38
γόης τὰς μὲν ὑπὸ τῶν κοσμοποιῶν ἀγγέλων πεπροφητεῦσθαι, τὰς δὲ ὑπὸ τοῦ Σατανᾶ. καὶ αὐτὸν γὰρ τὸν Σατανᾶν ἄγγελον φάσκει, ἀντιπράττοντα τοῖς κοσμοποιοῖς ἀγγέλοις, μάλιστα δὲ τῷ θεῷ τῶν Ἰουδαίων. 3. Ὅταν δὲ ταῦτα φάσκῃ ὁ κτηνώδης, πάντως που καὶ αὐτὸς δειχθήσεται ἕνα θεὸν ὁμολογῶν καὶ ἐπὶ μίαν ἑνότητα μοναρχίας ἀνάγων τὸ πᾶν. εἰ γὰρ οἱ ἄγγελοι τὸν ἄνθρωπον πεποιήκασιν, ἄγγελοι δὲ πάλιν ἀπὸ τῆς ἄνωθεν δυνάμεως τὸ αἴτιον ἐσχήκασι τοῦ εἶναι, ἄρα οὐκ αὐτοὶ αἴτιοι τοῦ πλάσματος τοῦ ἀνθρώπου, ἀλλὰ ἡ ἄνωθεν δύναμις ἡ τοὺς ἀγγέλους ποιήσασα, ἐξ ὧν καὶ ἡ πλάσις τοῦ ἀνθρώπου συνέστηκε. καὶ γὰρ οὐκ αἴτιον τὸ ἐργαλεῖον τῶν ὑπ' αὐτοῦ γινομένων, ἀλλὰ ὁ ἐνεργῶν τὸ ἐνέργημα διὰ τοῦ ἐργαλείου δι' οὗ τὸ ἔργον γίνεται, ὡς καὶ γέγραπται «μὴ δοξασθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν» καὶ τὰ ἑξῆς. οὕτω δὲ ὁρῶμεν ὅτι οὔτε ἡ μάχαιρα αἰτία τοῦ φόνου, ἀλλὰ ὁ τῇ μαχαίρᾳ τὸν φόνον ἐπιχειρήσας καὶ οὐ τὸ κηροπλαστεῖον δύναται δι' ἑαυτοῦ ποιεῖν τὰ πλασσόμενα, ἀλλὰ ὁ τὸ κηροπλαστεῖον καὶ τὸ πλάσμα ἐργασάμενος. οὐκοῦν οὐδὲ οἱ ἄγγελοι αἴτιοι, ἀλλ' ὁ τοὺς ἀγγέλους ποιήσας, εἰ καὶ μὴ ἦν παραγγείλας αὐτοῖς τοῦ μὴ ποιῆσαι ἄνθρωπον. ἢ γὰρ καταψηφίζεται τῆς ἄνω δυνάμεως ἄγνοιαν καὶ ἀγνωσίαν τῶν μελλόντων ἔσεσθαι, παρὰ τὸ αὐτῆς θέλημα ἐπιτελουμένων, ἢ εὐδοκίᾳ τῇ ἑαυτῆς * τοὺς ἀγγέλους πεποιηκέναι πρὸς τὸ χρήσιμον τὴν κατασκευὴν τοῦ ἀνθρώπου, οὗ ἤθελε κατασκευάζειν ποιήσασα τοὺς ἀγγέλους, καὶ μὴ ἐντειλαμένη τοῦ μὴ ἐπιτελέσαι τὸ ἐπιχείρημα τουτέστι τοῦ ἀνθρώπου τὸ πλαστεῖον, ὡς ἡ αὐτοῦ μυθώδης τεχνουργία περιέχει. 