52
Ἰωάννης κάλαμος σαλευόμενος γνώμαις ἀνθρώπων, ὡς δονούμενος κάλαμος ὑπὸ ἑκάστης ἀνέμων ἐξουσίας» 1.284 ἐπειδὴ δὲ εἶπεν «ἐν γεννητοῖς γυναικῶν οὐκ ἔστι μείζων Ἰωάννου», ἵνα μή τινες νομίσωσι καὶ αὐτοῦ τοῦ σωτῆρος μείζονα εἶναι τὸν Ἰωάννην, ὅτι καὶ αὐτὸς ἀπὸ γυναικὸς ἐγεννήθη τῆς Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου, ἀσφαλιζόμενος ἡμᾶς ἔφη ὅτι ὁ μικρότερος αὐτοῦ, τουτέστιν ἐν τῷ χρόνῳ τῆς ἐνσάρκου παρουσίας, μείζων αὐτοῦ ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. ἐπειδὴ γὰρ μετὰ ἑξάμηνον ἐγεννήθη ὁ σωτὴρ τῆς Ἰωάννου γεννήσεως, δῆλον ὅτι *, μείζων αὐτοῦ ὤν· ἦν γὰρ ἀεὶ καὶ ἔστιν. τίνι δὲ τοῦτο οὐ δῆλόν ἐστιν; ἄρα γοῦν ματαίως τὰ πάντα παρ' αὐτοῖς πεποιήτευται, ἀπὸ ἀγαθῶν εἰς φαῦλα μεταβεβλημένα. 8. Καὶ τὰ μὲν βιβλία αὐτῶν πολλά. ἐρωτήσεις γάρ τινας Μαρίας ἐκτίθενται, ἄλλοι δὲ εἰς τὸν προειρημένον Ἰαλδαβαὼθ εἰς ὄνομα τε τοῦ Σὴθ πολλὰ βιβλία ὑποτίθενται· ἀποκαλύψεις δὲ τοῦ Ἀδὰμ ἄλλα λέγουσιν, εὐαγγέλια δὲ ἕτερα εἰς ὄνομα τῶν μαθητῶν συγγράψασθαι τετολμήκασιν, αὐτὸν δὲ τὸν σωτῆρα ἡμῶν καὶ κύριον Ἰησοῦν Χριστὸν οὐκ αἰσχύνονται λέγειν ὅτι αὐτὸς ἀπεκάλυψε ταύτην τὴν αἰσχρουργίαν. ἐν γὰρ ταῖς ἐρωτήσεσι Μαρίας καλουμέναις μεγάλαις εἰσὶ γὰρ καὶ μικραὶ αὐτοῖς πεπλασμέναι ὑποτίθενται αὐτὸν αὐτῇ ἀποκαλύπτειν, παραλαβόντα αὐτὴν εἰς τὸ ὄρος καὶ εὐξάμενον καὶ ἐκβαλόντα ἐκ τῆς πλευρᾶς αὐτοῦ γυναῖκα καὶ ἀρξάμενον αὐτῇ ἐγκαταμίγνυσθαι, καὶ οὕτως δῆθεν τὴν ἀπόρροιαν αὐτοῦ μεταλαβόντα δεῖξαι ὅτι «δεῖ οὕτως ποιεῖν, ἵνα ζήσωμεν», καὶ ὡς τῆς Μαρίας ταραχθείσης καὶ πεσούσης χαμαὶ αὐτὸν πάλιν αὐτὴν ἐγείραντα εἰπεῖν αὐτῇ «ἵνα τί ἐδίστασας, ὀλιγόπιστε;» καί φασιν ὅτι τοῦτό ἐστι τὸ εἰρη1.285 μένον ἐν τῷ εὐαγγελίῳ, ὅτι «εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, τὰ ἐπουράνια πῶς πιστεύσετε;» καὶ τό «ὅταν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνερχόμενον ὅπου ἦν τὸ πρότερον», τουτέστιν τὴν ἀπόρροιαν μεταλαμβανομένην ὅθεν καὶ ἐξῆλθεν, καὶ τὸ εἰπεῖν «ἐὰν μὴ φάγητέ μου τὴν σάρκα καὶ πίητέ μου τὸ αἷμα» καὶ τῶν μαθητῶν ταρασσομένων καὶ λεγόντων «τίς δύναται τοῦτο ἀκοῦσαι;» φασὶν ὡς περὶ τῆς αἰσχρότητος ἦν ὁ λόγος. διὸ καὶ ἐταράχθησαν καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω· οὔπω γὰρ ἦσαν, φησίν, ἐν πληρώματι ἐστερεωμένοι. καὶ τὸ εἰπεῖν τὸν ∆αυίδ «ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ» περὶ τῆς αἰσχρότητος τοῦ ἀνδρός, φησί, λέγει. «ἐπὶ τὴν ἔξοδον τῶν ὑδάτων» καί «ὃ τὸν καρπὸν αὐτοῦ δώσει» τὴν τῆς ἡδονῆς ἀπόρροιαν, φησί, λέγει· καί «τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται», ὅτι οὐκ ἐῶμεν, φησίν, αὐτὸ χαμαὶ πεσεῖν, ἀλλὰ αὐτοὶ αὐτὸ ἐσθίομεν. 9. Καὶ ἵνα μὴ τὰς μαρτυρίας αὐτῶν ἐν μέσῳ φέρων βλάψω μᾶλλον ἤπερ ὠφελήσω, τούτου χάριν τὰ πολλὰ ὑπερβήσομαι, ἐπεὶ ἂν τὰ πάντα παρ' αὐτοῖς λεγόμενα κακῶς ἐνταῦθα παρατιθέμενος διηγόρευον. τὸ γὰρ εἰπεῖν, φησί, τεθεικέναι τὴν Ῥαὰβ κόκκινον ἐν τῇ θυρίδι οὐκ ἦν, φησί, κόκκινον, ἀλλὰ τὰ μόρια τῆς γυναικείας φύσεως καὶ τὸ κόκκινον αἷμα τῶν καταμηνίων λέγει, καὶ τὸ εἰπεῖν «πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων», περὶ τοῦ αὐτοῦ λέγει. φασὶ δὲ εἶναι τὴν σάρκα ἀπολλυμένην καὶ μὴ ἐγειρομένην, εἶναι δὲ ταύτην τοῦ ἄρχοντος. τὴν δὲ δύναμιν τὴν ἐν τοῖς καταμηνίοις καὶ ἐν ταῖς γοναῖς ψυχὴν εἶναί φασιν, ἣν συλλέγοντες ἐσθίομεν· καὶ ἅπερ ἡμεῖς 1.286 ἐσθίομεν, κρέα ἢ λάχανα ἢ ἄρτον ἢ εἴ τι ἕτερον, χάριν ποιοῦμεν ταῖς κτίσεσι, συλλέγοντες ἀπὸ πάντων τὴν ψυχὴν καὶ μεταφέροντες μεθ' ἑαυτῶν εἰς τὰ ἐπουράνια. διόπερ καὶ πάντων μεταλαμβάνουσι κρεῶν λέγοντες, ἵνα ἐλεήσωμεν τὸ γένος ἡμῶν. φάσκουσι δὲ τὴν αὐτὴν ψυχὴν εἶναι, ἔν τε τοῖς ζῴοις καὶ ἐν κνωδάλοις καὶ ἰχθύσι καὶ ὄφεσι καὶ ἀνθρώποις ἐγκατεσπάρθαι καὶ ἐν λαχάνοις καὶ ἐν δένδρεσι καὶ ἐν γεννήμασι.