1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

39

κινδυνεύει εἰς αἱρέσεις ἐμπίπτων, καὶ συγχέει τὸ πρόσωπον τῆς ἑαυτοῦ διδασκαλίας, καὶ τὰς ψυχὰς τῶν ἀκουόντων. Καὶ δυνάμεις δὲ δυναμώσει, ἀντὶ τοῦ, τοὺς ἑαυτῷ ἀντιλέγοντας ἐῤῥωμενεστέρους ποιεῖ· δι' ὧν γάρ τις ἀστοχεῖ περὶ τὸν λόγον, οἱ ἀντιδιατιθέμενοι τῇ αὐτοῦ διδασκαλίᾳ ἐπικρατέστεροι γίνονται. Ὁ δὲ ἀνδρεῖος ἐν λόγῳ καὶ ἕργῳ, μετὰ σοφίας τὸν λόγον προφέρων, ἔχει τι περισσὸν, τὸ μὴ κινδυνεύειν ἐν τῷ σχίζειν τὰ ξύλα. Ὁ γὰρ δυνατὸς μὲν ἐν λόγῳ, καὶ εὔστροφον ἔχων τὴν γλῶτταν, σοφιστικὸς δὲ, καὶ οὐ τὴν θείαν πλουτήσας σοφίαν, ἐκπίπτοντος τοῦ σιδήρου, κινδυνεύσει ἐν τῇ τῶν εἰρημένων ξύλων τομῇ. "Ἐὰν δὲ δάκῃ ὄφις ἐν οὐ ψιθυρισμῷ, καὶ οὐκ ἔστι περισσεία τῷ ἐπᾴδοντι." Ὁ λάθρα καὶ οὐ μετά τινος φωνῆς, τουτέστι παῤῥησίας, ἢ ἐν πράξεσιν ἁμαρτάνων, ἢ δόγμα ἀσεβείας περιλαμβάνων, οἷα μὴ φανερῶς ἀπαναισχυντήσας, δύναται διορθώσεως τυχεῖν. Καὶ οὐ περιττῶς κάμνει ὁ διδάσκαλος κατεπᾴδων αὐτῷ τὰ τῆς σωτηρίας. Ἢ καὶ οὕτως· Ἐὰν δάκῃ ὁ τῆς ἁμαρτίας ὄφις ἐν οὐ ψιθυρισμῷ, τουτέστι μὴ θέλοντος εἰς ἐξομολόγησιν ἐλθεῖν τοῦ ἁμαρτάνοντος, οὐδέν τι πλέον ὀνήσει τὸν μὴ βουλόμενον ἐξομολογεῖσθαι καὶ μετανοεῖν, κατεπᾴδειν ἐπιχειρῶν. "Λόγοι στόματος σοφοῦ, χάρις· καὶ χείλη ἄφρονος καταποντιοῦσιν αὐτόν. Ἀρχὴ λόγων στόματος αὐτοῦ, ἀφροσύνη, καὶ ἐσχάτη αὐτοῦ περιφέρεια πονηρά· καὶ ὁ ἄφρων πληθυνεῖ λόγους." Σοφοὺς εἶναι θέλων τοὺς παιδευομένους ὁ Παῦλος ἕλεγε, Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος. Ὁ γὰρ τοῦ σοφοῦ λόγος οὔτε αὐστηρός ἐστι, καὶ ἄχρηστος, οὔτε χαῦνος, καὶ ἔκλυτος· ἀλλὰ καὶ χα 93.601 ρίεις, καὶ ἐπιστύφων, καὶ οὐκ ἐῶν διαῤῥεῖν τοὺς παιδευομένους· τὰ δὲ χείλη τοῦ ἄφρονος, ἀντὶ τοῦ, οἱ λόγοι θανάτου αὐτῷ γίνονται πρόξενοι. Τήν τε γὰρ ἑαυτοῦ βλάπτει ψυχὴν, καὶ τῶν πειθομένων. Ὁ γὰρ καταποντισμὸς ἐπὶ κολάσεως κεῖται, ὡς τὸ, Καταπόντισον, Κύριε, καὶ δίελε τὰς γλώσσας αὐτῶν. Ἀρχόμενος δὲ ὁ ἄφρων ἐκ τῶν τῆς ἀφροσύνης λόγων, καὶ περιφερόμενος τῇ ἑαυτοῦ ἀφροσύνῃ, τότε