1.252 4. Ἢ οὐκοῦν πάλιν τὸν μυθολόγον ἐρωτητέον· ᾔδει ἡ ἄνω δύναμις ὅ τι μέλλουσι πράττειν; ναί, φησίν. ἄρα γοῦν εἰ ᾔδει, αὐτὴ πεποίηκε καὶ οὐκ αὐτοί· εἰ δὲ ᾔδει μὲν οὐκ ἤθελε δέ, παρὰ δὲ τὴν αὐτῆς γνώμην ἐπεχείρησαν τὸ ἐπιχείρημα αὐτοί, τίνι τῷ λόγῳ οὐ κεκώλυκεν; εἰ δὲ ἀδυνάτως ἔσχεν τοῦ κωλῦσαι, πρώτη φαυλότης, ὅτι καθ' ἑαυτῆς τοὺς ὑπ' αὐτῆς γεγονότας ἀγγέλους εἰς ἀντίθεσιν ἑαυτῆς καὶ παροξυσμὸν κατεσκεύασε, δεύτερον δέ, ὅτι δυναμένη οὐ κεκώλυκεν, ἀλλὰ συνήργησεν εἰς τὸ πονηρὸν ἔργον τὸ ὑπὸ τῶν ἀγγέλων γεγενημένον. εἰ δὲ οὐ συνήργησε καὶ βουληθεῖσα οὐκ ἠδυνήθη κωλῦσαι, πολλή τις ἀσθένεια ἐν τῇ θελησάσῃ καὶ μὴ δυνηθείσῃ, καὶ μᾶλλον ἰσχυρότερον εἴη τὸ ὑπ' αὐτῆς γενόμενον τῶν ἀγγέλων στῖφος ἢ αὐτὴ ἡ αἰτία οὖσα τῶν ὑπ' αὐτῆς γεγονότων ἀγγέλων. ἐξ ἅπαντος τοίνυν ἁλίσκεται ἡ τῆς αἱρέσεως ὑπόθεσις ἀσυστασίᾳ μᾶλλον περιπίπτουσα καὶ οὐκ ἀληθείᾳ. εἰ δὲ ἐγίνωσκε μέν, ἀνάγκῃ δὲ ἐποίει τούτους ὃ μὴ θέμις ἐστὶ μέλλοντας πράττειν παρὰ τὸ αὐτῆς βούλημα, ἐλαττώσει ἑτέρᾳ περιπεσεῖται πάλιν καὶ οὐδὲ ἓν πλήρωμα εὑρεθήσεται ἐν τῇ ἄνω δυνάμει κατὰ τὸν αὐτοῦ λόγον. ἔτι δὲ προσθείημεν αὐτὸν ἐρωτῶντες· λέγε ἡμῖν, ὦ οὗτος, ὁ διὰ θυρίδων παρακύψας ἵνα οὕτως χλευάσω τὴν σοῦ ληρῳδίαν καὶ ἐν τῷ παρακύπτειν σκοπήσας ὡς ἐκτίσθησαν οἱ ἄγγελοι καὶ τὴν ὑπ' αὐτῶν περὶ τὸ ἀνθρώπινον πλάσμα * τεχνουργίαν τότε κατοπτεύσας καὶ τῆς ἄνωθεν δυνάμεως ἐξιχνεύσας τὴν μηχανοποιίαν, ᾔδεισαν οὗτοι τί πλάσσουσιν ἢ ἠγνόουν; ἀγνοοῦντες δὲ ὑπὸ τίνος ἠναγκάζοντο τὸ ἐν ἀγνωσίᾳ * ἐπιτελεῖν; οὐχί, φησίν, οὐκ ἠγνόουν· ᾔδεισαν γὰρ ὃ ἔμελλον πράττειν. ἡ τοίνυν ἄνωθεν δύναμις ᾔδει τούτους τοῦτο μέλλοντας ἐπιχειρεῖν ἢ ἠγνόει; οὐκ ἠγνόει. ἐποίησεν οὖν αὐτοὺς ἵνα τοῦτο πράξωσιν ἢ μή; οὐχί, φησίν· ἐποίησε γὰρ αὐτοὺς μόνον, οὗτοι δὲ παρὰ τὴν ἄνω δύναμιν ἐπεχείρησαν πρὸς τὸ ποιῆσαι πλάσμα. οὐκοῦν οὗτοι μὲν ᾔδεισαν, ἐκείνη δὲ ἡ ἄνω δύναμις ἠγνόει κατὰ τὸν σοῦ λόγον, ὦ πάντων ἀνθρώπων ἀβέλτερε. καὶ ἔσται μὲν ἡ τῶν ἀνθρώπων κατασκευὴ σύστασις καὶ οἱ αἴτιοι ταύτης ἄγγελοι ἐν γνώσει, ἡ δὲ τοὺς ἀγγέλους ποιήσασα δύναμις