1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

36

ὅτι οὐ πάντως τοῖς κούφοις τὸ νικᾷν ἐν δρόμῳ, οὐδὲ τοῖς δυνατοῖς τὸ κατορθοῦν πόλεμον, οὐδὲ τοῖς σώφροσι καὶ συνετοῖς ὁ πλοῦτος. Ἀλλ' οὐδὲ πάντως οἱ πολλὰ εἰδότες καὶ χάριν ἔχουσι· τὰ γὰρ συναντήματα πᾶσι κοινὰ, τουτέστι αἱ τῶν πραγμάτων ἐκβάσεις. Καὶ οὐδὲ παρὰ ἀνθρώποις αὔταρκες. ἢ ὁμαλὸν, ἢ εἰς τέλος ὅμοιον, τῶν πάντων περιτρεπομένων καὶ χωρούντων κατὰ τὰ ἀνέφικτα τοῦ Θεοῦ κρίματα. Ἀλλ' οὐδὲ οἶδε ἄνθρωπος, φησὶ, τὸν καιρὸν τῆς ἑαυτοῦ τελευτῆς· διὸ γρηγορεῖν προσήκει, καὶ τὴν ἀρετὴν ἐργάζεσθαι. Καὶ πρὸς διάνοιαν δὲ, Οὐκ ὀφείλουσιν οἱ ἐνάρετοι, κοῦφοι, ἢ δυνατοὶ, ἢ πλούσιοι, ἐφ' ἑαυτοῖς πεποιθέναι· τὸ δὲ ἐναντίον, ὅπερ δὴ καὶ ποιοῦσιν οἱ οὕτως σοφοὶ, λέγειν, Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· καὶ τῷ Θεῷ τὸ πᾶν ἀνατίθεσθαι. Οὐ γὰρ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ τῆς νίκης τὸ κατόρθωμα. Οὔτε 93.592 γὰρ χάριν ἄνθρωπος ἔχει, κἂν πολλὰ γινώσκῃ, εἰ μὴ ἐκ Θεοῦ δέξηται τὴν χάριν, οὔτε οἶδε πράξεως καιρὸν, εἰ μὴ ὑπὸ Θεοῦ φωταγωγηθῇ. "Ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι ἐν ἀμφιβλήστρῳ κακῷ, καὶ ὡς ὄρνεα τὰ θηρευόμενα ἐν παγίδι, ὡσαύτως παγιδεύονται οἱ υἱοὶ τοῦ ἀνθρώπου, εἰς καιρὸν πονηρὸν, ὅταν ἐμπέσῃ ἐπ' αὐτοῖς ἄφνω." Ἀμφίβληστρον κακὸν, τὸ ἐκ τῆς πολυμεροῦς κακίας πλακὲν δίκτυον. Ἔστι δὲ καὶ καλὸν, ὡς ἡ σαγήνη ἡ πλακεῖσα ἐκ τῶν παλαιῶν καὶ νέων τοῦ Σωτῆρος ἡμῶν διδαγμάτων. Οἱ τοίνυν τῶν ἀνθρώπων τὸν ὑγρὸν καὶ διαῤῥέοντα μετερχόμενοι βίον, δίκην ἀλόγων ἰχθύων, τοῖς τῆς κακίας ἐννηχόμενοι ῥεύμασιν, τοιούτοις δικτύοις ἁλίσκονται. Οἱ δὲ τὴν ψευδώνυμον μετερχόμενοι γνῶσιν, καὶ δοκοῦντες ὑψηλοί τινες εἶναι, καὶ ἀεροπόροι, ὡς τὰ ὄρνεα τὰ πετόμενα, ταῖς διαβολικαῖς παγίσιν ἀγρεύονται, καὶ ἐμπίπτουσιν εἰς καιρὸν πονηρὸν τὸν τῆς κολάσεως, ὅταν αὐτοῖς ὁ αἰφνίδιος ὄλεθρος ἐπιστῇ. "Καί γε τοῦτο εἶδον, σοφίαν ὑπὸ τὸν ἥλιον· καὶ μεγάλη ἐστὶ πρός με πόλις μικρὰ, καὶ ἄνδρες ἐν αὐτῇ ὀλίγοι· καὶ ἔλθῃ ἐπ' αὐτὴν βασιλεὺς μέγας, καὶ κυκλώσῃ αὐτήν· καὶ οἰκοδομήσῃ χάρακας μεγάλους ἐπ' αὐτήν· καὶ εὕρῃ ἐν αὐτῇ ἄνδρα πένητα σοφὸν, καὶ διασώσει αὐτὸς τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτοῦ· καὶ ἄνθρωπος οὐκ ἐμνήσθη σὺν τοῦ ἀνδρὸς τοῦ πένητος ἐκείνου. Καὶ εἶπα ἐγὼ, Ἀγαθὴ σοφία ὑπὲρ δύναμιν· καὶ σοφία τοῦ πένητος ἐξουδενωμένη· καὶ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι." Ὡς πρὸς ἐαυτὸν ὁ προσκόπτων μεγάλην φησὶ σοφίαν ἑωρακέναι ὑπὸ τὸν ἥλιον, πόλιν τινὰ μικρὰν καὶ ὀλιγάνθρωπον, ὑπὸ μεγάλου βασιλέως πολιορκουμένην, καὶ σωζομένην ὑπό τινος τῶν ἔνδον, πένητος μὲν, ἀλλὰ σοφοῦ· καὶ νικώμενα τὰ ἔξωθεν ὅπλα τῇ τοῦ ἔνδον πένητος εὐβουλίᾳ, καὶ οὐκ εὐχαριστούμενον τὸν ἄτυφον ἐκεῖνον καὶ ἀκτήμονα σοφόν. Πεφύκασι γὰρ οἱ ἄνθρωποι τῶν εὐεργετῶν ἀμνημονεῖν ὡς τὰ πολλὰ, καὶ καταφρονεῖν τῶν λόγων τῶν ταπεινῶν, κἂν ὦσι χρήσιμοι· κολακεύειν δὲ μόνους τοὺς πλουσίους καὶ δυνατοὺς, καὶ τοὺς αὐτῶν ἐπαινεῖν λόγους. Ἀλλ' ἐγὼ, φησὶν ὁ σοφὸς, οὔτε αὐτὸ πεποιθὼς τοῖς πολλοῖς ἐρῶ, ὅτι "Ἀγαθὴ σοφία ὑπὲρ δύναμιν." Καὶ πρὸς μὲν ῥητὸν, τάδε. Πρὸς δὲ ἀναγωγήν· Μικρὰ πόλις ἡ ἐπὶ γῆς Ἐκκλησία, συγκρίσει τῆς ἐπουρανίου· ἄνδρες ὀλίγοι ἐν αὐτῇ. οἱ ἅγιοι καὶ ἐκλεκτοί· ὁ δὲ τὴν κακίαν μέγας ὁ ἀρχέκακος διάβολος. Ταύτην ἀεὶ κυκλοῖ τὴν πόλιν, ἑλεῖν βουλόμενος τοὺς ἐν αὐτῇ. Ὁ δὲ πένης καὶ σοφὸς ὁ διασώζων τὴν πόλιν, Χριστός ἐστιν ὁ Σωτὴρ, Πατρὸς Θεοῦ σοφία, καὶ λέγων, Θαρσεῖτε· ἐγὼ νενίκηκα τὸν κόσμον. Καὶ οἱ μὲν τούτου λόγοι παρὰ τοῖς ἀσόφοις Ἕλλησι καὶ Ἰουδαίοις οὐκ ἀκούονται· ὁ δὲ σοφὸς κατανενοηκὼς τῇ δυνάμει τοῦ μυστηρίου, ὡς οὐ θεϊκῇ ἐξουσίᾳ καὶ ῥώμῃ, ἀλλὰ σοφίᾳ χρησάμενος, καὶ ἄνθρωπος γεγονὼς ὁ λόγος, κατεπάλαισε τὸν τύραννον, μηδεμίαν αὐτῷ πρόφασιν 93.593 ὑπολιμπανόμενος· ἵνα ὥσπερ ἄνθρωπον ἐνίκησε τὸν ἀρχαῖον Ἀδὰμ, οὕτω καὶ ὑπὸ ἀνθρώπου καταῤῥαχθῇ τοῦ νέου Ἀδὰμ, τοῦ ἐκ τῶν οὐρανῶν· περὶ τούτου προανεφώνησε κεκραγώς· "Ἀγαθὴ σοφία ὑπὲρ δύναμιν. Λόγοι σοφοῦ ἐν ἀναπαύσει ἀκούονται, ὑπὲρ κραυγὴν ἐξουσιαζόντων ἐν ἀφροσύνῃ." Μὴ συγκριτικῶς ἐκλάβῃς