1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

48

εἰδώλων ἀσθενείας. Περὶ Χριστοῦ προφητεία, καὶ τῶν εἰς αὐτὸν πιστευόντων. Ὀνειδίζει τῷ Ἰσραὴλ ἁμαρτιῶν ἕνεκεν. Λέγει διὰ τὴν παρακοὴν αὐτῶν ἐπενηνέχθαι αὐτοῖς τὰς συμφοράς. Περὶ τῆς εἰς Χριστὸν πίστεως. Ὅτι καὶ μὴ θύοντα εἴασε τὸν λαὸν, καὶ οὐκ ἀπῄτει τὴν διὰ θυσιῶν λατρείαν. Καὶ περὶ τῶν εἰς Χριστὸν πιστευόντων προφητεία. Ἔλεγχος τῆς τῶν εἰδώλων ἀσθενείας, καὶ ἔνδειξις τῆς τοῦ Θεοῦ δυνάμεως. Ἀπώλεια Βαβυλῶνος, καὶ τῆς σκληροκαρδίας Ἰουδαίων ἔλεγχος, καὶ χρηστῶν πραγμάτων προφητεία. Περὶ Χριστοῦ προφητεία καὶ παράκλησις Ἱερουσαλήμ. Περὶ τῶν ἀποστόλων καὶ περὶ Χριστοῦ προφητεία. Περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα γεννήσεως, καὶ περὶ πάθους, καὶ ἀναστάσεως, καὶ πλήθους τῶν εἰς αὐτὸν πιστευόντων. Περὶ τοῦ Χριστοῦ ἅμα καὶ περὶ τοῦ Ἰσραὴλ κατὰ ἱστορίαν, κατὰ ἀναγωγὴν περὶ τῶν εἰς Χριστὸν πιστευόντων. Κατηγορία Ἰουδαίων εἰδωλολατρείας ἕνεκεν, καὶ τῆς νηστείας αὐτῶν παραίτησις, καὶ ἑτέρας νηστείας βελτίονος ὑπόδειξις. Εἶτα κατηγορία τῶν δολερῶν αὐτῶν ἔργων καὶ βουλευμάτων, καὶ προφητεία περὶ τῶν εἰς Χριστὸν πιστευόντων. Περὶ Χριστοῦ προφητεία, καὶ περὶ τῶν ἰάσεων τῶν εἰς ψυχὴν καὶ εἰς σῶμα γενομένων ὑπ' αὐτοῦ, καὶ περὶ τῶν ἀποστόλων καὶ περὶ τῶν λοιπῶν τῶν πιστευόντων αὐτῷ. Περὶ τοῦ πάθους. Καὶ παρὰ τοῦ προφήτου, ὡς παρὰ τοῦ λαοῦ, ἐξομολόγησις, καὶ παρὰ τοῦ Κυρίου ἔλεγχος ἐκείνων ἀπειθείας, καὶ πρόσληψις τῶν πιστευόντων αὐτῷ, καὶ κατηγορία τῆς Ἰουδαίων εἰδωλολατρείας. Περὶ τῶν πιστευόντων ἐξ Ἰουδαίων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Κατηγορία τῶν ἀπειθησάντων περὶ τῆς μελλούσης ζωῆς. Σύνοψις τῶν τῷ προφήτῃ Ἱερεμίᾳ εἰρημένων. Προαγόρευσις τῶν ἐσομένων κακῶν τῷ Ἰσραὴλ ὑπὸ τοῦ Ναβουχοδονόσορ. Ἔλεγχος τῆς εἰδωλολατρείας τοῦ Ἰσραὴλ, καὶ ὑπόμνησις τῆς τοῦ Θεοῦ εὐεργεσίας εἰς αὐτοὺς, καὶ τῶν κακῶν, ἃ ἐκ τοῦ πεποιθέναι Αἰγυπτίοις ὑπέμειναν. Τῆς τῶν εἰδώλων ἀσθενείας ἔλεγχος, καὶ τῆς αὐτῶν τῶν Ἰσραηλιτῶν ἀνθρωποθυσίας κατηγορία. Τοῦ Ἰσραὴλ κατηγορία, καὶ ἀπὸ συγκρίσεως τῆς πρὸς αὐτὸν αὔξησις τῶν τοῦ Ἰούδα τολμημάτων· καὶ προαγόρευσις χρηστῶν τῷ Ἰσραὴλ, 56.378 εἰ ἐπιστρέψει πρὸς τὸν Θεόν· καὶ ὑπὸ τοῦ προφήτου, ὡς παρὰ τοῦ λαοῦ, ἐξομολόγησις. Ἡ ἄνοδος τῶν Βαβυλωνίων, καὶ τοῦ προφήτου θρῆνος ἐπὶ τῇ μελλούσῃ ἐρημώσει, καὶ αὐτῆς τῆς ἐρημώσεως ὑπογραφή. Κατηγορία τοῦ λαοῦ, ὅτι οὐδένα ἔσχεν οὕτω δίκαιον, ὥστε στῆσαι τοῦ Θεοῦ τὴν ὀργὴν, καὶ τῆς πονηρίας αὐτῶν ἔλεγχος. Ὅτι οὐ μέχρι θεμελίων ἔχει καταστραφῆναι Ἱερουσαλὴμ ὑπὸ τοῦ Ναβουχοδονόσορ. Καὶ ἄνοδος τῶν Βαβυλωνίων, καὶ κατηγορία τῆς ἀπειθείας τοῦ Ἰσραὴλ, ὅτι οὐκ ἠνείχοντο ἀκοῦσαι τοῦ προφήτου. Κατηγορία τῶν ψευδοπροφητῶν παραλογιζομένων τὸν λαόν· τοῦ γὰρ Ἱερεμίου λέγοντος, ὅτι Πόλεμος ἔσται, αὐτὸς ἔλεγεν, Οὐχὶ, ἀλλὰ εἰρήνη ἔσται. Παραίτησις θυσιῶν, καὶ ἄνοδος τοῦ Βαβυλωνίου, καὶ τῆς ἀνεπιστρόφου διανοίας Ἰουδαίων ἔλεγχος. Παραινεῖ τῷ Ἰούδᾳ πρὸς τὸ γενέσθαι αὐτοὺς βελτίονας, καὶ ἀπειλεῖ, εἰ μὴ γένοιντο, τὰ αὐτὰ πείσεσθαι αὐτοὺς τῷ Ἰσραήλ· καὶ κωλύει τὸν Ἱερεμίαν δεῖσθαι ὑπὲρ αὐτῶν. Παραίτησις θυσιῶν, κατηγορία τῆς ἀπροσεξίας αὐτῶν, καὶ τῆς ἀνθρωποθυσίας, ἣν ἐποιοῦντο τοῖς δαίμοσι. Καὶ προαγόρευσις τοῦ τάφον ἔσεσθαι τὸν τόπον τοῦ εἰδώλου αὐτῶν, καὶ τοῦ μηδὲ τάφοις τινὰς τῶν ἀναιρουμένων παραδίδοσθαι. Ἔτι περὶ τῆς ἀνόδου τῶν πολεμίων, καὶ θρῆνος Ἱερεμίου ἐπὶ ταῖς κακίαις αὐτῶν. Κατηγορία τῶν Ἰουδαίων, ὡς ἀπεριτμήτων τῇ καρδίᾳ, καὶ παραίνεσις πρὸς τὸ μὴ εἰδωλολατρεῖν, καὶ ὡς παρὰ τοῦ λαοῦ θρῆνος ἐπὶ τοῖς μέλλουσι κακοῖς, καὶ κατηγορία παρὰ τοῦ Θεοῦ. Παραίνεσις τοῦ Ἰσραὴλ πρὸς τὸ ὑπακούειν Θεῷ, καὶ κατηγορία τῶν πατέρων αὐτῶν, καὶ αὐτῶν κακὰ ἐσόμενα. Καὶ κωλύεται πάλιν Ἱερεμίας προσεύχεσθαι ὑπὲρ αὐτῶν. Ἀποδύρεται ὁ προφήτης ἐπιβουλευόμενος ὑπὸ Ἰουδαίων ἐν Ἀναθὼθ, καὶ προλέγει διὰ τοῦτο ἑπόμενον αὐτοῖς ὄλεθρον. Τὸ περίζωμα κελεύεται κρύψαι Ἱερεμίας, καὶ προλέγει πληρωθήσεσθαι αὐτοὺς, καὶ μεθυσθήσεσθαι ἀπὸ κακῶν. Περὶ τῆς ἀβροχίας·