40
ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει, καὶ οὐκ αἰσχυνθήσονται." Πρὸς μὲν ῥητὸν, ταλανίζει πόλιν, ἦς ὁ βασιλεὺς ἄστατον ἔχει τὸ ἦθος, καὶ νεώτερον· καὶ οἱ ἄρχοντες ἀφέμενοι τῶν πολιτικῶν φροντίδων, ἐκ πρώτης ἀκτῖνος γαστρὶ σχολάζουσιν. Οἱ γὰρ 93.604 ἐσκοτωμένοι τῇ μέθῃ, καὶ τῷ κόρῳ βαρούμενοι, ἢ καὶ τὸ ἦθος ἄστατον ἔχοντες, οὔτε πρὸς βασιλείαν, οὕτε πρὸς ἄλλην ἀρχὴν εἰσὶν ἐπιτήδειοι. Μακαρίζει δὲ τὴν γῆν ἐκείνην, ἧς ὁ βασιλεὺς ἐλευθέρων, τουτέστιν ἐλευθερίως τραφεὶς, καὶ διασώζων τὸ ἐλεύθερον φρόνημα, καὶ οὐδέ τι ἀγεννὲς ἢ ἀνελεύθερον, ἢ δουλοπρεπὲς κεκτημένος· καὶ ἧς οἱ ἄρχοντες τὴν μὲν πᾶσαν φροντίδα περὶ τὰ τῷ ὑπηκόῳ συμφέροντα ἀπασχολοῦσιν. Εὔτακτα δὲ καὶ κατὰ καιρὸν τρέφονται, οὐχ ὅσα γαστέρα κολακεύει, ἀλλ' ὅσα τὴν τοῦ σώματος διακρατεῖ δύναμιν, τουτέστι τὰ πρὸς τὴν χρείαν. Οἱ γὰρ τοιοῦτοι ἔμψυχοι ὄντες δίκαιοι, καὶ δικαίως τὸ δίκαιον μεταδιώκοντες, οὐ καταισχυνθήσονται. Πρὸς δὲ διάνοιαν, πόλις τροπικῶς ἡ ψυχή· ἧς ὁ βασιλεὺς νοῦς· ἐὰν ᾖ τὸ ἦθος νεαρώτερον, καὶ τὰς ὁρμὰς τῶν λογισμῶν οἱονεὶ ἄρχοντας ἔχων, γαστριμαργίᾳ καὶ ἡδοναῖς σχολάζοντας, τὸ οὐαὶ προσκείμενον ἕξει· εἰ δὲ ἡ ψυχὴ, καὶ ὁ ταύτης νοῦς, τοῖς θείοις ἐντραφῇ μαθήμασιν, υἱός ἐστι ἐλευθέρων, καὶ ὁρμὰς ἔχει λογισμῶν κατὰ καιρὸν πάντα πραττούσας, τά τε σώματι καθήκοντα, καὶ ὅσα τῇ ψυχῇ κατάλληλα. Οὕτω δὲ τραφεῖσα, καὶ οὕτως ἑαυτῆς ἄρχουσα, καὶ ταῖς προκοπαῖς δυναμουμένη ἡ τοιάδε ψυχὴ, γῆ καὶ πόλις τροπικῶς ὀνομασθεῖσα οὐκ αἰσχυνθήσεται. "Ἐν ὁλοκληρίαις ταπεινωθήσεται ἡ δόκωσις, καὶ ἐν ἀργίᾳ χειρῶν στάξει ἡ οἰκία· εἰς γέλωτα ποιοῦσιν ἄρτον, καὶ οἶνος εὐφραίνει ζῶντας· καὶ τοῦ ἀργυρίου ἐπακούσεται σὺν τὰ πάντα." Παραβολικῶς ἡμᾶς ἐκδιδάσκει μὴ ἀργοὺς εἶναι περὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν, ἵνα μὴ τῆς νοητῆς ἡμῶν οἰκίας, τουτέστι τῆς ψυχῆς, ἡ δόκωσις, οἱ εὔτονοι λογισμοὶ, ταπεινωθῶσι, καὶ στάξῃ οἰκία ὑπὸ τῶν τῆς κακίας ῥευμάτων παρενοχλουμένη, ἵνα μὴ καὶ τὰς κτηθείσας ἀρετὰς ἀπολέσωμεν ἐξ ἀμελείας. Χρὴ τοιγαροῦν συνεχῶς ἐπισκέπτεσθαι τὴν εἰρημένην οἰκίαν, καὶ μὴ πρὸς τὰ ἤδη κατορθωθέντα βλέπειν, ἀλλὰ τῆς δοκώσεως, τουτέστι τοῦ τέλους, ἐπιμελεῖσθαι. Οἱ γὰρ ὀκνηροὶ περὶ τὰς ἀρετὰς, εἰς ἡδονὴν μόνην βλέποντες, καὶ τὴν νομιζομένην εὐφροσύνην παρὰ ἀνθρώποις σχολάζουσι. Καί φασιν ὅτι δεῖ χρήματα ἔχειν· τῷ γὰρ ἀργυρίῳ ὑποταγήσεται τὰ πάντα. Ἄλλως· Οἱ μὲν οὖν ὀκνηροὶ καταστάζειν ἐῶσι τὴν ἑαυτῶν οἰκίαν· οἱ δὲ τοῖς τῆς Ἐκκλησίας ἀγόμενοι νόμοις, ἄρτον τινὰ μυστικὸν, καὶ οἶνον πρὸς τὸ καταγελᾷν τῶν δαιμόνων διὰ τῆς τοῦ μυστηρίου δυνάμεως ἔχουσιν· εἰδότες ὅτι τοῦ ἀργυρίου οὕτως τοῦ θείου Λόγου ὀνομαζομένου, τοῦ δι' ἡμᾶς σαρκωθέντος, πᾶσα ἡ κτίσις ὑπακούει. Χρὴ δὲ εἰδέναι, ὡς κατὰ τὸν αἰσθητὸν ἄρτον πολλαχοῦ ἡ Γραφὴ πᾶσαν ξηρὰν τροφὴν λέγει· οἶνον δὲ ἢ ὕδωρ, ὑγράν. Τοῦτο σημαίνων ὁ Μωσῆς, ὅτε τὸν νόμον ἐδέχετο, ἔλεγε, Τεσσαράκοντα ἡμέρας ἄρτον οὐκ ἔφαγον, καὶ ὕδωρ οὐκ ἔπιον· ἀντὶ τοῦ, οὐδεμιᾶς ἢ ξηρᾶς, οὔτε ὑγρᾶς τροφῆς μετέλαβον. 93.605 "Καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ, καὶ ἐν ταμιείοις κοιτῶνός σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει τὴν φωνήν σου, καὶ ὁ ἔχων πτέρυγας ἀπαγγελεῖ λόγον σου." Πετεινὸν τοῦ οὐρανοῦ οἱ μὲν τὴν ψυχὴν αὐτὴν εἶπον, ἢ τὸ συνὸν πνεῦμα τῷ ἀνθρώπῳ· τὸν δὲ ἔχοντα πτέρυγας, ἢ τὸ ἅγιον Πνεῦμα τὸ ἐν εἴδει περιστερᾶς φανὲν, καὶ τὰ πάντα πληροῦν, καὶ πάντα ἐπιστάμενον· ἢ τοὺς ἁγίους ἀγγέλους. Ἕτεροι δὲ ἐξ ἐναντίας, τὸν μὲν ἔχοντα πτέρυγας, τὸν διάβολον ἐξειλήφασι· πετεινὰ δὲ τοῦ οὐρανοῦ, τοὺς αὐτοῦ δαίμονας ἀερίους. Κατὰ δὲ τὰς πάντων ὑπολήψεις ὁ νοῦς τοιοῦτός ἐστι· Μὴ καταράσῃ, φησὶ, βασιλέα ἢ πλούσιον, μηδὲ ἐν παραβύστῳ· ἡ γὰρ φήμη διατρέχουσα εἰς ἀκοὰς φέρει τοῦ καταραθέντος τὴν λοιδορίαν τὴν σήν· κατάρα δέ ἐστι αἴτησις κακῶν, ἢ ἑαυτῷ, ἢ τῷ πλησίον. ΚΕΦΑΛ. ΙΑʹ. "Ἀπόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον τοῦ ὕδατος, ὅτι ἐν πλήθει τῶν ἡμερῶν εὑρήσεις αὐτόν." Γέγραπται, ∆ιάθρυπτε πεινῶντι τὸν ἄρτον σου. ∆ιὰ δὲ τοῦ ἄρτου τὴν πᾶσαν