1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

50

ἀγαθὰ ἔτι προσδοκῶσιν, ἅπερ ἦλθον. Περὶ τῶν ἀναιρεθέντων παιδίων ὑπὸ Ἡρώδου. Περὶ τῆς Νέας ∆ιαθήκης προφητεία. Καὶ τὴν ἐν τῷ τόπῳ δὲ τούτῳ οἰκοδομὴν γεγραμμένην τῆς πόλεως ἔτι προσδοκῶσιν Ἰουδαῖοι. Καὶ αὕτη δὲ τέλος ἔσχεν, ὅτε ἀνῆλθον ἐκ Βαβυλῶνος γενομένη. Κελεύεται ὁ Ἱερεμίας ἀγοράσαι τὸν ἀγρὸν τοῦ πατραδέλφου αὐτοῦ, καὶ ἀγοράσας λέγει, ὅτι ἡ πόλις παρεδόθη, καὶ 56.380 κελεύειν ἀγοράσαι ἀγρόν. Ὁ δὲ Θεός φησι πρὸς αὐτόν· Τὰ μὲν παρόντα κακὰ διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ· ἔσται καιρὸς, ὅτε πάλιν κατοικηθήσεται ἡ πόλις. Προλέγει τῷ Σεδεκίᾳ, ὅτι ἁλώσεται, καὶ ἐγκαλεῖ τοὺς δούλους, οὓς ἠλευθέρωσαν, πάλιν καταδουλωσαμένοις, καὶ ἀπειλεῖ μεγάλην ἔσεσθαι συμφοράν. ∆ιὰ τοῦτο κελεύει τοὺς υἱοὺς Ἰωναδὰβ ποιεῖν οἶκον. Οἱ δὲ παραιτοῦνται. Κελεύεται ὁ Ἱερεμίας γράψαι, ὅσα προεφήτευσεν ἐπὶ Ἰσραὴλ, ἵνα οὕτω γοῦν φοβηθῶσιν, ἀκούσαντες πάλιν τὰ μέλλοντα αὐτοὺς διαδέχεσθαι κακά. Ὁ δὲ προστάσσει τῷ Βαροὺχ, τοῦ ποιῆσαι, καὶ ἐποίησε. Καὶ γράψας ἀνέγνω τοῖς Ἰουδαίοις. Ὡς δὲ ἤκουσαν οἱ ἄρχοντες, ἀνήγγειλαν τῷ βασιλεῖ Ἰωακείμ. Ὁ δὲ λαβὼν τὸ βιβλίον κατέκαυσε. Καὶ κελεύεται Ἰερεμίας ἕτερον γράψαι βιβλίον τοιοῦτον. Καὶ προφητεύει τῷ βασιλεῖ συμφορὰς διὰ τὸ τόλμημα τοῦτο. Προφητεύει τὴν ἅλωσιν Ἱερουσαλήμ· καὶ συλλαμβάνεται καὶ ἐμβάλλεται εἰς δεσμωτήριον ὁ Ἱερεμίας, καὶ μεταπεμφθεὶς ἐκεῖθεν ὑπὸ Σεδεκίου, λέγει αὐτῷ, ὅτι ἁλώσεται, καὶ ἀξιοῖ ὥστε μὴ παραπεμφθῆναι εἰς τὸ δεσμωτήριον. Καὶ λαβόντες αὐτὸν οἱ ἄρχοντες ἐνέβαλον εἰς τὸν λάκκον τοῦ βορβόρου. Καὶ ἀνήγαγεν αὐτὸν ἐκεῖθεν ὁ Ἀβδαμελέκ. Καὶ μεταπεμφθεὶς πάλιν ὑπὸ τοῦ βασιλέως, προαγορεύει αὐτῷ σωτηρίαν, εἰ βουληθείη ἑκὼν ἐξελθεῖν πρὸς τοὺς πολεμίους· εἰ δὲ μὴ βουληθείη, ὄλεθρον πάσῃ τῇ πόλει, καὶ αὐτῷ μεγάλα κακὰ ἔσεσθαι. Ὡς δὲ οὐκ ἔπεισεν ἐξελθεῖν, ἀνῆλθεν ὁ βάρβαρος, καὶ ἑάλω ἡ πόλις μετὰ Σεδεκίου. Καὶ τῷ Ἱερεμίᾳ εὖ ἐχρήσαντο οἱ ἄρχοντες τοῦ Ναβουχοδονόσορ. Τῷ Ἀβδεμελὲκ προαγορεύει σωτηρίαν. Αὐτοὺς δὲ λαβόντας αἵρεσιν παρὰ τοῦ ἀρχιμαγείρου, ὥστε ἀπελθεῖν ὅπου βούλοιντο, ἔρχεται πρὸς Γοδολίαν, ὃν κατέστησεν ἄρχοντα τοῖς ὑπολειφθεῖσιν ἐν τῇ Ἰουδαίᾳ. Συνήχθησαν πρὸς Γοδολίαν οἱ διεσπαρμένοι ἐν τοῖς ἀγροῖς Ἰουδαῖοι. Ἰσμαὴλ ἀναιρεῖ τὸν Γοδολίαν, καὶ ἑτέρους τινὰς, καὶ λαβὼν τὸν λαὸν τοῦ Γοδολίου, ἐπορεύθη εἰς τὴν Ἀμμωνῖτιν χῶραν ὁ Ἰσμαήλ. Ὡς δὲ εἶδεν αὐτὸν ὁ Ἰωάνναν, εἷς τις τῶν ἀρχόντων, εὐνοϊκῶς διακείμενος πρὸς Γοδολίαν, ἔφυγε μετὰ τῶν ὀκτὼ μόνων ἀνδρῶν ὁ Ἰσμαὴλ, καὶ τὸν λαὸν ἔλαβεν ὁ Ἰωάνναν. Ὥστεδεηθῆναι τοῦ Θεοῦ περὶ αὐτῶν δεηθεὶς, καὶ συμβουλεύσας αὐτοῖς μὴ εἰσελθεῖν εἰς Αἴγυπτον (θάνατον γὰρ ἀπειλεῖν τὸν Θεὸν, εἰ μετοικήσαιεν ἐκεῖ), οὐκ ἔπεισεν. Ἐπεὶ δὲ ἦλθον ἕως Τάφνας, παραινεῖ αὐτοῖς μὴ εἰδωλολατρεῖν. Ὡς δὲ ἀντέλεγον, προαγορεύει αὐτοῖς ὄλεθρον μέγαν, καὶ τῷ βασιλεῖ τῶν Αἰγυπτίων τὴν ἀπώλειαν Αἰγύπτου προλέγει, καὶ τῶν ἀλλοφύλων, τὴν ἀπώλειαν Μωαβιτῶν λέγει, καὶ Ἀμμανιτῶν καὶ Ἰδουμαίων, τὴν ἀπώλειαν ∆αμασκοῦ καὶ Ἐλὰμ προλέγει, καὶ τὴν ἀπώλειαν Βαβυλῶνος, καὶ τὴν ἄνοδον τῶν Ἰουδαίων τὴν ἐκεῖθεν. Πῶς ἑάλω Ἱερουσαλὴμ προλέγει, καὶ ἀπὸ ἀτιμίας εἰς τιμὴν ἦλθε Ἰωακεὶμ, ὁ ἑκὼν προσχωρήσας τῷ Ναβουχοδονόσορ μετὰ τῆς μητρὸς αὐτοῦ. Σύνοψις τῶν τῷ προφήτῃ Ἰεζεκιὴλ εἰρημένων. Ὁρᾷ τὴν ὀπτασίαν τῶν Χερουβὶμ ὁ προφήτης, καὶ κελεύεται λαλῆσαι τοῖς Ἰσραηλίταις παρὰ τοῦ Θεοῦ. 56.381 Φέρεται ὑπὸ τοῦ Πνεύματος εἰς τὴν αἰχμαλωσίαν, καὶ παρορμᾶται ὑπὸ τοῦ Θεοῦ πρὸς τὸ μετὰ παῤῥησίας καὶ ἀόκνως τοῖς τε ἀνόμοις καὶ τοῖς δικαίοις τὴν εἰς τὴν ζωὴν φέρουσαν διαγγέλλειν, καὶ τὰς τοῦ Θεοῦ προμηνύειν ἐντολάς. Κελεύεται ἐγκλεῖσαι ἑαυτὸν, καὶ τῆς Ἱερουσαλὴμ πολιορκίαν προμηνῦσαι διὰ τοῦ ὑποδείγματος τῆς πλίνθου καὶ τοῦ τηγάνου. Κελεύεται δὲ καὶ ἐπὶ ἓν πλευρὸν κοιμηθῆναι ἡμερῶν ἀριθμὸν, φανερῶν τὴν ἐν τῇ αἰχμαλωσίᾳ ἐσομένην τῷ λαῷ θλίψιν. Προλέγει διὰ τῶν ἄρτων, οὓς ἐπὶ βολβίτων ποιεῖ, καὶ διὰ τοῦ μερισμοῦ τῶν τριχῶν τὸν θάνατον αὐτῶν καὶ τὴν διασποράν· καὶ τὴν ἐρήμωσιν τῆς πόλεως καὶ