45
ἀποστόλων ἅμα Στεφάνῳ τῷ ἁγίῳ καὶ πρωτομάρτυρι καὶ Προχόρῳ καὶ Παρμενᾷ καὶ τοῖς ἄλλοις. οὗτος ἀπὸ τῆς Ἀντιοχέων ὁρμώμενος προσήλυτος γίνεται· μετέπειτα δὲ καταδεξάμενος τὸν περὶ Χριστοῦ κηρύγματος λόγον καὶ αὐτὸς συνήφθη τοῖς μαθηταῖς ἔν τε τοῖς προκριτέοις τὰ πρῶτα ἐξεταζόμενος ἦν· ὅθεν καὶ ἐν τοῖς ἐκλεγεῖσιν εἰς τὴν τῶν χηρῶν τότε ἐπιμέλειαν ἐγκατηριθμήθη. ὕστερον δὲ τοῦτον ὑπέδυ ὁ διάβολος καὶ ἐξηπάτησεν αὐτοῦ τὴν καρδίαν τῇ αὐτῇ πλάνῃ τῶν προειρημένων παλαιῶν κατατρωθῆναι μειζόνως ὑπὲρ τοὺς πρώην. γύναιον γὰρ οὗτος ἔχων εὔμορφον 1.268 καὶ ἀπὸ τοῦ γυναίου ἐγκρατευσάμενος ὡς κατὰ μίμησιν ὧν ἑώρα θεῷ προσανεχόντων, μέχρι τινὸς ἐκαρτέρει, οὐ μὴν εἰς τέλος ἤνεγκε κρατεῖν τῆς αὐτοῦ ἀκρασίας, ἀλλὰ βουληθεὶς ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέφειν προφάσεις τινὰς οὐκ ἀγαθὰς ἑαυτῷ θηρώμενος ἐπενόει πρὸς ἀπολογίαν τοῦ ἰδίου τῆς ἀκολασίας πάθους· ᾧ μᾶλλον συνέφερεν *. εἶτα τοῦ σκοποῦ ἐκπεσὼν τῇ ἰδίᾳ γυναικὶ συνήφθη ἀπεριέργως. οὗτος δὲ αἰσχυνόμενος τὴν ἑαυτοῦ ἧτταν καὶ ὑφορώμενος φωραθῆναι ἐτόλμα λέγειν ὅτι, εἰ μή τις καθ' ἑκάστην ἡμέραν λαγνεύῃ, ζωῆς μὴ δύνασθαι μετέχειν τῆς αἰωνίου. ἐκ προφάσεως γὰρ εἰς πρόφασιν μετηνέχθη ἑτέραν. ὁρῶν γὰρ τὴν ἑαυτοῦ σύμβιον κάλλει μὲν διαπρέπουσαν ταπεινότητι δὲ φερομένην, ἐζηλοτύπησε ταύτην καὶ κατὰ τὴν ἰδίαν ἀσέλγειαν τοὺς ἄλλους εἶναι νομίσας τὰ πρῶτα μὲν ἐμπαροινῶν εἰς τὴν ἰδίαν γαμετὴν διετέλει καὶ διαβολάς τινας αὐτῇ ἐπιφέρων διὰ λόγων, τὸ δὲ πέρας ἑαυτὸν κατέσπασεν οὐ μόνον εἰς τὴν χρῆσιν τῆς σαρκὸς τὴν κατὰ φύσιν τῶν ἀνθρώπων, ἀλλὰ καὶ εἰς βλάσφημον ὑπόνοιαν καὶ βλάβην κακοτροπίας καὶ πλάνην παρεισδύσεως πονηρίας. 