1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

51

τῶν εἰδώλων προστίθησιν. Ὁρᾷ τὰς ἀνομίας τοῦ λαοῦ καὶ τὴν εἰδωλολατρείαν. Μετὰ ταῦτα τοὺς ἕως ὀλέθρου τῆς πόλεως ἐλθόντας. Ὁρᾷ δὲ πάλιν τὰ Χερουβὶμ, καὶ προλέγει τῇ πόλει κακά. Περὶ τῶν εἰς Χριστὸν πιστευόντων. Προμηνύει τὴν αἰχμαλωσίαν αὖθις τοῦ λαοῦ τὴν ἐπὶ Σεδεκίου, καὶ τὴν αὐτοῦ Σεδεκίου τύφλωσιν τὴν ὑπὸ τοῦ Ναβουχοδονόσορ γενομένην. Προλέγει, μὴ εἰς μακρὸν χρόνον ἐκβήσεσθαι τὰ κακὰ, ἀλλ' ἐγγὺς εἶναι. Ἀπειλεῖ τοῖς ψευδοπροφήταις, καὶ ἀπαραίτητα αὐτῶν φησι τὰ κακὰ εἶναι, ἅπερ ὑποστήσονται· ὡς μηδὲ Ἰὼβ, ἢ ∆ανιὴλ, ἢ Νῶε τοὺς υἱοὺς αὐτῶν δύνασθαι ῥύσασθαι· καὶ τὴν εἰς τέλος ἐρήμωσιν αὐτῶν διὰ τῆς κληματίδος τῆς ἀμπέλου δηλοῖ. ∆ιηγεῖται τὴν ἀσχημοσύνην τοῦ λαοῦ τὴν ἐξ ἀρχῆς, πρὶν ἢ προσλαβέσθαι αὐτὸν τὸν Θεὸν, καὶ τὴν εὐπρέπειαν τὴν μετὰ τὸ προσλαβέσθαι· καὶ τὴν εἰδωλολατρείαν αὐτοῦ, καὶ τὴν διὰ ταύτην αὐτοὺς διαδεξαμένην ἄλωσιν, καὶ μεγάλας δείκνυσιν αὐτῆς τὰς ἀνομίας ἀπὸ συγκρίσεως Σοδόμων καὶ Σαμαρείας, οὔσας καὶ καθ' ἑαυτὰς μεγάλας. ∆ύναται δὲ τὰ χρηστὰ, ἃ προλέγει, τὸ, Ἀναστήσω τὴν διαθήκην μου μετὰ σοῦ, περὶ τῶν εἰς Χριστὸν πιστευόντων λέγεσθαι. Τὴν ἄνοδον τοῦ Ναβουχοδονόσορ προλέγει. Πρὸς τοὺς λέγοντας· Οἱ πατέρες ἔφαγον τὸν ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ὠμοδίασαν. Περὶ τῆς μητρὸς τῶν περὶ Σεδεκίαν τὸν βασιλέα. ∆ιαμαρτύρεται τοῖς πρεσβυτέροις τὰς ἀνομίας τῶν πατέρων αὐτῶν. Τὸ δὲ, ∆ιότι ἐπὶ τοῦ ὄρους μου τοῦ ἁγίου, ἐπ' ὄρους ὑψηλοῦ Ἰσραὴλ λέγει· Ἀδωναῒ, Κύριε, ἐκεῖ δουλεύσουσί μοι πᾶς οἶκος Ἰσραὴλ εἰς τέλος, εἰς τοὺς πιστεύοντας τῷ Χριστῷ δύνασθαι λαμβάνεσθαι. Ἐπὶ Θεμὰν, καὶ ἐπὶ Ἰσραὴλ, καὶ ἐπὶ υἱοὺς Ἀμμών. Καὶ τὰς ἀνομίας καὶ τὰς ἁμαρτίας λέγει τοῦ Ἰσραὴλ, καὶ τῶν ἱερέων, καὶ τῶν ἀρχόντων καὶ ψευδοπροφητῶν. Καὶ ἐζήτουν, φησὶν, ἄνδρα ἀναστρεφόμενον ὀρθῶς, καὶ ἑστῶτα ἐν διακοπῇ φραγμοῦ πρὸ προσώπου μου ἐν καιρῷ τῆς γῆς, τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτόν· καὶ οὐχ εὗρον. Περὶ τῆς