51
καταχλευάζοντος τὸ ἐκ θεοῦ πλάσμα πεπλασμένον. ἀλλὰ τὴν μὲν ἡδονὴν ἐπιτελοῦσιν, εἰς ἑαυτοὺς δὲ ἀπολαμβάνουσι τὰ τῆς ἀκαθαρσίας αὐτῶν 1.282 σπέρματα, μὴ εἰς τεκνογονίαν καταβαλλόμενοι, ἀλλ' αὐτοὶ τὸ τῆς αἰσχρότητος ἔσθοντες. ἐὰν δὲ καὶ προληφθῇ τις αὐτῶν ἐγκατασπεῖραι τὴν καταβολὴν τῆς κατὰ φύσιν αὐτῶν ἀπορροίας καὶ ἐγκυμονήσῃ ἡ γυνή, τί δεινότερον τολμῶσιν οἱ τοιοῦτοι ἄκουε. κατασπάσαντες γὰρ τὸ ἔμβρυον καιρῷ οἵῳ δἂν ἐπιχειρήσωσι, λαμβάνουσιν ἐκτρωθὲν τοῦτο τὸ βρέφος καὶ ἐν ὅλμῳ τινὶ κόπτουσιν ὑπέρῳ, καὶ ἐγκαταμίξαντες μέλι καὶ πέπερι καὶ ἄλλα τινὰ ἀρώματα καὶ μύρα πρὸς τὸ μὴ ναυτιᾶν αὐτοὺς οὕτως συναχθέντες πάντες οἱ τῆς τῶν χοίρων τούτων καὶ κυνῶν * θιασῶται μεταλαμβάνουσιν ἕκαστος τῷ δακτύλῳ ἀπὸ τοῦ κατακοπέντος παιδίου. καὶ οὕτως τὴν ἀνθρωποβορίαν ἀπεργασάμενοι εὔχονται λοιπὸν τῷ θεῷ, ὅτι οὐκ ἐνεπαίχθημεν, φησίν, ἀπὸ τοῦ ἄρχοντος τῆς ἐπιθυμίας, ἀλλὰ συνελέξαμεν τὸ παράπτωμα τοῦ ἀδελφοῦ. καὶ δῆθεν τοῦτο τὸ τέλειον πάσχα ἡγοῦνται. ἄλλα δὲ ὅσα δεινὰ αὐτοῖς τετόλμηται. ὅταν γὰρ πάλιν ἐμμανεῖς ἐν ἑαυτοῖς γένωνται, φύραντες ἑαυτῶν τὰς χεῖρας τῇ ἑαυτῶν αἰσχρότητι τῆς ἀπορροίας ἐγείρονται καὶ τὰς ἑαυτῶν μεμολυσμένας ἔχοντες χεῖρας εὔχονται γυμνοὶ ὅλῳ τῷ σώματι, ὡς διὰ τῆς τοιαύτης ἐργασίας * εὑρίσκειν πρὸς θεὸν τὴν παρρησίαν. τὰ σώματα δὲ αὐτῶν νύκτωρ τε καὶ μεθ' ἡμέραν τημελοῦσι, γυναικάρια καὶ ἀνθρωπάρια, μυριζόμενοι λουόμενοι θοιναζόμενοι, κοίταις τε καὶ μέθαις σχολάζοντες. καὶ καταρῶνται τὸν νηστεύοντα, λέγοντες, οὐ δεῖ νηστεύειν· τοῦ γὰρ ἄρχοντος τούτου τοῦ ποιήσαντος τὸν αἰῶνά ἐστιν ἡ νηστεία. δεῖ δὲ τρέφεσθαι εἰς τὸ τὰ σώματα εἶναι ἰσχυρά, εἰς τὸ δύνασθαι τὸν καρπὸν ἀποδιδόναι κατὰ καιρὸν αὐτοῦ. 