42
κυβείας ποιήσασθαι τὴν τραγῳδίαν καί φησιν· ἐκεῖνον ἐν τῷ βαστάζειν τὸν σταυρὸν μετεμόρφωσεν εἰς τὸ ἑαυτοῦ εἶδος καὶ ἑαυτὸν εἰς τὸν Σίμωνα, καὶ ἀντὶ ἑαυτοῦ παραδέδωκε Σίμωνα εἰς τὸ σταυρωθῆναι. ἐκείνου δὲ σταυρουμένου ἕστηκεν καταντικρὺς ἀοράτως ὁ Ἰησοῦς, καταγελῶν τῶν τὸν Σίμωνα σταυρούντων, αὐτὸς δὲ ἀνέπτη εἰς τὰ ἐπουράνια παραδοὺς τὸν Σίμωνα ἀνασκολοπισθῆναι καὶ ἀπαθῶς ἀνεχώρησεν εἰς τὸν οὐρανόν· ὁ δὲ Σίμων αὐτὸς ἐσταυρώθη, καὶ οὐχὶ ὁ Ἰησοῦς· Ἰησοῦς γάρ, φησίν, ἀναπετασθεὶς εἰς τὸν οὐρανὸν διῆλθε πάσας τὰς δυνάμεις, ἕως οὗ ἀπεκατέστη πρὸς τὸν ἴδιον αὐτοῦ πατέρα. οὗτος γάρ, φησίν, ἐστὶν ὁ υἱὸς τοῦ πατρὸς ὁ προειρημένος, ὁ ἀποσταλεὶς ἐπὶ βοηθείᾳ τῶν υἱῶν τῶν ἀνθρώπων, δι' ἣν εἶδεν ὁ πατὴρ ἀκαταστασίαν ἔν τε τοῖς ἀνθρώποις 1.261 καὶ ἐν τοῖς ἀγγέλοις. καὶ οὗτός ἐστι, φησίν, ἡ σωτηρία ἡμῶν, ὁ ἐλθὼν καὶ ἡμῖν μόνοις ἀποκαλύψας ταύτην τὴν ἀλήθειαν. Τοιαῦται μὲν αἱ ῥαψῳδίαι τῆς τοῦ ἀγύρτου μυθοποιίας. ἀλλὰ καὶ ἀπεντεῦθεν, προκοπτούσης τῆς ἀκαθαρσίας τῆς ἀπὸ τοῦ Σίμωνος ἐναρξαμένης, πᾶσαν ἐπιτήδευσιν κακομηχανίας καὶ ἀσελγείας ἐπιτρέπει τοὺς αὐτῷ μαθητευομένους ἐπιτελεῖν, ἀνδρῶν μετὰ γυναικῶν πολυμιξίαν τινὰ κακῆς ὑποθέσεως τοὺς αὐτῷ πεισθέντας ἐκδιδάσκων· ὡς λέγει ὁ ἀπόστολος ἐπὶ τούτοις καὶ τοῖς ὁμοίοις αὐτῶν «ἀποκαλύπτεσθαι ὀργὴν θεοῦ καὶ δικαιοκρισίαν ἐπὶ τοὺς τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατέχοντας». διὰ ταύτην γὰρ τὴν αἰτίαν τῆς ἡδυπαθείας πολλοὶ εἰς τὴν αἵρεσιν ἐμπίπτουσιν, ἀδεῶς εὑρίσκοντες ἐπιτελεῖν τὴν ἡδονὴν ἑαυτῶν ἐν ταῖς αἰσχρουργίαις. 4. ∆ιδάσκει δὲ πάλιν καὶ ἐπιτρέπει φάσκων μὴ δεῖν μαρτυρεῖν. ὁ γὰρ μαρτυρῶν ἄμισθος εὑρεθήσεται, μὴ μαρτυρῶν ὑπὲρ τοῦ πεποιηκότος τὸν ἄνθρωπον· μαρτυρεῖ γὰρ ὑπὲρ τοῦ ἐσταυρωμένου Σίμωνος. πόθεν δὲ τούτῳ μισθὸς εἴη, ὁπότε ἀποθνῄσκει μὲν ὑπὲρ Σίμωνος 1.262 τοῦ ἐσταυρωμένου, ὑπὲρ Χριστοῦ δὲ τοῦτο ποιεῖν ὁμολογεῖ ὃν ἀγνοεῖ, ἀποθνῄσκων ὑπὲρ οὗ οὐ γινώσκει; δεῖ τοίνυν ἀρνεῖσθαι καὶ μὴ προαλῶς ἀποθνῄσκειν. 