1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

45

Ἰεσσαὶ, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τύπον ἐπέχουσα. Φησὶ οὖν ὅτι ἐν τῷ μέλλοντι αἰῶνι ὁ ἱερατικὸς ἀνθεῖ λόγος, τὰ τέλεια μαθήματα τοῖς ἀξίοις παραδιδούς. Τῶν δὲ δικαίων ἐν τούτοις ὄντων, φησὶ, ἡ ἀκρὶς παχύνεται· ἀντὶ τοῦ, τροφὴν ἡ κόλασις δέχεται τοὺς ἁμαρτωλοὺς, καὶ τρόπον τινὰ παχύνεται. Ἡ γὰρ ἀκρὶς κολάσεως φέρει σύμβολον· διὰ γὰρ ταύτης ὁ Θεὸς τοὺς Αἰγυπτίους ἐκόλασε. Τούτων δὲ οὕτως πραττομένων, καὶ τῶν μὲν δικαίων ἀνθούντων τότε, κολαζομένων δὲ τῶν ἁμαρτωλῶν, διασκεδάννυται καὶ ἐξαφανίζεται ἡ κάππαρις, πικρά τις οὖσα, καὶ σύμβολον τῆς ὀδυνηρᾶς ἁμαρτίας. Ἡ γὰρ κακία ἀνύπαρκτος οὖσα, καὶ εἰς ἀνυπαρξίαν πάντως χωρήσει. "Ὅτι ἐπορεύθη ὁ ἄνθρωπος εἰς οἶκον αἰῶνος αὐτοῦ." Οἴμοι, φησὶν ὁ ∆αυῒδ, ὅτι ἡ παροικία μου 93.620 ἐμακρύνθη. οὐκ οἴκησιν, ἀλλὰ παροικίαν τὸν ἐνεστῶτα βίον λέγων. Τότε οὖν, φησὶ, μεταστὰς ἐκ τῆσδε τῆς παροικίας ὁ ἄνθρωπος, εἰς τὸν αἰώνιον αὐτοῦ οἶκον, τὸν αἰῶνα τὸν μέλλοντα, πορεύεται. "Καὶ ἐκύκλωσαν ἐν ἀγορᾷ οἱ κοπτόμενοι." Τότε καὶ οἱ ἐν τῷδε τῷ βίῳ ἁμαρτωλοὶ κλαίουσι καὶ κόπτονται. Ἀγορὰ δὲ ὅδε ὁ βίος ἐλέχθη, διὰ τὰ ἐν αὐτῷ συναλλάγματα. "Ἕως οὗ μὴ ἀνατραπῇ σχοινίον τοῦ ἀργυρίου." Πρὸς τὸν παραινούμενον ὁ λόγος. Σπούδασον, φησὶ, ὦ νεανίσκε, ἀγαθοεργίᾳ μειλίξασθαι τὸν κριτὴν, πρὶν ἀνατραπῆναι τὸν πλοῦτον, καὶ τὸ τῆς φιλαργυρίας σχοινίον, τὸ πάσαις ἁμαρτίαις καταδεσμεῦον· ῥίζα γὰρ πάντων τῶν κακῶν ἡ φιλαργυρία. Πρὶν οὖν τόνδε τὸν βίον παρελθεῖν, ἐν ᾧ χρημάτων ἀπάτη, καὶ φιλαργυρίας ἔρως, εὐτρέπισόν σου τὰ ἔργα πρὸς τὴν ἔξοδον. "Καὶ συντριβῇ τὸ ἀνθέμιον τοῦ χρυσίου." Ἀνθέμιον, ἢ τὸ ἄνθος, καὶ ἡ ὡραιότης τοῦ χρυσίου, ἢ καὶ ἡ θήκη, ἐν ᾗ πεφύκαμεν ἀποτίθεσθαι τὸ χρυσίον. Πρὶν οὖν, φησὶ, τὰ τῇδε παρέλθῃ πράγματα, μέτελθε τὴν ἀρετήν. Ἄλλως· Ἀργύριον πολλαχοῦ τῆς Γραφῆς ὁ θεῖος εἴρηται λόγος· χρυσὸν δὲ ἐκλαμβάνομεν τὸν νοῦν· ἀνθέμιον δὲ χρυσίου τὸ ἐν ἡμῖν ἡγεμονικόν. Πρὶν οὖν, φησὶ, παύσηται ὁ λόγος ὁ διδασκαλικὸς, ὁ δίκην τριπλόκου σχοινίου, ἤτοι φραγελλίου τὰ ἐν ἡμῖν ἀπελαύνων πάθη, δι' οὖ δύνῃ καθᾶραι τὸ ἐν σοὶ ἡγεμονικόν· ἀντὶ τοῦ, ἕως εἷ ἐν τῷδε τῷ βίῳ, πολλὴν σαυτοῦ ποίησον ἐπιμέλειαν. "Καὶ συντριβῇ ἡ ὑδρία ἐπὶ τῆς πηγῆς." Ἐνταῦθα φιλοσοφεῖ περὶ τοῦ ἀνθρωπίνου φυράματος. Ἵνα γὰρ μή τις νομίσῃ εἰς ἀνυπαρξίαν χωρεῖν τὸ σῶμα διαλυόμενον, διὰ συμβόλου διδάσκει τὴν αὐτοῦ παραμονήν. Ὥσπερ γὰρ ὑδρίας πρὸς τῇ πηγῇ συντριβομένης, τὸ ὕδωρ οὐκ ἀπόλλυται, ἀλλ' εἰς τὴν ἑαυτοῦ πηγὴν ἔρχεται· καὶ πάλιν ὅταν τις ἐθέλῃ, τοῦτο ἐξαντλεῖ· οὕτω καὶ τὸ σῶμα διαλυόμενον ἐπὶ τὴν ἑαυτοῦ πηγὴν (τὴν γῆν) ἐπάνεισιν, ἕτοιμον ὂν πάλιν συστῆναι, ὅταν ὁ τὴν ἀρχὴν αὐτὸ διαπλάσας βούληται. Ἄλλως τὸ τῆς ὑδρίας ὕδωρ εἰς τὴν πηγὴν ἐκχεόμενον οὐκ ἀπόλλυται, ἀλλὰ μετὰ τοῦ πληρώματός ἐστι τοῦ ἐν τῇ πηγῇ. Ὅταν οὖν ἐκ τοῦ μέρους καταργηθῇ, κατὰ τὸν Ἀπόστολον, τότε τὸ τέλειον ἔρχεται. Ἡ οὖν μερικὴ γνῶσις ἡ νῦν ἐν ἡμῖν οὖσα, τότε τὴν τελειότητα προσλαβοῦσα, ὡς ὕδωρ ἐστὶ ὑδρίας ἐν ὅλῃ πηγῇ, τὸ μέρος προσλαβοῦσα, ἤγουν τὴν τελειότητα. "Καὶ συντροχάσῃ ὁ τροχὸς ἐπὶ τὸν λάκκον." Κατὰ ἑτερολεξίαν τὸ αὐτὸ νόημα ἔφησε. Συντροχάσαι 93.621 γάρ ἐστι τὸν τροχὸν ἐπὶ τὸν λάκκον, τὸ κλασθῆναι τὸν τροχὸν, καὶ πεσεῖν ἐν τῷ λάκκῳ, μετὰ τοῦ κεραμίου τοῦ ὕδατος. Τροχὸν δὲ λέγει τὸν ἐπικείμενον τῷ λάκκῳ, δι' οὗ ποιοῦνται τὴν ἀνίμησιν. Ὁμοίως δὲ κἀνταῦθα τὸ ὕδωρ ἐπὶ τὸν λάκκον ἐκχεῖται. Ἄλλως· Τροχὸς ὅδε ὁ βίος καλεῖται, διὰ τὸ κινεῖσθαι, καὶ κυλίεσθαι, κατὰ τό· Φωνὴ τῆς βροντῆς ἐν τῷ τροχῷ. Πρὶν οὖν, φησὶ, κυλιόμενος οὗτος ὁ τροχὸς, ἀντὶ τοῦ, ὁ βίος, ἀποκυλίσῃ ἡμᾶς εἰς τὸν λάκκον, τῆς ἑαυτῶν σωτηρίας φροντίσωμεν. Λάκκος δὲ ὁ ᾅδης ὠνομάσθη, κατὰ τό· Ἔσωσάς με ἐκ λάκκου κατωτάτου, καὶ ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. "Καὶ ἐπιστρέψῃ ὁ χοῦς εἰς τὴν γῆν, ὡς ἦν." Πρὸς γὰρ τὸ συγγενὲς στοιχεῖον ἀναλύεται τὸ σῶμα, κατὰ τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. "Καὶ τὸ πνεῦμα ἐπιστρέψῃ πρὸς τὸν Θεὸν, ὃς ἔδωκεν αὐτό." Τὸ πνεῦμα εἰ μὲν λέγοιτο μετὰ ψυχῆς, τὸ