43
νεότητι, καὶ τῇ τῶν νοητῶν ὀμμάτων θεωρίᾳ. Ἐπειδὴ δὲ τῷ τοῦ ἄῤῥενος ὀνόματι συνεχῶς ἡ Γραφὴ μέμνηται, ἔνθα κοινὰς ποιεῖται τὰς παραινέσεις· ἰστέον ὡς ἐκ τοῦ κυριωτέρου μέρους (Κεφαλὴ γὰρ γυναικὸς ὁ ἀνὴρ) ποιεῖται τὸν λόγον. Ἐπεὶ ἡ τῆς ψυχῆς οὐσία μία, καὶ εἷς ἐσμεν πάντες ἐν Κυρίῳ· τὸ γὰρ τῆς θηλείας καὶ τοῦ ἄῤῥενος, σωμάτων μόνον ἐστὶ διαφορά. Ὥστε κἂν νεανίσκον ἀκούσῃς παραινούμενον, ἄνδρας ὁμοῦ καὶ γυναῖκας νόει. Κἂν ὁ Παῦλος εἴπη, Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ, πάλιν ὁμοίως ἄνδρας τε καὶ γυναῖκας ἐκλάμβανε. Καὶ γνῶθι ἐπὶ πᾶσι τούτοις, ὅτι ἄξει σε ὁ Θεὸς ἐν κρίσει. ΚΕΦΑΛ. ΙΒʹ. "Καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου, καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου, ὅτι καὶ ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης. Καὶ μνήσθητι τοῦ Κτίσαντός σε, ἐν ἡμέραις νεότητός σου, ἕως οὗ μὴ ἔλθωσιν αἱ ἡμέραι τῆς κακίας, καὶ φθάσωσιν ἔτη, ἐν οἷς ἐρεῖς. 93.613 Οὐκ ἔστι μοι ἐν αὐτοῖς θέλημα." Νῦν ἀναμιμνήσκει τοῦ θείου κριτηρίου, καί φησιν, Οἷα αὐτεξούσιος, ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου· δύνασαι γὰρ τῷ λογικῷ χρώμενος χαλινοῦν τὸν θυμόν. Πονηρίαν δὲ σαρκός φησι πᾶσαν μὲν ἁμαρτίαν. Τὰ γὰρ τῆς ἁμαρτίας ἔργα, ἕργα φησὶ σαρκὸς ὁ Ἀπόστολος. ∆ιαφερόντως δὲ πονηρία σαρκὸς ἡ πορνεία· τὰ δὲ πάθη νεωτέρας εἰσὶ διανοίας καὶ ἀστάτου κινήματα. Τῇ δὲ νέᾳ ταύτῃ διανοίᾳ καὶ ἡ ἄνοια παρέζευκται, οὐδὲν ἕτερον οὖσα ἢ ματαιότης. Εἰ δὲ θέλεις, φησὶ, ἐκβαλεῖν ταύτην τὴν διάνοιαν, καὶ χαλινῷ δῆσαι τῆς νεωτερικῆς φρονήσεως τὴν ὁρμὴν, ἄληστον ἔχε τοῦ Θεοῦ τὴν μνήμην. Ἡμέρας δὲ νεότητος, τὸν παρόντα αἰῶνά φησι, ὡς πρὸς τὴν τοῦ μέλλοντος τελειότητα. Ἐὰν γὰρ ἐν τῷ παρόντι ἐκβάλῃς τὴν μνήμην τοῦ Θεοῦ, καὶ τὰ καθ' ἡδονὴν πράξῃς, ἐφίσταται ὁ καιρὸς τῆς κολάσεως, ὃν δὴ καὶ ἡμέραν κακίας φησὶ, τῆς τῶν ἁμαρτωλῶν κολάσεως. Καὶ τότε λέξεις, ὅτι Οὐκ ἔστι μοι θέλημα ἐν αὐτοῖς. Οὐδεὶς γὰρ ἐν βασάνοις ὧν θέλημα ἔχει τοῦ βασανίζεσθαι. Ἰστέον τοιγαροῦν ὡς ὁ νῦν τοῖς ἰδίοις