36
ἐφ' ἑτέρας πάλιν βαδιοῦμαι αἱρέσεως ἔλεγχον, τούτου τὴν ἰοβολίαν ἱκανῶς συντρίψας. ἔστιν γὰρ ἐν αὐτῷ μεταβολὴ καὶ ἐνδοιασμός, πλάνου μὲν ὄντος αὐτοῦ μορφὴν δὲ ὀνόματος Χριστοῦ ἐνδυσαμένου, ὡς ἡ τῶν ἐκτρωμάτων ἑρπετώδης ἐξ οὐρίων ᾠῶν ἀσπίδων κυϊσκομένη φθορὰ καὶ ἄλλων ἐχιδνῶν, ὥς φησιν ὁ προφήτης «ᾠὰ ἀσπίδων ἔρρηξαν, καὶ ὁ μέλλων τῶν ᾠῶν αὐτῶν φαγεῖν ηὗρεν οὔριον καὶ ἐν αὐτῷ βασιλίσκον». ἀλλὰ τῇ δυνάμει ὡς ἔφην τοῦ Χριστοῦ τοῦτον παίσαντες διὰ τῶν τῆς ἀληθείας λόγων καὶ τὴν αὐτοῦ λύμην ἀφανίσαντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἀγαπητοί.
1.246 Κατὰ Μενάνδρου, ˉβ ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας, τῆς δὲ ἀκολουθίας ˉκˉβ.
1. Ταύτῃ καθεξῆς συνέπεται Μένανδρός τις, ὃς ἀπὸ Σαμαρειτῶν ὁρμώμενος ἐγένετο μαθητεύων τούτῳ τῷ Σίμωνι ἐν χρόνῳ τινί. ὁμοίως δὲ ἔλεγεν καὶ αὐτὸς τὸν κόσμον γεγονέναι ὑπὸ ἀγγέλων, ἑαυτὸν δὲ ἔλεγεν ἄνωθεν δύναμιν θεοῦ καταπεπέμφθαι. μείζονα δὲ κυβείαν οὗτος ὑπὲρ τὸν πρότερον ἐργασάμενος πρὸς ἀπάτην τῶν ἀνθρώπων ἔλεγεν ἑαυτὸν πεπέμφθαι εἰς σωτηρίαν, δῆθεν εἰς τὸ συναγαγεῖν τινὰς εἰς τὸ ἑαυτοῦ μυστήριον διὰ τὸ μὴ ὑπὸ τῶν τὸν κόσμον πεποιηκότων ἀγγέλων καὶ ἀρχῶν καὶ ἐξουσιῶν κατακυριευθῆναι. ὅμοια δὲ τῷ ἑαυτοῦ διδασκάλῳ τὰ πάντα συνυφαίνων καὶ γοητείαις καὶ ταῖς ἄλλαις μαγγανείαις * οὐ διέλειπεν, οὐδὲν δὲ διήλλαττε τῇ διδασκαλίᾳ ἀλλ' ἢ μόνον ὅτι ἑαυτὸν ἔλεγε μείζονα μᾶλλον ἢ τὸν πρὸ αὐτοῦ ὄντα αὐτοῦ διδάσκαλον. 2. Τῷ δὲ αὐτῷ ἐλαττώματι ᾧ καὶ ὁ αὐτοῦ διδάσκαλος περιέπεσε καὶ αὐτὸς ἁλοὺς διὰ τῶν αὐτῶν τοῦ ἐλέγχου τῆς ἀληθείας λόγων ἀνατραπήσεται. † ἀνετράπη γὰρ οὗτος καὶ ἔληξεν ἡ αὐτοῦ αἵρεσις ὡς ἐπὶ τὸ πλεῖστον. ὑπερβήσομαι δὲ καὶ ἐφ' ἑτέραν πάλιν προκόπτων τῇ ὑφηγήσει ἐλεύσομαι. τῷ γὰρ ὄντι οἱ παλαιοὶ ἱστοροῦσι μῦθον, ὡς ἐκ πολλῶν ἀσπίδων συνηγμένων ἐν ἄγγει ἑνὶ ὀστρακίνῳ καὶ 1.247 κατατεθεισῶν ἐν τοῖς θεμελίοις τῶν τεσσάρων γωνιῶν ἑκάστου τεμένους τῶν ἐν Αἰγύπτῳ οἰκοδομηθέντων εἰδώλων, καὶ εἴ τις τούτων ἰσχυροτέρα ηὕρηται παρὰ τὰς ἄλλας, ἐπελθοῦσα ταῖς ἑτέραις κατέφαγε· μείνασα δὲ καθ' ἑαυτὴν καὶ τροφῆς μὴ εὐποροῦσα, στραφεῖσα αὕτη καὶ ἀπὸ τῆς κέρκου αὐτῆς ἐσθίειν ἀρξαμένη ἕως μέρους τινὸς * τοῦ σώματος κατέφαγε· καὶ οὕτως ἔμεινεν οὐκέτι τελεία, ἀλλὰ ἥμισυ ὑπάρχουσα ἑρπετοῦ. διὸ καὶ ἀσπιδογοργόνα ταύτην ἐκάλεσαν, ὥστε νοεῖν ἡμᾶς τὸ παλαιὸν μὲν εἶναι τοῦτο, νῦν δὲ μηκέτι τοῦτο εὑρισκόμενον, ἀλλὰ ἠφανίσθαι· ὡς καὶ αὕτη παντελῶς ἀπολομένη ἔχει μὲν παρ' ἡμῶν τὴν ἀντιλογίαν, αὐτὴ δὲ διὰ τῆς δυνάμεως Χριστοῦ ἠφάνισται. καὶ ταύτην δὲ ὑπερβάντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἀγαπητοί. Κατὰ Σατορνίλου, ˉγ ἀπὸ τῆς τοῦ κυρίου παρουσίας, τῆς δὲ ἀκολουθίας
ˉκˉγ.
1. Μετὰ τοῦτον Σατορνῖλός τις ἀνέστη, καὶ αὐτὸς ἐκεῖθεν τὰς ἀφορμάς, ἀπὸ Μενάνδρου φημὶ καὶ τῶν πρώην λαβών. οὗτος πρὸς τῇ Συρίᾳ κατοικήσας, τουτέστιν Ἀντιοχείᾳ τῇ πρὸς ∆άφνην, πολλήν τινα τέχνην καὶ ἐμπειρίαν πλάνης τῷ κόσμῳ παρεισήνεγκεν. δύο γὰρ οὗτοι ἐγένοντο συσχολασταί, Βασιλείδης τε καὶ Σατορνῖλος· καὶ ὁ μὲν Βασιλείδης πρὸς τῇ Αἰγύπτῳ χωρήσας ἐκεῖσε τὰ σκοτεινὰ αὐτοῦ τοῦ βάθους τῆς