53
καὶ οἱ μὲν αὐτῶν Φιβιωνῖται καλούμενοι ἀναφέρουσι τὰς αἰσχρὰς αὐτῶν θυσίας τὰς τῆς πορνείας, τὰς ὑφ' ἡμῶν ἐνταῦθα προειρημένας, ὀνόμασι τριακοσίοις ἑξήκοντα πέντε, οἷς αὐτοὶ ἔπλασαν ἀρχόντων δῆθεν, ἐμπαίζοντες τοῖς γυναικαρίοις καὶ λέγοντες· μίγηθι μετ' ἐμοῦ, ἵνα σε ἀνενέγκω πρὸς τὸν ἄρχοντα. καθ' ἑκάστην δὲ μῖξιν ὀνομάζουσιν ἑνὸς ὄνομά τινος βάρβαρον τῶν παρ' αὐτοῖς πεπλασμένων, καὶ δῆθεν εὔχονται λέγοντες· προσφέρω σοὶ τῷ δεῖνι, ἵνα προσενέγκῃς τῷ δεῖνι. τῇ δὲ ἄλλῃ μίξει πάλιν ἄλλῳ ὑποτίθεται ὡσαύτως προσφέρειν, ἵνα καὶ αὐτὸς τῷ ἄλλῳ. καὶ ἕως ἀνέλθῃ, μᾶλλον δὲ κατέλθῃ τριακοσίας ἑξήκοντα πέντε πτώσεις τῆς λαγνείας, καθ' ἑκάστην ὄνομά τι ἐπικαλεῖται τὸ τοιοῦτο ἐργαζόμενος. καὶ ἄρχεται πάλιν κατιέναι διὰ τῶν αὐτῶν, τὰ αὐτὰ αἰσχρὰ ἐπιτελῶν καὶ ἐμπαίζων ταῖς ἠπατημέναις. ὅταν οὖν εἰς τοσοῦτον ὄγκον ἐλάσῃ ἀριθμοῦ ἑπτακοσίων τριάκοντα πτώσεων, λέγω δὴ μίξεων αἰσχρῶν καὶ ὀνομάτων τῶν παρ' αὐτοῖς πεπλασμένων, τότε λοιπὸν τολμᾷ ὁ τοιοῦτος καὶ λέγει· «ἐγώ εἰμι ὁ Χριστός, ἐπειδὴ ἄνωθεν καταβέβηκα διὰ τῶν ὀνομάτων τῶν ˉτˉξˉε ἀρχόντων.» 10. Τὰ δὲ τῶν μειζόνων κατ' αὐτοὺς ἀρχόντων ὀνόματα ταῦτα 1.287 εἶναι λέγουσι, πολλοὺς λέγοντες· ἐν μὲν τῷ πρώτῳ οὐρανῷ εἶναι τὸν Ἰαὼ ἄρχοντα, καὶ ἐν τῷ δευτέρῳ φησὶν εἶναι τὸν Σακλᾶν ἄρχοντα τῆς πορνείας, ἐν δὲ τῷ τρίτῳ τὸν Σὴθ ἄρχοντα, ἐν δὲ τῷ τετάρτῳ εἶναί φησι τὸν ∆αυίδην. τέταρτον γὰρ ὑποτίθενται οὐρανὸν καὶ τρίτον, πέμπτον δὲ ἄλλον οὐρανόν, ἐν ᾧ φασιν εἶναι τὸν Ἐλωαῖον τὸν καὶ Ἀδωναῖον. ἐν δὲ τῷ ἕκτῳ φασὶν εἶναι οἱ μὲν τὸν Ἰαλδαβαώθ, οἱ δὲ τὸν Ἠλιλαῖον. ἄλλον δὲ ἕβδομον οὐρανὸν ὑποτίθενται, ἐν ᾧ λέγουσιν εἶναι τὸν Σαβαώθ· ἄλλοι δὲ λέγουσιν οὐχί, ἀλλ' ὁ Ἰαλδαβαώθ ἐστιν ἐν τῷ ἑβδόμῳ. ἐν δὲ τῷ ὀγδόῳ οὐρανῷ τὴν Βαρβηλὼ καλουμένην καὶ τὸν πατέρα τῶν ὅλων καὶ κύριον τὸν αὐτὸν αὐτοπάτορα καὶ Χριστὸν ἄλλον αὐτολόχευτον καὶ Χριστὸν τοῦτον τὸν κατελθόντα καὶ δείξαντα τοῖς ἀνθρώποις ταύτην τὴν γνῶσιν, ὃν καὶ Ἰησοῦν φασιν· μὴ εἶναι δὲ αὐτὸν ἀπὸ Μαρίας γεγεννημένον, ἀλλὰ διὰ Μαρίας δεδειγμένον. σάρκα δὲ αὐτὸν μὴ εἰληφέναι, ἀλλ' ἢ μόνον δόκησιν εἶναι. φασὶ δὲ τὸν Σαβαὼθ οἱ μὲν ὄνου μορφὴν 1.288 ἔχειν, οἱ δὲ χοίρου· διόπερ ἐνετείλατο, φησί, τοῖς Ἰουδαίοις χοῖρον μὴ ἐσθίειν. εἶναι δὲ αὐτὸν ποιητὴν οὐρανοῦ καὶ γῆς καὶ τῶν μετ' αὐτὸν οὐρανῶν καὶ ἀγγέλων τῶν ἑαυτοῦ. τὴν δὲ ψυχὴν ἐν τῷ ἐξέρχεσθαι ἐντεῦθεν διαβαίνειν διὰ τῶν ἀρχόντων τούτων, μὴ δύνασθαι δὲ διαπερᾶσαι, εἰ μή τι ἄν τις τῆς γνώσεως ταύτης, μᾶλλον δὲ τῆς καταγνώσεως, ἐν πληρώματι γένηται καὶ ἐμφορηθεὶς διαδράσειε τῶν ἀρχόντων καὶ τῶν ἐξουσιῶν τὰς χεῖρας. εἶναι δὲ δρακοντοειδῆ τὸν ἄρχοντα τὸν κατέχοντα τὸν κόσμον τοῦτον, καὶ καταπίνοντα μὲν τὰς ψυχὰς τὰς μὴ ἐν γνώσει ὑπαρχούσας καὶ διὰ τῆς κέρκου πάλιν ἐπιστρέφοντα εἰς τὸν κόσμον, ἐνταῦθα εἰς χοίρους καὶ εἰς ἄλλα ζῷα * καὶ πάλιν διὰ τῶν αὐτῶν ἀναφερομένας. εἰ δέ τις, φησίν, ἐν τῇ γνώσει γένηται ταύτῃ καὶ συλλέξῃ ἑαυτὸν ἐκ τοῦ κόσμου διὰ τῶν ἐμμηνίων καὶ διὰ τῆς ῥύσεως τῆς ἐπιθυμίας, μηκέτι ἐνταῦθα κατέχεσθαι αὐτόν, ἀλλὰ ὑπερβαίνειν τοὺς προειρημένους ἄρχοντας. ἔρχεσθαι δέ φασι παρὰ τὸν Σαβαὼθ καὶ πατεῖν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ἀθυρογλώττως βλασφημοῦντες, καὶ οὕτως ὑπερβαίνειν εἰς τὸ ἄνω μέρος, ὅπου ἡ μήτηρ τῶν ζώντων ἡ Βαρβηρὼ ἤτοι καὶ Βαρβηλώ, καὶ οὕτως τὴν ψυχὴν σῴζεσθαι. ἔχειν δὲ καὶ τρίχας ὡς γυναικὸς τὸν Σαβαὼθ λέγουσιν οἱ τάλανες, νομίζοντες τὸ ὄνομα τὸ Σαβαὼθ ἄρχοντά τινα εἶναι, οὐκ εἰδότες ὅτι ὅπου λέγει «τάδε λέγει κύριος Σαβαώθ», οὐκ ὄνομά τινος εἶπεν, ἀλλ' ὄνομα δοξολογίας τῆς θεότητος. Σαβαὼθ γὰρ ἑρμηνεύεται ἀπὸ τῆς Ἑβραϊκῆς διαλέκτου κύριος τῶν δυνάμεων· ὅπου γὰρ ἐν τῇ παλαιᾷ διαθήκῃ τὸ Σαβαὼθ ὄνομά ἐστι γεγραμμένον, δύναμιν ὑποφαίνει, ὅθεν ὁ Ἀκύλας πανταχοῦ τὸ «Ἀδωναῒ Σαβαώθ» ἑρμηνεύει λέγων