1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

42

ἀκριβῶς οὐ δυνάμεθα τοῦ ἀέρος τὴν κατάστασιν, ἐπειδὴ ἀγνοοῦμεν τοῦ πνεύ 93.609 ματος τὴν ὁδὸν, σοφῶς καὶ ποικίλως τοῦ Θεοῦ τὰ καθ' ἡμᾶς πάντα διέποντος. Οὕτως τε ἀγνοοῦμεν τὰς περὶ ἡμᾶς τοῦ Θεοῦ διοικήσεις, ὡς τὰ κυοφορούμενα ὀστᾶ τῆς ἐν γαστρὶ ἐχούσης. Τίς γὰρ οἶδε πότερον ἄῤῥεν ἢ θῆλυ τὸ κυοφορούμενον, ἢ ἄρτιον ἢ κατά τι μέρος κολοβόν; Εἰ δὲ τὸ μορφωθὲν οὐκ ἴσμεν τί ποτέ ἐστι, πολλῷ πλέον ἀγνοοῦμεν πῶς τὸ ἔμβρυον συνίσταται, πῶς τὰ ὀστᾶ συντίθενται, πῶς εὐθετίζεται τοῦ παντὸς σώματος ἡ ἁρμονία. Καὶ σὺ τοίνυν, φησὶ, μὴ πολυπραγμονῶν καὶ ἀναζητῶν τίνι δοῦναι, ἢ τίνι μὴ δοῦναι ὀφείλεις, καὶ πότερον πιστὸς, ἢ ἄπιστος, ἢ δίκαιος, ἢ ἄδικος, ἀπολέσῃς τοῦ σπεῖραι τὸν καιρὸν, καὶ οὐχ εὑρήσῃς ἐν καιρῷ θερίσαι· ἀλλ' ἀνυπερθέτως καὶ ἐν ἁπλότητι καρδίας τὴν ἐλεημοσύνην ἐργάζου· οὐ γὰρ οἶδας εἰ ὃν σὺ νομίζεις ἄδικον, τὸ πνεῦμα δικαιοῖ. Καὶ τὸ ἀνάπαλιν. "Ἐν πρωΐᾳ σπεῖρον τὸ σπέρμα σου· καὶ ἐν ἑσπέρᾳ μὴ ἀφιέτω ἡ χείρ σου, ὅτι οὐ γινώσκεις ποῖον στοιχήσει, τοῦτο ἢ τοῦτο· καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ, ἀγαθόν." Ὁ τὸ σκότος τῆς ἀγνοίας τῆς ἑαυτοῦ διανοίας ἀπελάσας, ἐναρχόμενος τῶν ἀρετῶν ἐν πρωΐᾳ σπείρει, κατὰ τὸ, Ἕως ἡμέρα ἐστὶ, ἐργάζεσθε. Ἐὰν δὲ καὶ διαμένῃ μέχρι τέλους τὴν πρακτικὴν μετιὼν ἀρετὴν, ἕως ἑσπέρας οὐκ ἀφῆκε, οὐδὲ ἠπράκτησεν ἡ χεὶρ αὐτοῦ ἀγαθοεργοῦσα. Ἀρχόμενος οὖν ἀρετῆς μέχρι τέλους διάμενε· οὐκ οἶδας ποῖά σου ἔργα ἀγαθὰ ἀρέσει τῷ κριτῇ, τὰ ἐν ἀρχῇ, ἢ τὰ πρὸς τῷ τέλει. Εἰ δὲ ἑκάτερα ἐπὶ τὸ αὐτὸ ἀρέσοι, πλήρης ἀγαθότητος ἡ τοιαύτη ἐργασία. Ἢ καὶ οὕτως· Ἐκ πρώτης ἡλικίας ἐργάζου τὴν ἀρετὴν, καὶ μὴ λέγε, Νῦν μὲν νεώτερος ὣν ἀπολαύσω τῶν τοῦ βίου τερπνῶν, ἐν δὲ τῷ γήρᾳ μετανοῶ· οὐκ οἶδας τί σοι ἀκολουθήσει, ἢ πότε ἐπιστήσεταί σοι ἡ τελευτή· ὥστε καλὸν ἀεὶ ἐργάζεσθαι τὴν ἀρετὴν, καὶ τὴν ἑαυτῷ πᾶσαν δύναμιν ποιεῖν· Θεὸν δὲ παρακαλεῖν, ἐφ' ᾧ τὰ παρ' ἡμῶν ταττόμενα ἀρεστὰ τῇ αὐτοῦ ἀγαθότητι καταφανῆναι. "Καὶ γλυκὺ τὸ φῶς, καὶ ἀγαθὸν τοῖς ὀφθαλμοῖς τὸ βλέπειν