1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

42

συμβέβληται ἡμῖν. Τίς ὀργὴ τῶν ἀσεβούντων εἰς Χριστόν. Προτροπαὶ τοῖς ἄρχουσι τοῦ Ἰσραὴλ, ὥστε πιστεύειν Χριστῷ· μᾶλλον δὲ παράθεσις τοῖς ἄρχουσι τῆς καθολικῆς Ἐκκλησίας, πῶς ἄρχειν δεῖ, ἀποστραφέντος ἐκείνου. Τίς ἡ σοφία, ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ πῶς ὁ Λόγος σὰρξ γέγονε, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ὅτι κἀγὼ ὁμοιοπαθὴς ὑμῖν ὢν ἄνθρωπος ἐκ κελεύσεως Θεοῦ πεπαίδευμαι. Περὶ Χριστοῦ· τῇ σοφίᾳ τοῦ Θεοῦ, ὅτι πάντων τὴν γνῶσιν ἐξ αὐτῆς ἔσχον· Ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν. Τίς ἡ σοφία, καὶ πῶς εἰς ἀνθρώπους ἦλθε. Μία γὰρ οὖσα πάντα δύναται, καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει. Τὴν σοφίαν, φησὶν, ἐκ νεότητος φιλήσας, πάντα τὰ ἀγαθὰ ἐξ αὐτῆς ἔσχον σαρκικὰ καὶ πνευματικά. Ὅτι τὸ μέγεθος τῆς σοφίας ἐγνωκὼς ἐνέτυχον τῷ Κυρίῳ, ὥστε μοι δοθῆναι τὸ ἅγιον Πνεῦμα τὸ φωτίζον με περὶ αὐτῆς. Καὶ ἐπέμφθη, ἵνα συγκοπιάζῃ μοι. Λογισμοὶ γὰρ θνητῶν δειλοί. Περὶ τῶν ἔργων τῆς σοφίας. Πῶς τὸν πρωτόπλαστον διεφύλαξεν, ἐξ ὅσων κακῶν σώζει τοὺς πιστεύοντας αὐτῷ ὁ Θεὸς, καὶ ὅσα ἀγαθὰ παρέχει. Οἷον τὸν Νῶε, τὸν Ἀβραὰμ, τὸν Λὼτ, τὸν Ἰακὼβ, τὸν Ἰωσὴφ, τοὺς Ἰσραηλίτας, οὓς ἐκχειρὸς τῶν Αἰγυπτίων ἐξεῤῥύσατο διὰ Μωσέως, καὶ ἐκ πέτρας ἀκροτόμου ἐδόθη αὐτοῖς ὕδωρ. Ὡς τοῖς ζʹ ἔθνεσιν ἀπέστειλε σφῆκας, μακροθυμίᾳ δὲ χρώμενος, καὶ τούτοις ἐδίδου τόπον μετανοίας, παιδεύων διὰ τούτων τὸν λαὸν εἶναι φιλάνθρωπον. Κατὰ στοιχειολατρῶν, βατράχων, σφηκῶν, μυῶν, ἀκρίδων, σκνιφῶν, ὄφεων. Κατὰ εἰδωλολατρῶν, ἐκ χρυσοῦ καὶ ἀργύρου, ἢ λίθων, ἢ ξύλων εἰδώλων κατεσκευασμένων. Ὅτι ἐστὶ σωτηρία διὰ ξύλου τοῖς πιστεύουσι. Τὰ περὶ τῶν εἰδωλοποιῶν, ἢ ζωγραφούντων εἴδωλα. Περὶ πάντων τῶν κακῶν τῶν ἐν εἰδωλολατρείᾳ. Περὶ ἀσεβοῦς θρησκείας, καὶ ὅσα ἐν αὐτῇ κακά. Περὶ τοῦ κεραμέως, καὶ τῶν κεραμικῶν εἰδώλων. Περὶ πάντων τῶν εἰδώλων τῆς τῶν ἐθνῶν λατρείας. Περὶ τῶν ἐχθίστων ζώων, ὄφεων, αἰλούρων, καὶ τῶν ὁμοίων. Ὅτι εὐηργέτησεν ὁ Θεὸς τὸν Ἰσραὴλ ἀντὶ βατράχων ὀρτυγομήτραν. Ὅτι καὶ ἐπὶ δήγματος ὄφεων σωτηρία τοῦ λαοῦ σου δι' ὄφεως χαλκοῦ ἐσταυρωμένου· τοὺς δὲ ἐχθροὺς αὐτῶν δι' ὄφεων καὶ μυῶν ἀπέκτεινεν. Ὅτι ἀγγέλων τροφὴν ἐψώμισε τὸν λαὸν πρὸς πᾶσαν ἡδονὴν ἰσχύουσαν, καὶ πρὸς πᾶσαν ἁρμονίας γεῦσιν. Ὅτι χάλαζαν Αἰγυπτίοις μετὰ πυρὸς ἔπεμψε πρὸς διαφθορὰν γεννημάτων. Ὅτι τοῖς Αἰγυπτίοις ἔπεμψε ψηλαφητὸν σκότος, καὶ τὰ ἐν αὐτῷ κακά· 56.370 τοῖς δὲ ὁσίοις αὐτοῦ φῶς ἐν Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρήμῳ στῦλον πυρός· καὶ ἀντὶ μὲν θανάτου νηπίων Ἰσραὴλ, τῶν Αἰγυπτίων πρωτοτόκων θάνατος καὶ καταποντισμός· ἀντὶ δὲ θανάτου πρωτοτόκων, σωτηρία Ἰσραὴλ δι' αἵματος προβάτου. Καὶ ἐπὶ μὲν θανάτῳ δικαίων ἐν ἐρήμῳ, Ἀαρὼν ἐξιλάσατο, Κυρίῳ προσευξάμενος καὶ θυμιάσας· ἐπὶ δὲ θανάτῳ Αἰγυπτίων ἐν Ἐρυθρᾷ θαλάσσῃ, ἀνελεήμων θυμὸς, τοῦ δὲ λαοῦ παράδοξος ὁδοιπορία. Ὅτι διὰ μισοξενίαν ἔπαθον ταῦτα οἱ Αἰγύπτιοι, ὡς καὶ οἱ Σοδομῖται. Ὅτι τὰ στοιχεῖα ὑπόκειται τῇ θείᾳ κρίσει Χριστοῦ, πρὸς ὃ βούλεται ῥυθμιζόμενα, ὡς χορδαὶ κιθάρας τῷ κιθαρίζοντι. Ἐν οἷς πᾶσα δύναμις τῆς Σοφίας Σολομῶντος τῆς λεγομένης Παναρέτου. Παροιμίαι Σολομῶντος. Παροιμίαι Σολομῶντος τὸ βιβλίον καλεῖται, ἐπειδὴ καὶ ταύτας Σολομών ἐστιν ὁ λαλήσας καὶ γράψας. Οὗτος δὲ διαδεξάμενος τὴν βασιλείαν ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ, ηὔξατο τῷ Θεῷ λαβεῖν σοφίαν ὑπὲρ πλοῦτον, καὶ ὑπὲρ ἄμυναν ἐχθρῶν. Λαβὼν τοίνυν, καὶ γενόμενος σοφὸς ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν ἀνθρώπους, θαυμασθείς τε ἐπὶ πᾶσιν οἷς ἐποίησε καὶ ἐλάλησε, τρισχιλίας μὲν παραβολὰς καὶ πεντακισχιλίας ᾠδὰς ἐλάλησε· καὶ ἐφυσιολόγησε περὶ πάντων τῶν τε ἐκ γῆς φυομένων, καὶ περὶ πάντων τῶν ζώων. Συνέγραψε δὲ, ὡς μέν τινές φασι, τρία μόνα βιβλία. Τοῦτό τε, καὶ τὸν Ἐκκλησιαστὴν, καὶ τὸ Ἆσμα τῶν ᾀσμάτων· ὡς δέ τινες, καὶ τὴν Σοφίαν τὴν ἀπογεγραμμένην καὶ λεγομένην Πανάρετον· γνησίαν γὰρ αὐτοῦ καὶ ταύτην λέγουσιν εἶναι. Καὶ τοῦτον μὲν Παροιμίαι ἐπέγραψεν. Εἰσὶ δὲ παροιμίαι λόγοι σοφοὶ, ὡς αἰνίγματα, ἅτινα ἕτερον μέν τι αὐτόθεν δηλοῦντά ἐστιν,