52
ἐπὶ τοὺς ἐπιστρέφοντας ἐπὶ τὸν Χριστὸν λαμβάνεσθαι, νεκροὺς ὄντας πρὶν ἢ πιστεῦσαι, μετὰ δὲ τὸ πιστεῦσαι ζωοποιουμένους.
Σύνοψις τῶν τῷ προφήτῃ ∆ανιὴλ εἰρημένων. Ἐκλέγονται οἱ περὶ τὸν
∆ανιὴλ, καὶ παραδίδονται τῷ ἀρχιευνούχῳ, καὶ σιτοῦνται σπέρματα· καὶ παραστάντες τῷ βασιλεῖ, πάντων ἀνεδείχθησαν σοφώτεροι. Ὁρᾷ τὸ ἐνύπνιον Ναβουχοδονόσορ, καὶ τοὺς μάγους ἀπορήσαντας γνωρίσαι καὶ ἐπιλῦσαι αὐτὸ κελεύει σφαγῆναι. Κινδυνεύσαντας δὲ καὶ τοὺς περὶ ∆ανιὴλ ἔσωσεν ὁ Θεὸς, ἀποκαλύψας αὐτῷ τῷ ∆ανιὴλ τὴν εἴδησιν τοῦ ἐνυπνίου. Ὁ ∆ανιὴλ εἰσαχθεὶς λέγει τὸ ἐνύπνιον τῷ βασιλεῖ καὶ τὴν σύγκρισιν αὐτοῦ. Ὁ δὲ λίθος ὁ τμηθεὶς ἄνευ χειρῶν ὁ Χριστός ἐστι· τὸ δὲ ἄνευ χειρῶν, τὸ χωρὶς συνουσίας ἐκ τῆς Παρθένου αὐτὸν τεχθῆναι. Στήσας τὴν εἰκόνα Ναβουχοδονόσορ, κελεύει προσκυνεῖν πάντας, καὶ τοὺς τρεῖς παῖδας εἰς τὴν κάμινον ἐμβάλλει μὴ προσκυνήσαντας. Ὡς δὲ οἱ περὶ τὴν κάμινον ἀνῃρέθησαν, καὶ ὕμνουν οἱ παῖδες τὸν Θεὸν, καλέσας αὐτοὺς, καὶ ἰδὼν σώους, τόν τε Θεὸν ἐξεπλάγη, καὶ αὐτοὺς ἀρχῇ τῇ τῶν Ἰουδαίων ἐτίμησε, καὶ δόγμα ἔθηκε, τὸν βλασφημοῦντα εἰς τὸν Θεὸν ἀπόλλυσθαι. Ὁρᾷ ἐνύπνιον Ναβουχοδονόσορ· καὶ τῶν σοφῶν Βαβυλῶνος πάλιν διαπορησάντων, ἐπιλύει αὐτὸ ὁ ∆ανιὴλ, συμβουλεύει τε τῷ βασιλεῖ, τὰς ἀνομίας αὐτοῦ ἐν ἐλεημοσύναις λυτρώσασθαι. Καὶ οὐ μετ' οὐ πολὺν χρόνον ἐξέβη τὸ ἐνύπνιον· καὶ ᾔνεσε τὸν Θεὸν ὁ Ναβουχοδονόσορ. Τῶν σκευῶν τῶν ἱερατικῶν ἐξενεχθέντων κατὰ πρόσταξιν τοῦ βασιλέως υἱοῦ Ναβουχοδονόσορ, καὶ τῶν ἑστιωμένων εἰς αὐτὰ πινόντων, ἐξῆλθεν ἀστράγαλος χειρὸς, καὶ ἔγραψεν ἐν τῷ τοίχῳ γραφὴν, ἣν καὶ αὐτὴν τῶν σοφῶν Βαβυ 56.383 λῶνος ἀπορούντων ἐπιγνῶναι, ὁ ∆ανιὴλ ἐπέγνω, καὶ ἐπέλυσε, καὶ ἐνεδύθη πορφύραν, καὶ περιέθηκαν αὐτῷ μανιάκην χρυσοῦν, καὶ ἐκήρυξαν αὐτὸν τρίτον ἄρχοντα εἶναι ἐν τῇ βασιλείᾳ. Βασιλεύσας ∆αρεῖος ὁ Μῆδος, καὶ καταστήσας ἄρχοντα τὸν ∆ανιὴλ, ἀναγκάζεται ὑπὸ τῶν τακτικῶν καὶ σατραπῶν δόγμα κυρῶσαι, ὥστε τὸν αἰτοῦντα παρὰ ἀνθρώπου ἢ θεοῦ αἴτημα, πλὴν παρὰ τοῦ βασιλέως, εἴσω τριάκοντα ἡμερῶν, ἐμβληθῆναι εἰς τὸν λάκκον τῶν λεόντων. Καὶ τούτου γενομένου, παρατηρήσαντες τὸν ∆ανιὴλ εὐχόμενον τῷ Θεῷ, διαβάλλουσι, καὶ καταναγκάζουσι τὸν βασιλέα ἐμβαλεῖν αὐτὸν εἰς τὸν λάκκον. Ἐμβαλὼν δὲ, καὶ προσελθὼν, καὶ σῶον εὑρὼν, τὸν μὲν ἀνήγαγε τοῦ λάκκου, τοὺς δὲ βάλλοντας αὐτὸν μετὰ τῶν γυναικῶν ἀπώλεσε τοῖς λέουσι παραδούς. Καὶ δόγμα ἔθηκε, πάντας φοβεῖσθαι τὸν Θεόν. Ὁρᾷ τὴν ὅρασιν τῶν θηρίων, διὰ μὲν τῆς λεαίνης τὴν Ἀσσυρίων βασιλείαν, διὰ δὲ τῆς ἄρκτου, τῶν Μήδων καὶ Περσῶν, διὰ δὲ τῆς παρδάλεως, τῶν Μακεδόνων, διὰ δὲ τοῦ τετάρτου θηρίου, τῶν Ῥωμαίων. Προφητεύει δὲ καὶ περὶ τοῦ Χριστοῦ, καὶ περὶ Ἀντιόχου τοῦ ἀσεβοῦς. Οὗτος γάρ ἐστι τὸ κέρας τὸ μικρὸν, τὸ ἐκτινάξαν τρία τῶν ἔμπροσθεν. Προφητεύει πῶς Ἀλέξανδρος ὁ Μακεδὼν κατέλυσε τὴν βασιλείαν Περσῶν· τὸν μὲν κριὸν τὸν βασιλέα Περσῶν λέγων, τὸν δὲ τράγον Ἀλέξανδρον τὸν Μακεδόνα. Ἡ δὲ ἐσχάτη ὅρασις ἐνταῦθα, περὶ τῆς βασιλίσσης νότου φησὶν ἐν τῷ βιβλίῳ τῶν Μακκαβαίων εὑρίσκεσθαι. Τὸν Βὴλ κατασπᾷ, καὶ τὸν δράκοντα ἀναιρεῖ· εἰς τὸν λάκκον ἐμβάλλεται καὶ διασώζεται, καὶ οἱ αἴτιοι τοῦ ἐμβληθῆναι αὐτὸν ἐμβάλλονται καὶ ἀναλίσκονται ὑπὸ τῶν λεόντων. Ὡσηέ. Κελεύεται λαβεῖν γυναῖκα πόρνην, καὶ τὰ τικτόμενα παιδία ὀνομάσαι Ἰεζραὴλ, Οὐκ ἠλεημένην, καὶ Οὐ λαός μου. Καὶ ἐγκαλεῖ τῷ λαῷ πορνείαν· καὶ προλέγει αὐτῷ ἀπώλειαν, καὶ χρήματά τινα μετὰ τὴν ἀπώλειαν. Τὸ δὲ, ∆ιαθήσομαι διαθήκην μετὰ τῶν θηρίων τοῦ ἀγροῦ, καὶ μνηστεύσομαι ἐν πίστει, δύναται λαμβάνεσθαι εἰς τοὺς πιστεύοντας τῷ Χριστῷ. Προστάσσεται λαβεῖν γυναῖκα μοιχαλίδα, μηνύων τὴν ἐρήμωσιν τῶν Ἰουδαίων, καὶ ἐγκαλεῖ αὐτοῖς πολλὰ καὶ μεγάλα ἁμαρτήματα, τῷ τε λαῷ καὶ τοῖς ἱερεῦσι. ∆ιαβάλλει τε αὐτοὺς καὶ εἰς μέθην, καὶ εἰς μοιχείαν, καὶ εἰς