1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

44

τελευτῇ ταῦτά σε καταλαβεῖν, ἐργάζου τὴν ἀρετήν. Ἄλλως· Ἐν τῇ γενικῇ συντελείᾳ, ὥσπερ διὰ τοῦ λόγου τοῦ Θεοῦ ἡ κτίσις συνέστη, οὕτω καὶ διὰ τοῦ θείου προστάγματος ἀναλύεται. Συντελουμένου γὰρ τοῦ αἰσθητοῦ κόσμου, περιττὴ τῶν φωστήρων ἡ χρεία· τότε δὴ, τότε οὐδὲ τῶν ὑετῶν ἐστι χρεία τῶν κάτω δευόντων τὴν γῆν· ἀλλὰ τρόπον τινὰ ἀποστρέφουσιν αἱ νεφέλαι ὀπίσω τοῦ ὑετοῦ, ἀντὶ τοῦ, οὔτε ὀμβροτοκοῦσιν, οὔτε τὸν ὑετὸν καταστάζουσιν, ἢ καὶ αὐτῷ συναναλύονται τῷ ὑετῷ· οὔτε γὰρ ὑετῶν οὔτε νεφελῶν χρεία. Εἰ δὲ εἰς ἑτέραν τῷ ∆ημιουργῷ χρείαν ὑπηρετοῦσιν, ἴσως ὀχήματα τοῖς ἁγίοις γινόμενα· τότε καὶ σαλεύονται οἱ φύλακες τῆς οἰκίας, ἅγιοι ἄνδρες τῆς δυνάμεως λεχθέντες, διαστρεφόμενοι μὲν ὑπὸ τοῦ Ἀντιχρίστου, οὐ μὴν ἐξατονοῦντες ἢ καταπίπτοντες. Αὐτοὶ γάρ εἰσιν οἱ φύλακες τῆς τε Ἐκκλησίας, καὶ τοῦδε τοῦ κόσμου, δι' οὓς καὶ συνίσταται. Τότε ὀλιγοῦνται καὶ αἱ ἀλήθουσαι· ἀληθούσας δὲ τοὺς Ἰουδαίους ἐκληπτέον, τοὺς τὸν βαρὺν καὶ ἐπίμοχθον ζυγὸν ἕλκοντας τοῦ νόμου. Ὀλιγοῦνται δὲ, διὰ τὸ πάντας, πλὴν ὀλίγων, δεδραμηκέναι τῇ πίστει τοῦ Χριστοῦ. Τότε γὰρ πᾶς Ἰσραὴλ σωθήσεται, ἀντὶ τοῦ, οἱ πλείονες. Τότε αὐτοὶ οἱ ὀλίγοι οἱ μὴ προσδεδραμηκότες τῇ πίστει, οἱ νῦν ὡς δι' ὀπῶν διὰ τοῦ νομικοῦ γράμματος βλέποντες, τελείως σκοτίζονται, τῇ ἐνεργείᾳ τῆς πλάνης πεισθέντες, καὶ ἀποκλείσαντες ἑαυτοῖς ἐν τῷδε τῷ βίῳ τὴν θύραν τῆς σωτηρίας. Ἀγορὰ γὰρ ὁ παρὼν ὠνομάσθη βίος. Τοῦτο δὲ πάσχουσι διὰ τὸ ἐναπομεῖναι ἐν τῇ ἀσθενείᾳ τῆς φωνῆς τῆς ἀληθούσης, τουτέστι τοῦ νομικοῦ γράμματος. Βαρὺς γὰρ ὁ νόμος καὶ ἀσθενὴς, μηδένα δυνάμενος τελειῶσαι, ὡς καὶ ὁ Ἀπόστολός φησι· Τὸ γὰρ ἀσθενὲς τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός· καὶ τὰ ἑξῆς. "Καὶ ἀναστήσεται εἰς φωνὴν τοῦ στρουθίου, καὶ ταπεινωθήσονται πᾶσαι αἱ θυγατέρες τοῦ ἄσματος καί γε ἀπὸ ὕψους ὄψονται καὶ θάμβους ἐν τῇ ὁδῷ. Ἐνταῦθα σοφὸς περὶ τῆς καθόλου ἀναστάσεώς φησι, ὅτε οἱ νεκροὶ ἀνίστανται ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου. Κελεύσματι