48
πρὸ αὐτοῦ Σίμωνος δέ φημι καὶ τῶν ἄλλων λαβόντες τὰς προφάσεις, Γνωστικοὶ μὲν καλούμενοι, κατάγνωστοι δὲ τὸ πᾶν διὰ τὴν ἐν τοῖς πράγμασι τῆς ἀκαθάρτου ἐργασίας αὐτῶν μοχθηρίαν καὶ αἰσχρουργίαν. ὡς ἀληθῶς γὰρ καὶ τοῦτον πρὸς ὀλίγον ἐγκρατευσάμενον, εἶτα ἀποστάντα τῆς ἐγκρατείας, δίκην ὕδρωπος τοῦ ἑρπετοῦ καλουμένου ἐξ ὑδάτων εἰς γῆν ἀνελθόντος καὶ εἰς ὕδωρ αὖθις ἀναστρέψαντος, καλάμῳ τῷ ἐν χειρὶ δοθέντι Χριστοῦ παίσαντες καὶ ὀλέσαντες ἐπὶ τὰς ἑξῆς αἱρέσεις βαδίσωμεν.
1.275 Κατὰ Γνωστικῶν τῶν καὶ Βορβοριτῶν ˉ, τῆς δὲ ἀκολουθίας ˉκˉ.
1. Πάλιν οὗτοι οἱ Γνωστικοὶ διαφόρως ἀπὸ τούτου φυόμενοι ἠπατημένοι ἄνθρωποι, ὥσπερ ἀπὸ κοπρίας καρποί, ὡς παντί τῳ δῆλόν ἐστι καὶ φωρατὸν πρὸς δοκιμὴν ἀληθείας οὐ μόνον εἴποιμι πιστοῖς ἀλλὰ τάχα καὶ ἀπίστοις, ἐν τῷ κόσμῳ ἐβλάστησαν· τὸ γὰρ Μήτραν καὶ αἰσχρότητα λέγειν καὶ τὰ ἄλλα πῶς οὐχὶ καταγέλαστα φανείη πᾶσιν ἀνθρώποις, «Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις»; πολλὴ δὲ συμφορὰ καὶ μεγίστη ὡς εἰπεῖν ταλαιπωρία, τοὺς ἐν καταγνώσει καὶ ἐν πλάνῃ ἐπισείεσθαι ἡμῖν τῶν αἱρέσεων ἀρχηγοὺς καὶ ἐπανίστασθαι ὥσπερ κνωδάλων πλῆθος, ὀχλήσεις τε καὶ δυσοδμίας κνισμούς τε καὶ ἐπεντριβὰς ἡμῖν ἐμποιοῦντας διὰ τῆς τοῦ μυθοποιοῦ πλάνης. οὗτοι δὲ οἱ τούτῳ τῷ Νικολάῳ συνεζευγμένοι, πάλιν ἀπ' αὐτοῦ ὡς ἀπὸ οὐρίου ᾠοῦ ὄφεως σκορπίοι ἢ ἐξ ἀσπίδων * γεγεννημένοι, τινὰ ἡμῖν παρεισφέρουσι κενοφωνίας ὀνόματα καὶ βίβλους πλάττουσι, Νωρίαν τινὰ βίβλον καλοῦντες, καὶ ἐξ ὑπονοίας Ἑλληνικῆς δεισιδαιμονίας μεταποιοῦντες τὴν παρὰ τοῖς Ἕλλησι μυθώδη ῥαψῳδίαν καὶ φαντασίαν οὕτω τὸ ψεῦδος τῇ ἀληθείᾳ παραπλέκουσι. ταύτην γάρ φασιν τὴν Νωρίαν εἶναι τοῦ Νῶε γυναῖκα· καλοῦσι δὲ Νωρίαν, ὅπως τὰ Ἑλληνικῶς παρὰ τοῖς Ἕλλησι ῥαψῳδηθέντα