5. Φωραθήσεται δὲ οὗτος διαβολικὴν δύναμιν εἰσηγούμενος κατὰ τῶν ψυχῶν, ἀπαρνησιθεΐαν αὐτὰς ἐκδιδάσκων, ὁπότε αὐτὸς ὁ κύριός φησι «τὸν ἀρνούμενόν με ἐνώπιον τῶν ἀνθρώπων ἀρνήσομαι ἐνώπιον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς». ἀλλά φησιν ὁ ἀγύρτης· «ἡμεῖς, φησίν, ἐσμὲν οἱ ἄνθρωποι, οἱ δὲ ἄλλοι πάντες ὕες καὶ κύνες. καὶ διὰ τοῦτο εἶπεν· μὴ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων μηδὲ δῶτε τὸ ἅγιον τοῖς κυσίν». κρύπτει γὰρ ἑαυτοῦ τὴν ἀδικίαν ἀπὸ τῶν νοῦν ἐχόντων, ἀποκαλύπτει δὲ τῇ ἑαυτοῦ φατρίᾳ καὶ τοῖς ὑπ' αὐτοῦ ἠπατημένοις. ἐπειδὴ γὰρ ἀληθῶς τὰ παρ' αὐτοῖς λεγόμενα καὶ γινόμενα «αἰσχρόν ἐστι καὶ λέγειν», λέγει ὅτι «ἐνώπιον τῶν ἀνθρώπων» δεῖ ὁμολογεῖν τὴν ἀλήθειαν· «ἡμεῖς γάρ ἐσμεν οἱ ἄνθρωποι, οἱ δὲ ἄλλοι ὕες καὶ κύνες», ὡς προεῖπον. φάσκει δὲ ὅλως περὶ πατρὸς καὶ τοῦ ἑαυτοῦ μυστηρίου μηδενὶ δεῖν ἀποκαλύπτειν, ἀλλὰ σιγῇ ἔχειν ἐν ἑαυτοῖς, ἑνὶ δὲ ἀπὸ χιλίων ἀποκαλύπτειν καὶ δυσὶν ἀπὸ μυρίων, καὶ ὑποτίθεται τοῖς αὐτοῦ μαθηταῖς λέγων ὅτι «σὺ πάντας γίνωσκε, σὲ δὲ μηδεὶς γινωσκέτω». αὐτὸς δὲ καὶ οἱ ἀπ' αὐτοῦ ἐρωτώμενοι Ἰουδαίους μὲν ἑαυτοὺς μηκέτι εἶναι φάσκουσι, Χριστιανοὺς δὲ μηδέπω γεγενῆσθαι, ἀλλὰ ἀρνεῖσθαι πάντοτε, ἔχειν δὲ ἐν ἑαυτῷ σιγῇ τὴν πίστιν καὶ μηδενὶ ὑποδεικνύναι, τὴν αἰσχύνην ἑαυτοῦ ὑφορώμενος διὰ τὸ ἀπαρρησίαστον τῆς αἰσχρουργίας καὶ κακῆς αὐτοῦ διδασκαλίας. 1.263 6. Ἔσχεν δὲ ἡ ἀρχὴ αὐτῆς τῆς κακῆς προφάσεως τὴν αἰτίαν ἀπὸ τοῦ ζητεῖν καὶ λέγειν πόθεν τὸ κακόν. πᾶς δὲ ἀπὸ τῆς ἑαυτοῦ πραγματείας δειχθήσεται ὁποῖός ἐστιν. ἔμποροι γοῦν κακῶν οὗτοι οἱ τοῦ κακοῦ ἐρασταὶ καὶ οὐχὶ ἀγαθῶν, ὡς καὶ ἡ γραφὴ εἶπεν ὅτι «ζητοῦντας κακὰ καταλήψεται κακά». οὔτε γάρ ποτε τὸ κακὸν ἦν οὔτε