ εὐδοκεῖ, καὶ συγχαίρει τοῖς τῆς Ἐκκλησίας ποιήμασιν. "Ἐν παντὶ καιρῷ ἔστωσαν τὰ ἱμάτιά σου λευκά." Αἱ κατὰ ἀρετὴν πράξεις, καὶ τὸ διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας διδόμενον ἔνδυμα, φυλαττόμενον δὲ λευκὸν ἐν παντὶ καιρῷ διὰ τῆς ἀναμαρτησίας, ἱμάτια κέκτηται λευκά. Καὶ ὁ λούων καθ' ἑκάστην νύκτα τὴν κλίνην, καὶ ἐν δάκρυσι τὴν στρωμνὴν βρέχων, καὶ ἀποσμήχων διὰ τῆς μετανοίας τὰς τῆς ἁμαρτίας κηλῖδας. "Καὶ ἔλαιον ἐπὶ κεφαλῇ σου μὴ ὑστερησάτω." Πρὸς μὲν ῥητὸν, ἀνθηροὺς εἶναι βούλεται ὁ λόγος τοὺς τῆς ἀρετῆς ἀσκητὰς, καὶ μὴ ἀφανίζειν τὰ πρόσωπα τῷ σκυθρωπῷ τῆς ὑποκρίσεως. Πρὸς δὲ διάνοιαν, τὸ ἔλαιον φωτός ἐστι θρεπτικὸν, καὶ καμάτων λυτήριον. Φωτίζει δὲ ἡμῶν τὸν νοῦν, καὶ διαναπαύει ἡ χρίσις τοῦ ἁγίου Πνεύματος, ἣν ἔχειν ὀφείλομεν διὰ παντὸς, μὴ λυποῦντες τὸ Πνεῦμα τὸ ἅγιον. Ἄλλως· Κεφαλὴ ἡμῶν ὁ Χριστὸς εἴρηται· οἰκειοῦται δὲ αὐτὸς τὰς εἰς τοὺς πένητας ἐλεημοσύνας. Μὴ διαλείπωμεν τοιγαροῦν ἀλείφοντες ἡμῶν τὴν κεφαλὴν, τουτέστι ἐλεημονικὴν ἕξιν εἰς τοὺς δεομένους ἀναλαμβάνοντες. 93.589 "Καὶ ἴδε ζωὴν μετὰ γυναικὸς, ἧς ἠγάπησας." Εἰ μὲν ἁπλῶς, μετὰ γυναικὸς ἀγαπωμένης, τῆς Ἐκκλησίας φησὶ τῆς νύμφης τοῦ Χριστοῦ, ἐν ᾗ εὑρίσκεται ἡ ζωὴ ἡ αἰώνιος. Εἰ δὲ μετὰ γυναικὸς τῆς τοῦ διδασκομένου, πρὸς μὲν ῥητὸν μονογαμίαν διδάσκει, καὶ σεμνὸν εἰσηγεῖται γάμον· ἡ δὲ ἐν γάμῳ ἁγνεία, τῆς αἰωνίου ζωῆς γίνεται πρόξενος. Ἴδε οὖν ζωὴν μετὰ γυναικὸς ἧς ἠγάπησας, ἀντὶ τοῦ, Μὴ ἀπατηθῇς ὑπ' αὐτῆς, ὡς ὁ Ἀδὰμ ὑπὸ τῆς Εὔας. Σπούδασον δὲ σὺ τὸ ἀσθενέστερον μέρος χειραγωγῆσαι πρὸς τὴν ζωήν. Πρὸς δὲ διάνοιαν, ἡ σοφία γυνὴ κέκληται, μεθ' ἧς βιοτεύοντες τῆς αἰωνίου κατατρυφῶμεν ζωῆς. "Πάντα ὅσα ἂν εὕρῃ ἡ χείρ σου τοῦ ποιῆσαι, ὡς ἡ δύναμίς σου, ποίησον· ὅτι οὐκ ἔστι ποίημα, καὶ λογισμὸς, καὶ γνῶσις, καὶ σοφία ἐν ᾅδῃ, ὅπου σὺ πορεύση ἐκεῖ." Τὴν πρακτικὴν ἀρετὴν κατὰ πᾶσαν δύναμιν παραινεῖ μετιέναι, ἀλλ' οὐχ ὑπὲρ δύναμιν. Ὁ γὰρ κατὰ δύναμιν ταύτην ἐργαζόμενος, καὶ λογισμοὺς ἀγαθοὺς γεωργεῖ, καὶ γνώσεως ἀξιοῦται, καὶ σοφίας, ὡς ἂν ὁ Θεὸς ἐπιμερίσῃ κατὰ τὸ συμφέρον· ἐν δὲ τῷ ᾅδῃ ἐπειδὴ τὰ πρακτικὰ αἰσθητὰ ὄντα οὐ δύνανται ὑπάρχειν, οἱ ἐν ἁμαρτίαις ζήσαντες, ἐν τῷ ᾅδῃ, τὴν πρακτικὴν ἀρετὴν μὴ δυνάμενοι μετελθεῖν, ἀναγκαίως οὔτε σοφοὶ γενέσθαι δύνανται, οὔτε ἄλλως ἐνάρετοι, ταῖς αἰωνίοις παραδοθέντες βασάνοις. "Ἐπέστρεψα, καὶ εἶδον ὑπὸ τὸν ἥλιον, ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος, καὶ οὐ τοῖς δυνατοῖς ὁ πόλεμος, καί γε οὐ τοῖς σοφοῖς ὁ ἄρτος, καί γε οὐ τοῖς συνετοῖς ὁ πλοῦτος, καί γε οὐ τοῖς γινώσκουσι χάρις, ὅτι καιρὸς καὶ συνάντημα συναντήσεται τοῖς πᾶσιν αὐτοῖς· καί γε οὐκ ἔγνω ὁ ἄνθρωπος τὸν καιρὸν αὐτοῦ." Ἐπέστρεψα, φησὶ, ἀντὶ τοῦ, Ἄλλο τι πάλιν ἐθεώρησα,