40
εἰσιν ἀμφότεραι, ὡς λέγει «ἐλεύσονται καὶ ἀνακλιθήσονται ἐν κόλποις Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ ἀναπαύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν» καὶ τὰ ἑξῆς, πάλιν δὲ τὸ ἐκ προσώπου ∆αυὶδ περὶ αὐτοῦ προφητευόμενον, τό «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου» καὶ πάλιν τὸ παρ' αὐτοῦ λεγόμενον τοῖς Φαρισαίοις «οὐδέποτε ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες;» καὶ ὡς ὁ Λουκᾶς διαβεβαιοῦται αὐτὸν τὸν σωτῆρα μετὰ τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν ὦφθαι κατὰ τὴν ὁδὸν τοῖς περὶ τὸν Ναθαναὴλ καὶ τὸν Κλεόπαν καὶ τούτους νενουθετηκέναι ἀπὸ τῶν ψαλμῶν καὶ ἀπὸ τῶν προφητῶν «ὅτι οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ». καὶ οὐδὲν ἔστιν ὅλως διαφωνοῦν ἀνὰ μέσον τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας πρὸς τὰς τῶν προφητῶν προφητείας. 7. Ἀλλ' ἕως τούτου περὶ τῆς Σατορνίλου αἱρέσεως εἰρήσθω, ἵνα μὴ ἀναλίσκω χρόνους περὶ τὰς μωρὰς αὐτοῦ ζητήσεις καὶ τὰς τούτων ἀνατροπὰς ἐνειλούμενος. ἐκ ταύτης δὲ παρελθὼν ἑξῆς τὴν Βασιλείδου τοῦ συσχολαστοῦ τούτου, τοῦ καὶ συνηπατημένου δηλώσω. μετέχουσι γὰρ οὗτοι τῶν αὐτῶν, ὡς ἀπ' ἀλλήλων τὸν ἰὸν δανεισάμενοι κατὰ τὴν ἐναργῆ παροιμίαν, ὡς ἀσπὶς παρ' ἐχίδνης ἰὸν δανειζομένη. ὁμοῦ γάρ εἰσι τῆς σχολῆς καὶ συνεδρίου ἀλλήλων, καθ' ἑαυτὸν δὲ ἕστηκεν ἑκάτερος τὴν αἵρεσιν προστησάμενος, καὶ τὴν μὲν κακίαν παρ' ἀλλήλων ἠρανίσαντο, τὴν δὲ διαφωνίαν ἐν αὑτοῖς ἐνε1.256 στήσαντο. εἴτε οὖν οὗτος δίκην ἐχίδνης παρὰ τῶν ἀνωτάτω μετασχὼν τῷ Βασιλείδῃ μεταδέδωκεν ἢ ἐκεῖνος τούτῳ, ὅμως ὀλέθριος ὢν ὁ τούτων ἰὸς καὶ ἀπὸ τοιούτων ἑρπετῶν ὁρμώμενος διὰ τῆς τοῦ κυρίου διδασκαλίας ἀντιδότου δίκην ἀμαυρωθείς τε καὶ ἀφανισθεὶς ὑφ' ἡμῶν καταλελείφθω. ἡμεῖς δὲ θεὸν ἐπικαλούμενοι ἐπὶ τὰς ἑξῆς ἴωμεν, ὦ ἀγαπητοί.
Κατὰ Βασιλείδου ˉδ, τῆς δὲ ἀκολουθίας ˉκˉδ.
1. Βασιλείδης μὲν οὖν, καθὰ ἄνω προδεδήλωται, ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ στειλάμενος τὴν πορείαν ἐκεῖσε τὰς διατριβὰς ἐποιεῖτο, εἶτα ἔρχεται εἰς τὰ μέρη τοῦ Προσωπίτου καὶ Ἀθριβίτου, οὐ μὴν ἀλλὰ καὶ περὶ τὸν Σαΐτην καὶ Ἀλεξάνδρειαν καὶ Ἀλεξανδρειοπολίτην χῶρον ἤτοι νομόν. νομὸν γὰρ οἱ Αἰγύπτιοί φασι τὴν ἑκάστης πόλεως περιοικίδα ἤτοι περίχωρον. εὕροις δ' ἄν, ὦ φιλολόγε, καὶ τοῦτο εἰς σαυτοῦ ὠφέλειαν πρὸς φιλομάθειαν καὶ σαφήνειαν, εἰς εὐσεβῆ σύστασιν καὶ φράσιν τῶν ἐν τῇ θείᾳ γραφῇ κειμένων, τῶν εἰς ἀπορίαν τινὰς ἐμβαλλόντων δι' ἀπειρίαν. ὅπου γὰρ ἐν τῷ ἁγίῳ προφήτῃ Ἠσαΐᾳ εὕροις γεγραμμένον περὶ νομῶν πόλεων Αἰγυπτιακῶν οἷον Τάνεως ἢ Μέμφεως ἢ νομοῦ τῆς Βουβάστου, τὴν περίμετρον τῆς τυχούσης πόλεως σημαίνει. καὶ τοῦτο φιλομαθείας ἕνεκεν ἑρμηνευέσθω. ἦν γοῦν ἐν τούτοις τοῖς τόποις ὁ προειρημένος ἀγύρτης τὴν διαβίωσιν ἔχων, ἐξ ὧν φαίνεται ἡ καὶ εἰς δεῦρο ἀκμάζουσα αὐτοῦ αἵρεσις ἐκ τῆς αὐτοῦ διδασκαλίας λαβοῦσα τὴν πρόφασιν. καὶ ἄρχεται μὲν κηρύττειν ὑπερβολὴν ὑπὲρ τὸν συσχολαστὴν αὐτοῦ γόητα τὸν καταλειφθέντα ἐπὶ τῆς Συρίας, ἵνα δῆθεν τὰ ὑπὲρ ἐκεῖνον 1.257 διηγούμενος δόξῃ φαντασιάζειν πλέον τοὺς ἀκούοντας, ἀρέσκεσθαί τε καὶ συναγείρειν πλῆθος ὑπὲρ τὸν ἑταῖρον αὐτοῦ Σατορνῖλον. καί τινας λοιπὸν φαντασιώδεις μυθοποιίας ὑποβαλλόμενος ἄρχεται μὲν οὕτως τὰ ἀληθῆ δὲ εἰπεῖν οὐκ ἀπὸ τῆς ἑαυτοῦ ἐννοίας ἐναρξάμενος ἡμῖν τὰ δεινά τε καὶ ὀλετήρια, ἀλλὰ προφάσεις λαβὼν ἐκ τοῦ Σατορνίλου καὶ Σίμωνος τοῦ προεληλεγμένου· βούλεται δὲ ἑτέρως αὐτὰ μεταχειρίζειν καὶ εἰς ὄγκον μείζονα διηγεῖσθαι τὰ