1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

41

λάβρῳ ῥύσιν; Ἔτι, Τίς ἐστιν ὑετοῦ πατήρ; Ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύσεται κρύσταλλος; Πάχνην δὲ ἐν οὐρανῷ καὶ βώλους δρόσου τίς τέτοκε; Καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ἐπακούσεταί 56.368 σου; Ἀποστελεῖς κεραυνοὺς καὶ πορεύσονται; Τίς δέδωκε γυναιξὶν ὑφάσματος σοφίαν; Ἔτι, Τίς ἡτοίμασε κόρακι βοράν; Νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασι πλανώμενοι, τὰ σῖτα ζητοῦντες. Ὅτι, Πτέρυξ πετομένη ἐλάσει, ἐὰν συλλάβῃ ἀσίδα καὶ νῆσσα. Ἀφήσει εἰς γῆν τὰ ὠὰ αὐτῆς. Ὅτε κατεσιώπησε αὐτῇ ὁ Θεὸς σοφίαν, καὶ καταγελάσεται ἵππου. Καὶ, Ἐκ τῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται. Ἔτι ἐλάλησε Κύριος τῷ Ἰώβ· Μὴ κρίσιν μετὰ ἱκανοῦ κρίνῃς; ἐλέγχων δὲ Θεὸν ἀποκριθήσεται αὐτῇ; Ἐλάλησε Ἰὼβ τῷ Κυρίῳ, ὅτι, Ἐγὼ κρίνομαι νουθετούμενος, καὶ ἐλέγχων Κύριον, ἀκούων. Ἐλάλησε Κύριος πρὸς Ἰὼβ ἐκ τοῦ νέφους δεύτερον ἐμφανισθεὶς αὐτῷ· Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι. Λόγος Κυρίου· Ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δεξιά σου [σῶσαι]. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοὶ χόρτον ἴσα βουσὶν ἐσθίουσιν. Ἡ δὲ δύναμις αὐτῷ ἐπὶ ὀμφαλοῦ γαστρός. Ἔστησεν οὐρὰν ὡς κυπάρισσον. Αἱ πλευραὶ αὐτοῦ, πλευραὶ χάλκειαι· ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός. Ὑπὸ δὲ πάντα τὰ δένδρα κοιμᾶται. Ἄξεις δὲ, φησὶ, λέοντα ἐν ἀγκίστρῳ· περιθήσεις δὲ φορβαίαν περὶ τὴν ῥῖνα αὐτοῦ. Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ Ἡγεῖται μὲν σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν. Οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον. Ἕως ὧδε, καὶ ἐπαύσατο λέγειν Ἰώβ· Οἶδα πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. Τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; Ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Ἤλεγξε Κύριος Ἐλιφὰζ τὸν Θαιμανίτην, ὅτι ἥμαρτε αὐτὸς καὶ οἱ δύο φίλοι αὐτοῦ, ὅτι οὐκ ἐλάλησεν ἐνώπιον Κυρίου ἀληθὲς, οὐδὲ ὥσπερ θεράπων αὐτοῦ Ἰώβ. Ἐνταῦθα ἱλασμὸς τῶν τριῶν φίλων διὰ Ἰὼβ τοῦ ἱερέως τοῦ Θεοῦ. Ὡς ηὔξησε Κύριος τὸν Ἰώβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ, ἀφῆκεν αὐτοῖς Κύριος ἁμαρτίαν. Ὡς ἤκουσαν πάντες ἐκ τοῦ γένους Ἰὼβ, καὶ ἦλθον πρὸς αὐτὸν, καὶ ἔφαγον καὶ ἔπιον παρ' αὐτῷ, καὶ θαυμάσαντες αὐτὸν ἔδωκαν αὐτῷ ἕκαστος ἀμνάδα μίαν, καὶ τετράδραχμον χρυσοῦν. Ὡς γέγραπται αὐτὸν ἀναστήσεσθαι μεθ' ὧν ὁ Κύριος ἀνίστησιν. Ἐν οἷς καὶ ἡ δύναμις ἅπασα τοῦ βιβλίου Ἰώβ.

Σοφία Σολομῶντος. Σοφία Σολομῶντος καλεῖται τὸ βιβλίον· καὶ γὰρ καὶ τοῦτο, φασὶ, Σολομών ἐστιν ὁ γράψας. Ἔστι δὲ ἐν αὐτῷ διδασκαλία δικαιοσύνης, καὶ τὸ γνωρίζειν τούς τε φαύλους ἄνδρας καὶ τοὺς σπουδαίους, καὶ προφητεία περὶ Χριστοῦ. Καὶ ὅτι πολλῷ πόνῳ καὶ πόθῳ κατορθοῦται σοφία. Ἔτι δὲ καὶ φυσιολογία μερική· καὶ κατὰ εἰδώλων καὶ τῶν αὐτὰ γλυφόντων, καὶ ἐν αὐτοῖς ἐλπιζόντων, καὶ λατρευόντων· καὶ ὕμνος σὺν ἐξομολογήσει τῶν γεγενημένων τοῖς Ἰσραηλίταις θαυμασίων ἐνώπιον τῶν ἐχθρῶν αὐτῶν, παρὰ τοῦ Θεοῦ. Ἡ μὲν οὖν περιοχὴ τοῦ βιβλίου τοῦτον ἔχει τὸν τρόπον. Ἡ δὲ ἀνακεφαλαίωσίς ἐστιν ἐν τούτοις. Ἐν προοιμίοις μὲν προτροπὴ δικαίου εἰς θεοσέβειαν, καὶ ἔλεγχος ἀσεβοῦς βλασφήμου. Μὴ ζή 56.369 λου γὰρ, φησὶ, τοὺς ἀντιχρίστους, οἵτινές εἰσι θάνατος Πόθεν οἱ ἀσεβεῖς ἐπὶ τῷ σταυρῶσαι τὸν Κύριον τῆς δόξης ἦλθον, τὸν αἰῶνα τοῦτον προκρίναντες. Ὅτι καὶ τοὺς ἀποστόλους ἐδίωξαν καὶ ἀπέκτειναν. Ὅτι τινὲς ἔσονται οἱ ἐξουθενοῦντες τὸν νόμον τοῦ Κυρίου, καὶ τινὲς οἱ ὑποταγέντες αὐτῷ. Ὅτι οὐδὲ πλήθους ἀσεβούντων εἰς Χριστὸν φείσεται ὁ Θεός. Ἑνὸς γὰρ δικαίου πιστεύοντος Χριστῷ μέλει τῷ Θεῷ, κἂν νέος ἀποθάνῃ. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον. Εἰ καὶ ἀσεβὴς τελευτὴν τοῦ πιστεύοντος Χριστῷ ἐξουθένωσεν, ἀλλ' ἐκλέγονται ἀπὸ Χριστοῦ. Οἱ ἀσεβεῖς ἀτίμῳ πτώματι παραδοθήσονται, καὶ μεγάλῃ κρίσει καταβληθήσονται οἱ διῶκται τῶν τοῦ Χριστοῦ δούλων, ἐν τῇ κρίσει, ἰδόντες τὴν δόξαν αὐτοῦ καὶ αὐτῶν, καὶ ἑαυτοὺς εἰς κόλασιν. Ὅτι ὁ πλοῦτος μετὰ ἀλαζονείας