λόγον ἔχει πονηρόν. Ἀλλὰ καὶ ὁ ἄφρων, φησὶ, πληθυνεῖ λόγους· τουτέστι μάτην φλυαρεῖ, εἴτε πολλὰ, εἴτε ὀλίγα λαλήσει. Τὸ γὰρ πλῆθος ἐνταῦθα ἀντὶ τῆς φλυαρίας κεῖται· φλυαρεῖ δὲ κἂν ὀλίγα λέγῃ, ὁ μηδὲν ἀγαθὸν διαλεγόμενος. Εἰ δὲ καὶ δόξει τι χρήσιμον λέγειν, πράξεις οὐκ ἔχων συμφωνούσας τοῖς λόγοις, καὶ οὕτως φλυαρεῖ, μὴ εἰδὼς μήτε τί λέγει, μήτε περὶ τίνων διαβεβαιοῦται. ∆εῖ γὰρ τὸν λέγοντα πρῶτον ποιεῖν, εἶτα διδάσκειν. Τὸ οὖν, πληθυνεῖ λόγους ἀντὶ τοῦ, κἂν πολλὰ, κἂν ὁλίγα εἴπῃ, ὀχληρός ἐστι διαλεγόμενος. "Οὐκ ἔγνω ἄνθρωπος τί τὸ γενόμενον, καὶ τί τὸ ἐσόμενον, ὅ τι ὀπίσω αὐτοῦ, τίς ἀπαγγελεῖ αὐτῷ; Μόχθος τῶν ἀφρόνων κακώσει αὐτούς· οὐκ ἔγνω τοῦ πορευθῆναι εἰς πόλιν." Καίτοι πολλὰ τῶν προγεγονότων ἴσμεν, ἐκ τῶν θεοφόρων ἀνδρῶν ἀκούσαντες, ὡς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ πλεῖστα ἕτερα· ἀλλὰ καὶ τῶν ἐσομένων τὴν γνῶσιν ἔχομεν, περὶ δικαίων καὶ ἀδίκων, εἰδότες ὡς ἀναστήσονται οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὖτοι εἰς κόλασιν αἰώνιον· ἀλλ' εἰ καί τινα ἴσμεν, οὐ πάντα· Ἐκ μέρους γὰρ, φησὶν ὁ Παῦλος, γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Τίς δὲ καὶ ἀπαγγελεῖ ἡμῖν τὰ ὀπίσω, ἀντὶ τοῦ, τὰ ἐσόμενα; οἷον εἰ παιδοποιήσομεν, εἰ τοὺς ὄντας ἀποβαλοῦμεν παῖδας, εἰ ἐν τῇ πατρίδι, ἢ ἐν ἀλλοδαπῇ τελευτήσομεν, εἰ ἐν πολλοῖς ἔτεσιν, ἢ ἐν ὀλίγοις βιωσόμεθα· ὥστε οἱ ταῦτα πολυπραγμονοῦντες, διὰ τῶν αἰώνων, καὶ γενεθλιαλόγων, καὶ ψευδομάντεων, ἢ ἑτέρων μαθεῖν σπουδάζοντες, ὡς τὴν γνῶσιν οὐκ εἰλήφαμεν, εἰς κενὸν μοχθοῦσι, καὶ ματαιοπονοῦσι ἀνήνυτα. Ταῦτα δὲ πάσχουσιν οἱ ἄφρονες, ἐπεὶ μὴ ἔγνωσαν τοῦ πορευθῆναι εἰς πόλιν, τουτέστι ἀρίστην πολιτείαν ἀναλαβεῖν, καὶ τὴν ἁπλῆν τῆς Ἐκκλησίας μεταδιῶξαι πίστιν, καὶ ἐπὶ τὴν καλλίπολιν ὁδεῦσαι τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. "Οὐαί σοι πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος, καὶ οἱ ἄρχοντές σου ἐν πρωΐᾳ ἐσθίουσι. Μακαρία σὺ γῆ, ἦς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων, καὶ οἱ