37
πλάνης κεκήρυχεν, ὁ δὲ Σατορνῖλος ἐν τῷ 1.248 προειρημένῳ τόπῳ διατρίβων ὁμοίως τῷ Μενάνδρῳ τὸν κόσμον ὑπὸ ἀγγέλων γεγενῆσθαι κατήγγελλεν. ἕνα δὲ εἶναι πατέρα ἄγνωστον, τὸν αὐτόν τε πεποιηκέναι δυνάμεις καὶ ἀρχὰς καὶ ἐξουσίας· τοὺς δὲ ἀγγέλους διεστάναι τῆς ἄνω δυνάμεως, ἑπτὰ δέ τινας τὸν κόσμον πεποιηκέναι καὶ τὰ ἐν αὐτῷ· τὸν κόσμον δὲ κατὰ μεριτείαν ἑκάστῳ ἀγγέλῳ κεκληρῶσθαι. ὁμοῦ δὲ συνελθόντας τοὺς αὐτοὺς ἀγγέλους ἐντεθυμῆσθαι καὶ κοινῇ τὸν ἄνθρωπον πεποιηκέναι κατὰ τὴν μορφὴν τῆς ἄνωθεν παρακυψάσης φωτεινῆς εἰκόνος, ἣν μὴ δυνηθέντες παρακύψασαν κατασχεῖν διὰ τὸ παραχρῆμα ἀναδραμεῖν, μιμήσασθαι ἠθέλησαν. καὶ πεπλάσθαι μὲν τὸν ἄνθρωπον ὑπ' αὐτῶν οὐδενὸς ἕνεκα ἀλλ' ἢ διὰ τοιαύτην πρόφασιν. ἐπειδὴ γάρ, φησίν, ἄνωθεν τὸ αὐτὸ φῶς παρακῦψαν ἐρεθισμόν τινα ἐνεποίησε τοῖς αὐτοῖς ἀγγέλοις, τούτους πρὸς πόθον τοῦ ἄνω ὁμοιώματος ἐπιχειρῆσαι τοῦ ἀνθρώπου τὸ πλάσμα ποιῆσαι. ἐπειδὴ γὰρ ἠράσθησαν τοῦ ἄνω φωτὸς πόθῳ τῷ πρὸς αὐτὸ καὶ ἡδονῇ κατασχεθέντες, φανέντος καὶ ἀφαντωθέντος ἀπ' αὐτῶν, ἐρασθέντας τε αὐτοῦ καὶ μὴ δυνηθέντας ἐμπλησθῆναι τῆς αὐτοῦ ἐρασμιότητος διὰ τὸ ὑπὸ θῆξιν ἀναπτῆναι τὸ αὐτὸ φῶς, τούτου χάριν εἰρηκέναι τοὺς ἀγγέλους φησὶ δραματουργεῖ 1.249 ὁ αὐτὸς γόης ὅτι «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν»· παρακόψας τὸ εἰρημένον ἐν τῇ Γενέσει ὑπὸ τοῦ ἁγίου θεοῦ τὸ «καθ' ἡμετέραν», ἐάσας δὲ τὸ «κατ' εἰκόνα», ἵνα δὴ ἔχῃ ἡ αὐτοῦ πλάνη τὴν πιθανότητα· ὡς δῆθεν ἄλλων μὲν ποιούντων εἰκόνα δὲ ἑτέρου † λέγειν ἐν τῷ «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν». γενομένου δέ, φησί, τοῦ ἀνθρώπου διὰ τὸ αὐτῶν ἀδρανὲς μὴ δύνασθαι αὐτὸν τελεσφορῆσαι, κεῖσθαι δὲ καὶ σκαρίζειν χαμαὶ κείμενον δίκην σκώληκος ἕρποντος, μὴ δύνασθαι δὲ μήτε ἀνορθοῦσθαι μήτε τι ἕτερον πράττειν, ἕως ἡ ἄνω δύναμις παρακύψασα καὶ σπλαγχνισθεῖσα διὰ τὴν ἰδίαν αὐτῆς εἰκόνα τε καὶ ἰδέαν κατ' οἶκτον ἀπέστειλε σπινθῆρα τῆς αὐτῆς δυνάμεως καὶ δι' αὐτοῦ ἀνώρθωσε τὸν ἄνθρωπον καὶ οὕτως ἐζωογόνησε, δῆθεν τὸν σπινθῆρα ψυχὴν τὴν ἀνθρωπείαν φάσκων. καὶ τούτου ἕνεκα πάντως δὴ τὸν σπινθῆρα σωθῆναι, τὸ δὲ πᾶν τοῦ ἀνθρώπου ἀπολέσθαι· ἐν τῷ ἄνω μὲν τὸ ἄνωθεν κατελθὸν ἀνακομισθῆναι χρόνοις τισί, τὸ δὲ κάτωθεν πᾶν τὸ ὑπὸ τῶν ἀγγέλων πλασθὲν ἐνταῦθα αὐτοῖς καταλιμπάνεσθαι. Χριστὸν δὲ καὶ αὐτὸν φάσκει ὁ γόης ἐν σχήματι ἀνθρώπου ἐληλυθέναι καὶ ἰδέᾳ μόνῃ, τὰ πάντα δὲ ἐν τῷ δοκεῖν πεποιηκέναι, 1.250 τουτέστι τὸ γεγεννῆσθαι τὸ περιπατεῖν τὸ ὀπτάνεσθαι τὸ πεπονθέναι. 2. Ἀπὸ τούτου δὲ ἡ ψευδωνύμως καλουμένη γνῶσις ἄρχεται πάλιν προστίθεσθαι τῷ βυθῷ τῆς αὐτῆς πονηρίας, ἀπὸ Σίμωνος μὲν λαβοῦσα τὴν ἀρχὴν καὶ τὴν πρόφασιν, προστιθεμένη δὲ ἄλλῃ περισσοτέρᾳ φλυαρίᾳ, ὡς τὸν ταύτης ἔλεγχον ὕστερον ἐροῦμεν. φάσκει γὰρ οὗτος, τοὺς ἀγγέλους λέγων, καὶ τὸν θεὸν τῶν Ἰουδαίων ἕνα ἐξ αὐτῶν εἶναι, διεστάναι δὲ τὸν αὐτὸν καὶ τοὺς αὐτοὺς ἀπὸ τῆς ἄνω δυνάμεως, τὸν δὲ σωτῆρα ἀπεστάλθαι ἀπὸ πατρὸς παρὰ γνώμην τῶν δυνάμεων ἐπὶ καταλύσει τοῦ θεοῦ τῶν Ἰουδαίων καὶ ἐπὶ σωτηρίᾳ τῶν πειθομένων αὐτῷ· εἶναι δὲ αὐτοὺς τοὺς ταύτης τῆς αἱρέσεως τοὺς ἔχοντας τὸν σπινθῆρα τοῦ ἄνωθεν πατρός. δύο γὰρ πεπλάσθαι ἀπ' ἀρχῆς ἀνθρώπους φάσκει, ἕνα ἀγαθὸν καὶ ἕνα φαῦλον· ἐξ ὧν δύο εἶναι τὰ γένη τῶν ἀνθρώπων ἐν κόσμῳ, ἀγαθῶν τε καὶ πονηρῶν. ἐπειδὴ δὲ οἱ δαίμονες τοῖς πονηροῖς ἐβοήθουν, τούτου ἕνεκα ἐπ' ἐσχάτων τῶν ἡμερῶν ὡς προεῖπον ἦλθεν ὁ σωτὴρ ἐπὶ βοηθείᾳ τῶν ἀγαθῶν ἀνθρώπων καὶ ἐπὶ καταλύσει τῶν πονηρῶν καὶ τῶν δαιμόνων. τὸ γαμεῖν δὲ καὶ τὸ γεννᾶν ὁ αὐτὸς ἀγύρτης ἐκ τοῦ Σατανᾶ ὑπάρχειν λέγει, ὅθεν καὶ οἱ πλείους αὐτῶν ἐμψύχων 1.251 ἀπέχονται, ὅπως διὰ τῆς προσποιητῆς δῆθεν πολιτείας τινὰς ἐπαγάγωνται εἰς τὴν αὐτῶν ἀπάτην. τὰς δὲ προφητείας φάσκει ὁ αὐτὸς πάλιν