1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

38

γῆς, καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ. ὅτι, Εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι; Ὅτι, Ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, διατί ἔθου με κατεντευκτήν; Μετὰ δὲ Ἐλιφὰζ δεύτερος ὑπολαβὼν Βαλδὰδ ὁ Σαυχεώτης λέγει πρὸς Ἰώβ· Μέχρι τίνος λαλήσεις; 56.364 Πνεῦμα πολυῤῥῆμον ἐν τῷ στόματί σου. Μὴ ὁ Κύριος ἀδικήσει κρίνων; ἢ ὁ τὰ πάντα ποιήσας οὐ παρέξει τὸ δίκαιον; Περὶ τοῦ, Ὥσπερ οὐ θάλλει πάπυρος ἄνευ ὕδατος, ἢ ὑψοῦται βούτομος ἄνευ πότου· ἔτι γὰρ ὢν ἐπὶ ῥίζαν, οὐ μὴ θερισθῇ. Πρὸ τοῦ γὰρ πεσεῖν πᾶσαν βοτάνην ξηρανθήσεται· οὕτως ἔσται τὰ ἔσχατα πάντα τῶν ἐπιλανθανομένων τοῦ Θεοῦ. Πρώτη τοῦ Ἰὼβ πρὸς Βαλδὰδ ἀντίλεξις· ὅτι, Ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστί· πῶς γὰρ ἔσται δίκαιος [βροτὸς] παρὰ Κυρίῳ; Περὶ τοῦ, Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπ' ἐδάφους, ποιῶν Πλειάδα καὶ Ἕσπερον. Τίς κρίματος Θεοῦ ἀντιστήσεται; Ἐάν τε γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει· κἄν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι. Περὶ τοῦ· Ὁ βίος μού ἐστιν ἐλαφρότερος δρομέως. Εἰ καὶ ἐστὶ ναυσὶν ἴχνος ὁδοῦ, ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν; Μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, καὶ τὰ ἑξῆς. Ὥσπερ ἐγινόμην οὐκ ὤν. ∆ιατί ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; ὅτι [σιξ]. Μετὰ Ἐλιφὰζ Βαλδὰδ, μετὰ Βαλδὰδ Σωφὰρ ὁ Μηναῖος κατὰ τὴν οἰκείαν τάξιν, ὥσθ' ἕκαστον αὐτῶν περιμένειν τὰ κρείττονα λέγειν πρὸς τὸν Ἰώβ. Ὁ τὰ πολλὰ λέγων, καὶ ἀντακούσεται. Περὶ τοῦ· ὅτι Ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν. Ἐκδύσῃ δὲ ῥύπον, καὶ οὐ φοβηθήσῃ, καὶ τὸν κόπον ἐπιλήσῃ ὥσπερ κῦμα παρελθόν. Ἡ γὰρ εὐχή σου ὡς ἑωσφόρος. Πρώτη τοῦ Ἰὼβ πρὸς Σωφὰρ ἀντίλεξις· ὅτι, Ὑμεῖς μόνοι ἐστὲ ἄνθρωποι, ἢ μεθ' ὑμῶν τελευτήσει σοφία; Κἀμοὶ μὲν καρδία καθ' ὑμᾶς ἔσται. Περὶ τοῦ, Τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα; Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων, καὶ πνεῦμα παντὸς ἀνθρώπου. Ἐὰν, φησὶ, τὸ ὕδωρ κωλύσῃ, ξηρανεῖ τὴν γῆν· ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας. Περὶ τοῦ, Τίς καθαρὸς ἔσται ἀπὸ ῥύπου; Ἀλλ' οὐθεὶς, ἐὰν κἂν μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς. Καὶ, ∆ένδρῳ ἐστὶν ἐλπίς· ἐὰν μὲν ἐκκοπῇ, καὶ πάλιν ἀνθήσει, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ. Ἀνὴρ δὲ τελευτήσας ᾤχετο· πεσὼν δὲ βροτὸς, οὐκέτι ἔνι. ∆ευτέρα ἀρχὴ πάλιν. Ἐλιφὰζ πρὸς Ἰώβ· ὅτι, Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεῦμα; Ἐλέγξαι σε γὰρ τὸ στόμα σου, καὶ μὴ ἐγώ. Περὶ τοῦ, Τίς γὰρ ὢν βροτὸς, ἔσται ἄμεμπτος; ἢ ἔσται δίκαιος γεννητὸς γυναικός; ∆ευτέρα ἀντίλεξις Ἰὼβ πρὸς Ἐλιφάζ. Ἀκήκοαγὰρ τοιαῦτα πολλά. Παρακλήτορες γὰρ κακῶν πάντες. Ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου· ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. Εἴη δὲ ἔλεγχος ἀνδρὶ ἐναντίον Κυρίου. Περὶ τοῦ, Τὴν νύκτα εἰς ἡμέραν τέθεικε. Ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος. Θάνατον γὰρ ἐπεκάλεσα πατέρα μου εἶναι, μητέρα δὲ καὶ ἀδελφήν μου σαπρίαν. ∆εύτερος δὲ πάλιν ὑπολαβὼν Βαλδὰδ, λέγει πρὸς Ἰώβ· Μέχρι τίνος οὐ παύσῃ; Τί γὰρ, ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ' οὐρανόν; ∆ευτέρα Ἰὼβ πρὸς Βαλδάδ· Ἕως τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου, καὶ καθαιρεῖτέ με λογισμοῖς; καταλαλεῖτέ μου οὐκ αἰσχυνόμενοι; Περὶ τοῦ, Τὴν δόξαν μου ἐξ ἐμοῦ ἐξεῖλε, ἀφεῖλε δὲ στέφανον ἀπὸ κεφαλῆς 56.365 μου, ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. Περὶ τοῦ, ὅτι Ἀπ' ἐμοῦ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασι. Θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσε· καὶ ἱκέτευον τὴν γυναῖκά μου, καὶ οὐ προσέσχε· προσεκαλούμην δὲ υἱοὺς παλλακίδων μου, εἰς τὸν αἰῶνα δὲ ἀπεποιήσαντό με. Ἐλεήσατέ με, ἐλεήσατε, ὦ φίλοι. ∆ιατί με διώκετε, ὥσπερ ὁ Κύριος; Τίς γὰρ ἂν δοίη γραφῆναι τὰ ῥήματά μου; Παρὰ Κυρίου ταῦτά μοι συνετελέσθη. Ὁ γὰρ ὀφθαλμός μου ἑώρακε καὶ οὐκ ἄλλος. Ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ. Εὐλαβήθητε καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος. ∆εύτερον πάλιν ὑπολαβὼν Σωφὰρ λέγει πρὸς Ἰώβ· Οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα. Περὶ τοῦ, Εὐφροσύνη ἀσεβῶν πτῶμα ἐξαίσιον· χαρμονὴ δὲ παρανόμων ἀπώλεια. Ὅτε δὲ δοκεῖ