δὲ τοῦ στρουθίου, τοῦ ἐνανθρωπήσαντος Λόγου, ὃς διὰ τὴν ἐν σταυρῷ μόνωσιν ἔλεγε, Ἐγενήθην ὡς στρουθίον μονάζον ἐπὶ δώματος. Τότε ταπεινοῦνται αἱ θυγατέρες τοῦ ᾄσματος, αἱ ἐν τῷδε τῷ βίῳ τρυφήσασαι, καὶ σπαταλήσασαι καὶ τῇ φωνῇ τῶν ὀργάνων καὶ τῶν ᾀσμά 93.617 των ἐπικροτήσασαι ψυχαὶ, ἢ καὶ αἱ τῶν ψευδοδιδασκάλων, αἳ τῇ καλιῤῥημοσύνῃ καὶ ἀπάτῃ δίκην ᾄσματος τοῖς λόγοις χρώμεναι, ἡδονὴν ὀλεθρίαν ἐποίουν τοῖς ἀκούουσι. Καὶ αἱ τῶν Ἰουδαίων δὲ ψυχαὶ, θυγατέρες οὖσαι τοῦ ᾄσματος, ταπεινοῦνται, ὅτι μὴ ἤκουσαν ᾀδόντων τῶν προφητῶν· Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ· καὶ ὅσα τοιαῦτα. Αὗται δὲ πᾶσαι αἱ προειρημέναι τῶν ἁμαρτωλῶν ψυχαὶ, τάχα δὲ αἱ τῶν δικαίων ἔκθαμβοι γίνονται, ὅταν ἀπάγωνται ἐν τῇ ὁδῷ· καὶ ὁρῶντες ἀπὸ τοῦ ὕψους ἐρχόμενον ἐπὶ τῶν νεφελῶν Υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ δόξᾳ τοῦ Πατρὸς αὐτοῦ. "Ἀνθήσει τὸ ἀμύγδαλον, καὶ παχυνθῇ ἡ ἀκρὶς, καὶ διασκεδασθῇ ἡ κάππαρις." Τὸν ἐνεστῶτα βίον νοήσας ὁ Σολομὼν, κατὰ τὸ ἐν τοῖς Ἄσμασι φερόμενον. Ὁ χειμὼν παρῆλθε. Ἔαρ, τοῖς δικαίοις ἀναλάμποντα τὸν μέλλοντα βίον ἔφη, ἐν οἷς ἐπάγει· "Τὰ ἄνθη ὤφθησαν ἐν τῇ γῇ ἡμῶν." Τὸ αὐτὸ τοίνυν κἀνταῦθα ἐπορεύθη ἑαυτῷ, καί φησιν ὅτι τότε ἀνθεῖ τὸ ἀμύγδαλον, καὶ παχύνεται ἡ ἀκρὶς, καὶ διανοίγεται ἡ κάππαρις· οὕτω γὰρ ἕτερος τῶν ἑρμηνευτῶν ἐκδέδωκε. Ταῦτα δὲ πέφυκε ἐν τῷ ἔαρι γίγνεσθαι. Φησὶ οὖν ὅτι ὁ μέλλων βίος ἔαρι ἔοικε. Ἄλλως· Φασὶν οἱ περὶ ταῦτα ἠσχολημένοι, πρὸ πάντων δένδρων ἀνθεῖν τὸ ἀμύγδαλον, καὶ μετὰ πάντα ἀποβάλλειν τὰ φύλλα, ὡς εἶναι τρόπον τινὰ τὸ φυτὸν ἀειθαλές. Ἴσμεν δὲ ὅτι τὸ ἀμύγδαλον τοῦτο δὴ τὸ κάρυον τριπλοῦν ἐστι τὴν φύσιν· τότε γὰρ ἔξωθεν ἔχει λέπος, καὶ μετὰ τοῦτο τὸ ὀστρακῶδες, εἶτα ἔνδοθεν τὸ ἐδώδιμον. Τοιοῦτος δὲ καὶ ὁ ἄνθρωπος, ἐκ σώματος, καὶ πνεύματος, καὶ ψυχῆς συνεστώς. Τότε οὖν, φησὶ, ἀνθοῦσιν οἱ δίκαιοι, δίκην ἀμυγδάλων, ὁλόκληρα διασώζοντες καὶ ψυχὴν, καὶ σῶμα, καὶ πνεῦμα. Ἄλλως· Ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα,καρυΐνη τε ἦν, καὶ κάρυά γε ἔφερε, τῆς ῥάβδου τῆς ἐκ τῆς ῥίζης