6. Χρῶνται δὲ καὶ παλαιᾷ καὶ καινῇ διαθήκῃ, ἀπαγορεύουσι δὲ τὸν λαλήσαντα ἐν τῇ παλαιᾷ διαθήκῃ. καὶ ὅταν μὲν ῥῆμα εὕρωσί τι κατ' αὐτῶν δυνάμενον ἔχειν τὸν νοῦν, φασίν, ὅτι τοῦτο ἀπὸ τοῦ πνεύματος τοῦ κοσμικοῦ λελάληται· ἐὰν δέ τις εἰς ὁμοίωσιν τῆς 1.283 αὐτῶν ἐπιθυμίας δυνηθείη σχηματίζεσθαι λόγος, οὐχ ὡς ἔστι τὸ ῥῆμα, ἀλλ' ὡς ἔχει ὁ αὐτῶν ἠπατημένος νοῦς, τοῦτον μετασκευάζοντες εἰς τὴν ἑαυτῶν ἐπιθυμίαν φάσκουσιν ἐκ τοῦ πνεύματος τοῦ τῆς ἀληθείας λελαλῆσθαι. καὶ τοῦτό ἐστι, φησίν, ὃ εἶπεν ὁ κύριος περὶ Ἰωάννου «τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;» ὅτι οὐκ ἦν, φησί, τέλειος ὁ Ἰωάννης· ἐνεπνέετο γὰρ ὑπὸ πολλῶν πνευμάτων κατὰ τὸν κάλαμον τὸν ἐπὶ ἑκάστῳ ἀνέμῳ κινούμενον. καὶ ὅτε μὲν ἤρχετο τὸ πνεῦμα τοῦ ἄρχοντος, Ἰουδαϊσμὸν ἐκήρυττεν· ὅτε δὲ τὸ πνεῦμα τὸ ἅγιον, περὶ Χριστοῦ ἐλάλει. καὶ τοῦτό ἐστι, φησίν, ὅτι «ὁ μικρότερος ἐν τῇ βασιλείᾳ καὶ τὰ ἑξῆς». περὶ ἡμῶν, φησίν, εἶπεν, ὅτι ὁ ἐν ἡμῖν μικρότερος μείζων αὐτοῦ ὑπάρχει. 7. Καὶ εὐθὺς ἐπιστομίζονται οἱ τοιοῦτοι ἀπ' αὐτῆς τῆς ἀληθείας. ἐκ γὰρ τῶν συνεζευγμένων ἑκάστῃ λέξει ἀναφανδὸν ἡ ἀλήθεια δειχθήσεται καὶ τὸ ἐχέγγυον τῆς φράσεως ἀποδοθήσεται. εἰ μὲν γὰρ ὁ Ἰωάννης μαλακὰ ἠμφίεστο καὶ ἐν οἴκοις βασιλέων ὑπῆρχεν, ὀρθὴ ἂν πρὸς αὐτὸν ἡ λέξις καὶ εὐθεῖα πρὸς ἔλεγχον τοῦ αὐτοῦ ὑπῆρχεν· εἰ δὲ λέγει «τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον;» καὶ οὐχ οὕτως εἶχεν, οὐκέτι τὸ ἔγκλημα ἐπὶ τὸν οὐ μαλακὰ φοροῦντα Ἰωάννην τοῦ λόγου ἐπενεκτέον, ἀλλὰ ἐπὶ τοὺς οὕτως εὑρήσειν τὸν Ἰωάννην νομίσαντας καὶ ὑπὸ τῶν ἔνδον ἐν οἴκοις βασιλέων πολλάκις κατὰ ὑπόκρισιν κολακευομένους ἡ ἀναγωγή. ἐνόμιζον γὰρ οὗτοι ἐξερχόμενοι καὶ παρὰ Ἰωάννῃ ἐπαίνους εὑρίσκειν καὶ μακαρισμοὺς ἐπὶ τοῖς ὑπ' αὐτῶν καθ' ἑκάστην ἡμέραν γινομένοις παραπτώμασιν. ὡς δὲ οὐχ ηὗρον, ἀνατρεπτικῶς παρὰ τοῦ σωτῆρος πρὸς αὐτοὺς εἴρηται ὅτι «τί ἐνομίζετε εὑρίσκειν; συμπεριφερόμενον τοῖς ὑμῶν πάθεσιν ἄνθρωπον, ὡς κατὰ τοὺς μαλακὰ φοροῦντας; οὐχ οὕτως· οὐ γάρ ἐστιν