εἰδωλολατρείας τοῦ λαοῦ Ἰσραὴλ τῆς ἐν Αἰγύπτῳ, καὶ τῆς μετὰ ταῦτα, καὶ τῶν συμφορῶν. Καὶ ἔτι οὔτε πένθος ποιῆσαι συγχωρηθήσονται ἐπὶ τοῖς συμβαίνουσι χαλεποῖς. Κατὰ Ἀμμανιτῶν καὶ Ἰδουμαίων, καὶ ἀλλοφύλων, καὶ τῆς Σὼρ, ἣν Τύρον λέγουσιν εἶναι. Προλέγει συμφορὰς μεγάλας, κατὰ τοῦ ἄρχοντος Τύρου καὶ Σιδῶνος, καὶ Αἰγύπτου, καὶ τοῦ Αἰγυπτίων βασιλέως. Ἀπειλεῖ τῷ σκοπῷ τοῦ λαοῦ, εἰ μὴ προείποι τῷ λαῷ, οὗ τέθειται σκοπὸς πρὸς τὰς παρὰ τοῦ Θεοῦ ἐπιφερομένας συμφοράς. Καὶ 56.382 λέγει, ὡς μήτε ἄνομον ἀπόλλυσθαι διὰ τὰς προτέρας ἀνομίας, ἐὰν ἐπιστρέψῃ τοῦ ποιῆσαι τὰ ἀρεστὰ τῷ Θεῷ· μήτε δίκαιον σώζεσθαι, διὰ τὰς προτέρας δικαιοσύνας, ἐὰν μεταβληθεὶς γένηται ἄνομος καὶ ἄδικος. Ἦλθέ τις πρὸς τὸν προφήτην ἀπαγγέλλων, ὅτι ἑάλω Ἱερουσαλήμ· λέγει δὲ καὶ περὶ τούτου ἐγκαλῶν, ὅτι μὴ προσέχωσι τοῖς προφητευομένοις. Προφητεύει δὲ καὶ κατὰ τῶν ποιμένων τοῦ Ἰσραήλ· καὶ ἐπαγγέλλεται δώσειν αὐτοῖς ἕνα ποιμένα· ὅπερ ἐπὶ τοῦ Ζοροβάβελ γέγονεν, ὅπερ καὶ αὐτὸ ἀναισχυντοῦντες Ἰουδαῖοι οὔπω γεγενῆσθαί φασι· γέγονε δὲ, ὡς ἔφην, ἐπὶ Ζοροβάβελ. Προφητεύει κατὰ Ἰδουμαίων καὶ τοῖς Ἰσραηλίταις χρηστὰ, ἅπερ φησὶν ὁ Θεὸς ποιήσειν Ἰουδαίοις, οὐκ ἐπειδὴ ἄξιοί εἰσιν, ἀλλ' ἵνα μὴ τὸ ὄνομα αὐτοῦ βεβηλωθῇ. Ἄγεται ὁ προφήτης εἰς τὸ πεδίον, καὶ προφητεύει ἐπὶ τὰ ὀστᾶ τὰ ξηρά. Προφητεύει δὲ καὶ περὶ τοῦ Ζοροβάβελ, ὅτι εἷς ἄρχων ἔσται Ἰουδαίων· δύναται δὲ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λαμβάνεσθαι. Προφητεύει καὶ περὶ Γὼγ καὶ Μαγὼγ ἐπελθόντων τοῖς Ἰουδαίοις μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος, καὶ ἡττηθέντων. Τινὲς δὲ ἀλληγορικῶς λαμβάνουσιν εἰς τὰς Ἐκκλησίας, καὶ εἰς τὸν διάβολον, καὶ τοὺς κατὰ καιρὸν διωγμοὺς ἐπενεχθέντας ὑπὸ ἀσεβῶν βασιλέων. Προφητεύει δὲ τοῦ ναοῦ τὴν οἰκοδομὴν, καὶ τὴν ἀποκατάστασιν τῆς νομικῆς λατρείας· ἅπερ καὶ αὐτὰ προσδοκῶσι μὲν ἔτι Ἰουδαῖοι· ἐξέβη δὲ ἐπὶ Ἔσδρα καὶ Ζοροβάβελ. Τὴν δὲ οἰκοδομὴν τῆς πόλεως, ἣν προλέγει, καὶ τὸ ὕδωρ τὸ κατὰ μικρὸν ἐκπορευόμενον καὶ αὐξανόμενον, δύναται