θελήμασιν ἐξακολουθῶν ὑπὸ ἀνοίας καὶ ἀτελοῦς διανοίας, καὶ οὐ ταῖς τοῦ Κυρίου ἐντολαῖς, ἐν τῷ καιρῷ τῆς κολάσεως, ὡς οὐ θέλει, βασανίζεται. "Ἕως οὐ μὴ σκοτισθῇ ὁ ἥλιος, καὶ τὸ φῶς, καὶ ἡ σελήνη, καὶ οἱ ἀστέρες, καὶ ἐπιστρέψωσι τὰ νέφη ὀπίσω τοῦ ὑετοῦ, ἐν ἡμέρᾳ ᾗ ἂν σαλευθῶσι φύλακες τῆς οἰκίας, καὶ διαστραφῶσιν ἄνδρες τῆς δυνάμεως, καὶ ἤργησαν αἱ ἀλήθουσαι ὅτι ὠλιγώθησαν, καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς, καὶ κλείσουσι θύραν ἐν ἀγορᾷ ἐν ἀσθενείᾳ φωνῆς τῆς ἀληθούσης." Ἤκουσά τινος καὶ περὶ τῆς μερικῆς ἑκάστου συντελείας διηγουμένου τὰ εἰς τὸν τόπον· καὶ ἑτέρου περὶ τῆς καθόλου συντελείας· καὶ ἄλλου πρὸς ὑψηλοτέραν θεωρίαν ἀνάγοντος τὰ γεγραμμένα. Ἅπαντα δὲ ὑμῖν συντόμως ἐκθήσομαι. Φρόντισον, φησὶν, ὦ νουθετούμενε, ἕως ἔχεις αὐτεξούσιον θέλημα, καὶ δύνῃ πρὸς ἀρετὴν ῥέψαι τῆς σαυτοῦ σωτηρίας. Μετὰ γὰρ τὸν παρόντα βίον οὐχ ὡς θέλεις, ἀλλ' ὡς οὐ βούλει, κολάζῃ. Φρόντισον οὖν σαυτοῦ πρὸ τῆς σῆς τελευτῆς, πρὶν ἂν σκοτωθῇ σοι ὁ ἥλιος, καὶ ἡ σελήνη, καὶ τὰ "ἄστρα, ἅπερ ἐν τῇ ἑκάστου τελευτῇ συμβαίνει, ἀορασίᾳ κατεχομένου, καὶ πρὶν εἰς τὸ συγγενὲς ὕδωρ καὶ εἰς τὴν γῆν ἀναλυθῇς. Τὸ γὰρ νῦν οἷα νέφος ἐπικείμενον τῇ ψυχῇ σῶμα εἰς τὰ συγγενῆ στοιχεῖα ἀναλύεται, τὴν γῆν καὶ τὸ ὕδωρ. Ἐν δὲ τῇ ἡμέρᾳ τῆς τελευτῆς, καὶ τῆς οἰκίας οἱ φύλακες, τουτέστι τῆς ψυχῆς, σαλεύονται, καὶ διαστρέφονται οἱ εὔτονοι λογισμοί· ἄνδρες τῆς δυνάμεως ὀνομασθέντες, ἀγωνιῶντες τὴν φοβερὰν τοῦ σώματος ἔξοδον. ∆υνατὸν δὲ καὶ φύλακας οἰκίας τοὺς αἰσθητοὺς ὀφθαλμοὺς νοῆσαι, ἀποτιθεμένους τὴν ὀπτικὴν δύναμιν ἐν καιρῷ τελευτῆς. Τότε καὶ αἱ ἀλήθουσαι ἀργοῦσιν, οἱ ὀδόντες οἱ καταλεαίνοντες τὴν τροφήν· οὐχ ὅτι πάντως κατὰ ἀριθμὸν ὀλιγοῦνται, ἀλλ' ἀντὶ τοῦ, τὴν οἰκείαν ἐνέργειαν ἀποθήσονται. Καὶ αἱ κόραι δὲ τῶν ὀφθαλ 93.616 μῶν αἱ ὡς δι' ὀπῶν βλέπουσαι, σκότῳ περιβάλλονται, ἀποκλειομένης πάσης πορείας ἐν τῷδε τῷ βίῳ, ὅταν ἄρξηται ἀσθενῆ καὶ ἀμυδρὰ φθέγγεσθαι, διὰ τῆς φωνῆς τῆς διὰ τῶν ὀδόντων ἐξηχουμένης, ὁ τὰ τελευταῖα ἀναπνέων. Πρὶν οὖν ἐν τῇ