αὐτοὶ βαρβαρικοῖς ὀνόμασι μεταποιήσαντες τοῖς ἠπατημένοις παρ' αὐτῶν φαντασίαν ἐργάσωνται, ἵνα δὴ καὶ ἑρμηνείαν ποιήσωσι 1.276 τοῦ τῆς Πύρρας ὀνόματος, Νωρίαν ταύτην ὀνομάζοντες. ἐπειδὴ γὰρ νοῦρα ἐν τῇ Ἑβραΐδι πῦρ οὐ κατὰ τὴν βαθεῖαν γλῶσσαν ἑρμηνεύεται ἀλλὰ Συριακῇ διαλέκτῳ ἡσὰθ γὰρ τὸ πῦρ παρὰ Ἑβραίοις καλεῖται κατὰ τὴν βαθεῖαν γλῶσσαν, τούτου χάριν αὐτοῖς συμβέβηκε κατὰ ἄγνοιαν καὶ ἀπειρίαν τῷ ὀνόματι τούτῳ χρήσασθαι. οὔτε γὰρ Πύρρα ἡ παρ' Ἕλλησιν οὔτε Νωρία ἡ παρὰ τούτοις μυθευομένη, ἀλλὰ Βαρθενὼς τῷ Νῶε γέγονε γυνή· καὶ οἱ Ἕλληνες γάρ φασι τὴν ∆ευκαλίωνος γυναῖκα Πύρραν καλεῖσθαι. εἶτα τὴν αἰτίαν ὑποτίθενται οὗτοι οἱ τὰ τοῦ Φιλιστίωνος ἡμῖν αὖθις προφερόμενοι, ὅτι πολλάκις βουλομένη μετὰ τοῦ Νῶε ἐν τῇ κιβωτῷ γενέσθαι οὐ συνεχωρεῖτο, τοῦ ἄρχοντος, φησίν, τοῦ τὸν κόσμον κτίσαντος βουλομένου αὐτὴν ἀπολέσαι σὺν τοῖς ἄλλοις ἅπασιν ἐν τῷ κατακλυσμῷ. αὐτὴν δέ φησιν ἐπικαθιζάνειν ἐν τῇ λάρνακι καὶ ἐμπιπρᾶν αὐτήν, καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον· ὅθεν δὴ εἰς ἔτη πολλὰ ἐλήλακεν ἡ τῆς αὐτοῦ τοῦ Νῶε λάρνακος κατασκευὴ διὰ τὸ πολλάκις αὐτὴν ὑπ' αὐτῆς ἐμπεπρῆσθαι. ἦν γάρ, φησίν, ὁ Νῶε πειθόμενος τῷ ἄρχοντι, ἡ δὲ Νωρία ἀπεκάλυψε τὰς ἄνω δυνάμεις καὶ τὴν ἀπὸ τῶν δυνάμεων Βαρβηλώ, τὴν ὑπεναντίαν τῷ ἄρχοντι, ὡς καὶ αἱ ἄλλαι δυνάμεις, καὶ ὑπέφαινεν ὅτι δεῖ τὰ συληθέντα ἀπὸ τῆς ἄνωθεν Μητρὸς διὰ τοῦ ἄρχοντος τοῦ τὸν κόσμον πεποιηκότος καὶ τῶν ἄλλων τῶν σὺν αὐτῷ θεῶν τε καὶ ἀγγέλων καὶ δαιμόνων συλλέγειν ἀπὸ τῆς ἐν τοῖς σώμασι δυνάμεως, διὰ τῆς ἀπορροίας ἀρρένων τε καὶ θηλειῶν. 2. Καὶ ἁπλῶς περικακῶ τὴν πᾶσαν τούτων τοῦ σκότους πήρωσιν ὑποδεῖξαι. πολὺν γὰρ χρόνον ἀναλώσαιμι ἄν, εἰ ἐνταῦθα τὴν περὶ τούτων γενομένην σύνταξιν