2. Καὶ ἐντεῦθεν ἄρχονται οἱ τῆς ψευδωνύμου γνώσεως * τῷ κόσμῳ ἐπιφύεσθαι κακῶς, φημὶ δὲ οἱ καλούμενοι Γνωστικοὶ καὶ Φιβιωνῖται καὶ οἱ τοῦ Ἐπιφάνους καλούμενοι, Στρατιωτικοί τε καὶ Λευιτικοὶ καὶ Βορβορῖται καὶ οἱ λοιποί. ἕκαστος γὰρ τούτων τὴν 1.269 ἑαυτοῦ αἵρεσιν τοῖς πάθεσιν ἑαυτοῦ ἐπισπώμενος μυρίας ὁδοὺς ἐπενόησε κακίας. τινὲς μὲν γὰρ αὐτῶν Βαρβηλώ τινα δοξάζουσιν, ἣν ἄνω φάσκουσιν εἶναι ἐν ὀγδόῳ οὐρανῷ, καὶ ταύτην ἀπὸ τοῦ πατρὸς προβεβλῆσθαί φασιν· μητέρα δὲ αὐτὴν εἶναι οἱ μὲν τοῦ Ἰαλδαβαὼθ λέγουσιν, οἱ δὲ τοῦ Σαβαώθ. τὸν δὲ υἱὸν ταύτης κεκρατηκέναι τοῦ ἑβδόμου οὐρανοῦ ἐν θράσει τινὶ καὶ ἐν τυραννίδι, λέγειν δὲ τοῖς ὑποκάτω ὅτι «ἐγώ εἰμι, φησίν, ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἕτερος θεός». τὴν δὲ Βαρβηλὼ ἀκηκοέναι τὸν λόγον τοῦτον καὶ κλαῦσαι. ταύτην δὲ ἀεὶ φαίνεσθαι τοῖς ἄρχουσιν ἐν εὐμορφίᾳ τινὶ καὶ ἀποσυλᾶν τὸ ἐξ αὐτῶν σπέρμα δι' ἡδονῆς καὶ ἐκχύσεως, ἵνα δῆθεν τὴν αὐτῆς δύναμιν τὴν εἰς διαφόρους σπαρεῖσαν αὖθις πάλιν ἀνακομίζῃ. καὶ οὕτως ἐκ τοιαύτης ὑποθέσεως τὸ τῆς αὐτοῦ αἰσχρολογίας μυστήριον τῷ κόσμῳ ὑπεισήνεγκε. καί τινες ὡς ἔφην τῶν προειρημένων διὰ πολλῆς κακομηχανίας ἃ μὴ θέμις λέγειν πως ἐν πολυμιξίᾳ γυναικῶν καὶ ἐν αἰσχροποιίαις ἀνηκέστοις ἀναστρέφεσθαι ἐδίδαξαν, ὡς καί που ὁ ἁγιώτατος ἀπόστολός φησι «τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν». 3. τῷ δὲ βουλομένῳ ἰδεῖν τὴν ἀντίθετον ἐκ πνεύματος ἁγίου περὶ τῆς τούτου αἱρέσεως ἀνατροπὴν ἰστέον ἐστὶν ἀπὸ τῆς τοῦ ἁγίου Ἰωάννου ἀποκαλύψεως, ὡς γράφων μιᾷ τῶν ἐκκλησιῶν ἐκ προσώπου κυρίου τουτέστιν τῷ ἐπισκόπῳ τῷ ἐκεῖσε κατασταθέντι σὺν τῇ δυνάμει τοῦ ἁγίου ἀγγέλου τοῦ ἐπὶ τοῦ θυσιαστηρίου φησίν «ἔχεις δέ τι καλόν, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν ἃ κἀγὼ μισῶ». Προύνικον δὲ ἄλλοι τιμῶντές τινα, ὡς καὶ οὗτοι μυθωδῶς πάλιν εἰς ταύτην τὴν ὑπόνοιαν τῆς αἰσχρουργίας τὰ ἑαυτῶν πάθη 1.270 ἐπιτελοῦντές φασι· τῆς Προυνίκου τὴν δύναμιν συλλέγομεν ἀπὸ τῶν σωμάτων, διά τε τῶν ῥευστῶν, φημὶ δὲ γονῆς καὶ καταμηνίων *· περὶ ὧν ὀλίγῳ