1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

49

καὶ κωλύεται προσεύχεσθαι ὑπὲρ αὐτῶν ὁ προφήτης, καὶ παραιτεῖται ὁ Θεὸς τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ τὰς νηστείας, καὶ ἀπειλεῖ τοῖς ψευδοπροφήταις κακὰ, ἐπειδὴ ἔλεγον ὅτι οὐκ ἔσονται συμφοραὶ τῷ λαῷ. Ἱκετεύει τὸν Θεόν· ὁ δέ φησιν, οὐκ εἰσακούσεσθαι, οὐδὲ ἐὰν Μωϋσῆς καὶ Σαμουὴλ πρεσβεύωσιν ὑπὲρ αὐτῶν, ἀλλὰ δώσειν αὐτοὺς εἰς μάχαιραν καὶ θάνατον, καὶ λιμὸν καὶ αἰχμαλωσίαν, καὶ εἰς διασπασμὸν κακῶν. Καὶ Ἱερεμίας εὔχεται τιμωρηθῆναι τοὺς ὀνειδίζοντας αὐτόν· ὁ δὲ Θεός φησιν αὐτῷ· Ἐὰν ἐξάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσῃ. Κελεύεται μὴ γῆμαι ὁ Ἱερεμίας, μηδὲ θρηνεῖν, μηδὲ τοῦ γινομένου τοῖς ἀποθνήσκουσι κοινωνεῖν τοῖς Ἰσραηλίταις. Περὶ τῶν ἀποστόλων, περὶ Χριστοῦ προφητεία· τοὺς λόγους τῶν ἀπιστούντων αὐτῷ ὁ προφήτης προλέγει, καὶ κατεύχεται αὐτῶν. Καὶ παραινεῖ τοῖς Ἰουδαίοις, ὥστε τὸ σάββατον τηρεῖν. Εἰς τὸν οἶκον τοῦ κεραμέως πέμπεται ὁ προφήτης. Πέρας λαλήσω, φησὶν ὁ Θεὸς, ἐπὶ βασιλείας, ὥστε ἀναιρεῖν αὐτήν· καὶ ἐὰν ἐπιστρέψωσιν, οὐ μὴ ἀνέλω. Καὶ πέρας λαλήσω, φησὶν, ἐπὶ ἔθνος ἢ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι. Καὶ ἐὰν ποιήσωσι τὸ πονηρὸν, οὐ ποιήσω κἀγὼ περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα ποιῆσαι αὐτοῖς. Τοῦτο δὲ χρήσιμον πρὸς Ἰουδαίους τὸ κεφάλαιον, ὅταν λέγωσιν ὅτι ἐπηγγείλατο αὐτοῖς ἀγαθὰ ὁ Κύριος. Ἀπειθήσαντες γὰρ τῷ 56.379 Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, αὐτοὶ ἑαυτοῖς αἴτιοι ἐγένοντο τῶν παρόντων κακῶν. Τὴν κατ' αὐτοῦ γινομένην ἐπιβουλὴν ὑπὸ Ἰουδαίων ὁ προφήτης προλέγει, καὶ κατεύχεται αὐτῶν, ὅτι πονηρὰ ἀντὶ ἀγαθῶν ἀποδεδώκασι. Κελεύεται ὁ Ἱερεμίας βικὸν ὀστράκινον λαβὼν, καὶ διαμαρτυράμενος τὰ κακὰ τοῦ λαοῦ, συντρῖψαι τὸν βικὸν κατ' ὀφθαλμοὺς αὐτῶν, καὶ εἰπεῖν· Οὕτω συντριβήσεται Ἱερουσαλήμ. Καὶ ἐμβληθεὶς ὑπὸ τοῦ Πασχὼρ εἰς τὸν καταράκτην, προφητεύει τῷ Πασχὼρ τὰ ἐκδεξόμενα αὐτῷ κακά. Εἶτα ἀσχάλλει ἐπὶ τοῖς διασύρουσιν αὐτὸν, καὶ κατεύχεται αὐτῶν, καὶ καταρᾶται τῇ ἡμέρᾳ τῇ ἑαυτοῦ. Πέμπει Σεδεκίας ὁ βασιλεὺς μαθεῖν παρὰ Ἱερεμίου, εἰ ἀπελεύσεται ἀπ' αὐτοῦ Ναβουχοδονόσορ. Ὁ δέ φησιν, ὅτι ὁ Θεὸς πολεμήσει τοὺς Ἰουδαίους, καὶ τὸν βασιλέα Σεδεκίαν. Εἰ δὲ βούλοιτο ὁ λαὸς ἑκὼν προσχωρῆσαι τῷ Ναβουχοδονόσορ, σωθήσεσθαι αὐτὸν, καὶ τὸν βασιλέα δὲ οὐκ ἀπολεῖσθαι, εἰ τῆς οἰκείας ἀποστὰς κακίας, τοῖς τοῦ Θεοῦ προστάγμασι προσέχειν ἐθέλοι. Κατὰ τοῦ Ἰωακεὶμ καὶ τοῦ Ἰεχονίου, καὶ κατὰ τῶν ποιμένων εἰς τὸν Κύριον προφητεία, καὶ τῶν ψευδοπροφητῶν κατηγορία. Χρηστὰ τῷ Ἰούδᾳ προφητεύει. Τῷ δὲ ὑπολειφθέντι λαῷ ἐν Ἱερουσαλὴμ μετὰ Σεδεκίου διὰ τοῦ ὑποδείγματος τῶν συκῶν προφητεύει τοῦ Ναβουχοδονόσορ τὴν ἄνοδον, καὶ πάντων τῶν ἐθνῶν τὴν ἀπώλειαν διὰ τοῦ ποτηρίου τούτου δηλῶν. Προαγορεύει ἀπώλειαν τῆς Ἱερουσαλήμ. Καὶ συλλαμβάνεται ἐπὶ θανάτῳ Ἱερεμίας ὑπὸ τῶν ἱερέων, καὶ ἐκφεύγει τὸν κίνδυνον. Κελεύεται ὁ προφήτης περιθεῖναι ἑαυτῷ δεσμοὺς, καὶ τοῖς πρέσβεσι τῶν ἀλλοφύλων εἰπεῖν, ὥστε ἀπαγγεῖλαι τοῖς βασιλεῦσιν αὐτοῖς ὑποταγῆναι τῷ Ναβουχοδονόσορ· ἀπειλεῖν γὰρ τὸν Θεὸν θάνατον τοῖς μὴ ὑποτασσομένοις αὐτῷ. Παραινεῖ δὲ ταύτην τὴν παραίνεσιν καὶ τῷ Σεδεκίᾳ, καὶ τῷ λαῷ, καὶ τοῖς ἱερεῦσιν. Ὁ δὲ ψευδοπροφήτης Ἀνανίας ἀνθίστατο Ἱερεμίᾳ τῷ προφήτῃ, λέγων, τὰ σκεύη τὰ ἱερὰ ἐπανήξειν, καὶ τὸν Ἰεχονίαν, ὃς ἦν υἱὸς Ἰωακεὶμ ἀδελφοῦ Σεδεκίου. Καὶ συνέτριψε καὶ τοὺς κλοιοὺς τοῦ προφήτου. Πέμπεται τοίνυν ὁ Ἱερεμίας θάνατον αὐτῷ προλέγων ἐν αὐτῷ ἐκείνῳ τῷ ἐνιαυτῷ, ὡς καὶ συνέβη. Τὰ κακὰ τοῖς ἐν Βαβυλῶνι ψευδοπροφήταις προλέγει, καὶ τῷ λαῷ μακρὸν τὸν τῆς αἰχμαλωσίας χρόνον, ἀλλ' ὅμως ἔσεσθαι ἐπάνοδον. Ἐπὶ τούτοις ἠγανάκτει Σαμέας, καὶ ἐπιτιμᾷ τῷ ἱερεῖ, ὅτι οὐκ ἐκώλυσε τὸν Ἱερεμίαν τοιαῦτα προφητεῦσαι. ∆ιὰ τοῦτο ἀπειλεῖ ὁ Θεὸς ἀπολέσειν αὐτόν. Εἶτα λόγος παρακλητικὸς τῷ Ἰσραήλ. ∆ηλοῖ τὸν καιρὸν, καθ' ὃν ἔμελλον ἐπανέρχεσθαι ἐκ Βαβυλῶνος. Οὗτος δὲ ἦν ὁ τοῦ φασὲκ, καθὼς καὶ ἐν τῷ Ἔσδρᾳ ἔστιν εὑρεῖν, ὅτι τῇ ἑορτῇ τῶν ἀζύμων ἐπανῆλθον. Ὥστε φανερῶς ἐλέγχονται ψευδόμενοι Ἰουδαῖοι. Τὰ γὰρ ἐν τῷ τόπῳ τούτῳ γεγραμμένα περὶ αὐτῶν