46
ὕστερον, ὅταν περὶ αὐτῶν μονομερῶς λέγειν ἐπιβαλώμεθα, κατὰ λεπτότητα ὑφηγήσομαι, οὐκ εἰς τὸ χρᾶναι ἀκοὰς τῶν ἀκουόντων ἢ ἐντυγχανόντων, ἀλλ' εἰς τὸ τοῖς συνετοῖς ἀπέχθειαν μᾶλλον ἐργάσασθαι πρὸς αὐτοὺς καὶ ἀποτροπὴν τῆς τῶν κακῶν ἐργασίας, οὐ συκοφαντῶν τοὺς ἀλιτηρίους, ἀλλὰ κατ' ἀλήθειαν τὰ παρ' αὐτῶν γινόμενα εἰς τοὐμφανὲς θριαμβεύων. ἕτεροι δὲ τὸν προειρημένον Ἰαλδαβαὼθ δοξάζουσι, φάσκοντες αὐτὸν εἶναι πρῶτον υἱὸν ὡς ἔφην τῆς Βαρβηλώ· καὶ διὰ τοῦτό φησιν δεῖν ἄγειν αὐτῷ τὴν τιμήν, ὅτι πολλὰ ἀπεκάλυψεν. ὅθεν καὶ βιβλία τινὰ ἐξ ὀνόματος τοῦ Ἰαλδαβαὼθ ποιητεύονται, ἐκτυποῦντες καὶ ὀνομασίας μυρίας βαρβαρικὰς ἀρχόντων, ὥς φασιν, καὶ ἐξουσιῶν καθ' ἕκαστον οὐρανὸν ἐναντιουμένων τῇ τῶν ἀνθρώπων ψυχῇ. καὶ πολλὴ ἁπλῶς ἡ διὰ τῆς πλάνης αὐτῶν γινομένη τῷ γένει τῶν ἀνθρώπων ἐπιβουλή. ἄλλοι δὲ τὸν Καυλακαῦ ὡσαύτως δοξάζουσιν, ἄρχοντά τινα τοῦτον οὕτως κα1.271 λοῦντες, φαντασιάζειν φιλοτιμούμενοι τοὺς ἀπείρους διὰ τῆς τῶν ὀνομάτων ἐκπλήξεως καὶ ἐπιπλάστου τῆς τοῦ ὀνόματος βαρβαρωνυμίας. τοῖς δὲ ἐμπείροις καὶ ἐκ θεοῦ λαβοῦσι περὶ ἑκάστης ὀνομασίας καὶ ὑποθέσεως τῆς ἀληθινῆς τοῦ θεοῦ γνώσεως χάριν πῶς οὐκ εὐθυέλεγκτα τοῦ μύθου αὐτῶν καὶ πλάνης τὰ διδάγματα ἀνεχέγγυα; 4. Προύνικον γὰρ ἐὰν εἴπωσι, τὸ ὅλον ἐστὶν ἡδυπαθείας καὶ ἀκρασίας ἐξέρευξις. πᾶν γὰρ τὸ προυνικευόμενον λαγνείας ὑποφαίνει τὸ ἐπώνυμον, φθορᾶς δὲ τὸ ἐπιχείρημα. ἐπὶ τοῖς γὰρ τὰ σώματα διακορεύουσιν Ἑλληνική τίς ἐστιν λέξις τό «ἐπρουνίκευσε τήνδε»· ὅθεν καὶ ἐν μύθοις ἀναγράφουσιν οἱ τὰ ἐρωτικὰ συγγραψάμενοι Ἑλλήνων ἀπατεῶνες περὶ κάλλους λέγοντες οὕτως ὅτι κάλλος προύνικον. ἀλλὰ καὶ περὶ τοῦ Καυλακαῦ τίς τῶν γινωσκόντων οὐκ ἂν καταγελάσειεν, ὅτι τὰς Ἑβραϊστὶ καλῶς εἰρημένας λέξεις καὶ Ἑλληνιστὶ καλῶς ἑρμηνευθείσας καὶ εἰσέτι νῦν παρὰ τοῖς Ἑβραϊστὶ ἀναγινώσκουσι φανερὰς οὔσας καὶ οὐδὲν σκολιὸν ἐχούσας αὐτοὶ εἰς εἰδωλοποιίας τε καὶ εἰς μορφὰς καὶ εἰς ἐνυποστατικὰς ἀρχὰς καὶ ὡς εἰπεῖν ἀνδριαντοπλασίας, τοῖς ἀφελέσι διὰ φαντασίας τὴν πλάνην ὑποσπείροντες, ἀνατυποῦσιν εἰς τὴν τῆς αἰσχρᾶς αὐτῶν καὶ μυθώδους τέχνης ὑποσποράν; καυλακαῦ γὰρ ἐν τῷ Ἠσαΐᾳ γέγραπται, λέξις τις οὖσα ἐν τῇ δωδεκάτῃ ὁράσει, ἔνθα λέγει «θλίψιν ἐπὶ θλίψιν, ἐλπίδα ἐπ' ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν προσδέχου»· ὡς καὶ αὐτὰ τὰ Ἑβραϊκὰ ῥήματα τελειότατα ἐνταῦθα παραθήσομαι αὐταῖς λέξεσιν ὥς ἐστι γεγραμμένα· τὸ γὰρ σαυλασαῦ σαυλασαῦ ἑρμηνεύεται θλίψις ἐπὶ θλίψιν, καυλακαῦ καυλακαῦ ἐλπὶς ἐπ' ἐλπίδι, ζιηρσὰμ ζιηρσὰμ ἔτι μικρὸν ἔτι μικρὸν προσδέχου. ποῦ οὖν ἡ τούτων μυθολογία; ποῦ ἡ κίσσησις τῆς φαντασιολογίας; πόθεν τῷ κόσμῳ τὰ ζιζάνια; τίς ὁ ἀναγκάσας εἰς ἑαυτοὺς ἐπισπάσασθαι ὄλεθρον τοὺς ἀνθρώπους; εἰ μὲν γὰρ γινώ1.272 σκοντες μετεποίησαν τὰς ὀνομασίας εἰς φαντασίαν, ἀπωλείας ἑαυτοῖς προφανῶς αἴτιοι γεγόνασιν· εἰ δὲ ἀγνοοῦντες ἃ μὴ ᾔδεισαν ἔφασαν, οὐδὲν αὐτῶν ἀθλιώτερον. μωρὰ γὰρ ταῦτα ὡς ἀληθῶς, ὡς καὶ παντὶ τῷ σύνεσιν ἐν θεῷ κεκτημένῳ ἔνεστιν ἰδεῖν. ἡδυπαθείας γὰρ χάριν ἑαυτούς τε καὶ τοὺς πειθομένους ἀπώλεσαν καὶ ἀπολλύουσιν. πνεῦμα γάρ ἐστι πλάνης, ὥσπερ φύσημα ἐν αὐλῷ διαφόροις κινήσεσιν ἕκαστον τῶν ἀφρόνων κινοῦν κατὰ τῆς ἀληθείας. καὶ γὰρ καὶ αὐτὸς ὁ αὐλὸς μίμημά ἐστι τοῦ δράκοντος, δι' οὗ ἐλάλησεν ὁ πονηρὸς καὶ ἠπάτησε τὴν Εὔαν. ἀπὸ τοῦ τύπου γὰρ ἐκείνου κατὰ μίμησιν ὁ αὐλὸς τοῖς ἀνθρώποις εἰς ἀπάτην κατεσκευάσθη. καὶ ὅρα τὸν τύπον ὃν αὐτὸς ὁ αὐλῶν ἐν τῷ αὐλῷ ποιεῖται. αὐλῶν γὰρ ἄνω ἀνανεύει καὶ κάτω κατανεύει, δεξιά τε κλίνει καὶ εὐώνυμα ὁμοίως ἐκείνῳ. τούτοις γὰρ καὶ ὁ διάβολος τοῖς σχήμασι κέχρηται, ἵνα κατὰ τῶν ἐπουρανίων ἐνδείξηται τὴν βλασφημίαν καὶ τὰ ἐπὶ τῆς