σὺν τὸν ἥλιον· ὅτι καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ἄνθρωπος, ἐν πᾶσιν αὐτοῖς εὐφρανθήσεται, καὶ μνησθήσεται τὰ ἔργα τοῦ σκότους, ὅτι πολλὰ ἔσονται· καὶ πᾶν τὸ ἐρχόμενον ματαιότης." ∆ιδάσκει ποίαν πρωΐαν ἔφησε σπείρειν, ἤγουν, τὴν ἡδεῖαν καὶ γλυκεῖαν τοῖς νοητοῖς ὀφθαλμοῖς, ἣν ἐργάζεται ὁ τῆς δικαιοσύνης ἥλιος, καταυγάζων ἡμῶν τὰς ψυχάς. Ὥσπερ γὰρ οἱ τὸν αἰσθητὸν ἥλιον βλέποντες, δι' αὐτοῦ βλέπουσι καὶ τὰ ὁρατὰ, καὶ οὕτω τὰς αἰσθητὰς ἐργασίας μετέρχονται· οἱ δὲ μὴ βλέποντες τὸν ἥλιον, οὐδὲ ἐνεργεῖν δύνανται, τῷ μὴ ὁρᾷν τὰ ὑπ' αὐτοῦ 93.612 φωτιζόμενα· οὕτως καὶ οἱ τὸν νοητὸν ἥλιον ἐνοπτριζόμενοι δι' αὐτοῦ καταφωτίζονται, πρὸς τὸ ὁρᾷν καὶ βλέπειν ἃ δεῖ πράττειν κατὰ τὸ αὐτοῦ θέλημα, καὶ ὦν ἀπέχεσθαι. Ὁ δὲ κατὰ τὸ τοῦ λόγου βούλημα ζῶν, κἂν πολυετίαν διαγένηται ἐν τῷδε τῷ βίῳ τῷ ἐπιμόχθῳ εἶναι δοκοῦντι, κατευφραίνεται τὴν ψυχὴν, τά τε πρακτέα καὶ τὰ νοητὰ κάλλη περιαθρῶν, διὰ τῶν φωτεινῶν τοῦ προρηθέντος ἡλίου μαρμαρυγῶν ἐκλαμπόμενος. Ἀναλογίζεται δὲ ὁ τοιοῦτος καὶ τὰς ἡμέρας τοῦ σκότους τοῦ μέλλοντος τοὺς ἀσεβεῖς διαδέχεσθαι, καὶ μνημονεύων ὅτι ἀτελεύτητοι τυγχάνουσι· καὶ ὅτι ματαιότης ἐκδέχεται τοὺς ἁμαρτωλοὺς, τουτέστι κόλασις, κατὰ κράτος ἐκτρέπεται τὴν κακίαν. "Εὐφραίνου, νεανίσκε, ἐν νεότητί σου, καὶ ἀγαθυνάτω σε ἡ καρδία σου ἐν ἡμέραις νεότητός σου, καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος, καὶ ἐν ὁράσει ὀφθαλμῶν σου." Τῷ εἰπεῖν, Καὶ περιπάτει ἐν ὁδοῖς καρδίας σου ἄμωμος, ἔδειξε ὅτι τὴν πνευματικὴν εὐφροσύνην παραινεῖ τῷ νεανίσκῳ εὐφραίνεσθαι. Νεανίσκον δὲ τὸν κατὰ ψυχὴν ἀκμαῖον καὶ δυνάμενον ἐπαποδύεσθαι κατὰ τοῦ πονηροῦ φησι, τὸν ἀπεκδυσάμενον τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενον τὸν νέον, τὸν κατ' εἰκόνα Θεοῦ. Ὁ δὲ τοιοῦτος ἐν ὁδοῖς καρδίας περιπατῶν ἄμωμος, τουτέστι αὐτὴν τὴν ψυχὴν ἀσφαλιζόμενος, καὶ καθαρεύων τὴν διάνοιαν, ἔχει μὲν ἀναγκαίως καθαρὰ καὶ τὰ τοῦ σώματος αἰσθητήρια. Πλὴν γίνεται διορατικὸς, καὶ θεωρεῖ κάλλη θαυμάσια, εὐφραινόμενος ἐν τῇ αὑτοῦ πνευματικῇ