56
ἐπάγεσθαι ἐν τῷ λέγειν «καὶ οἱ μὲν ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν». οὐκ εἶπεν δὲ ὁ μακάριος Ἰούδας ὁ ἀδελφὸς τοῦ κυρίου περὶ ἐνυπνιαζομένων ἐν σώμασιν· εὐθὺς γὰρ ἐπιφέρει καὶ δεικνύει ὅτι περὶ τῶν ἐνυπνιαζομένων * λέγει, τῶν λαλούντων ὡς δι' ὀνειράτων τὰ αὐτῶν ῥήματα καὶ οὐκ ἐν ἀνανήψει γρηγορήσεως λογισμῶν. καὶ γὰρ καὶ περὶ τῶν ἐν Ἱερουσαλὴμ διδασκάλων λέγει Ἠσαΐας «πάντες κύνες ἐνεοὶ οὐ δυνάμενοι ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην» καὶ τὰ ἑξῆς, καὶ ὧδε δὲ ἐν τῇ τοῦ Ἰούδα ἐπιστολῇ δείκνυσι λέγων, «ἐνυπνιαζόμενοι κοίτην, ἃ οὐκ οἴδασι λέγοντες». καὶ ἔδειξεν ὅτι οὐ περὶ τῆς ἐνυπνιάσεως τοῦ ὕπνου λέγει, ἀλλὰ περὶ τῆς μυθώδους αὐτῶν τρα1.294 γῳδίας καὶ ληρολογίας, ὡς διὰ ὕπνου λεγομένης καὶ οὐκ ἀπὸ ἐρρωμένης διανοίας. 14. Περικακῶ δὲ ὡς ἀληθῶς τὰ πάντα ἐξειπεῖν. θεοῦ γάρ ἐστι μόνου ἀποκλεῖσαι τὸν βυθὸν τῆς δυσοδμίας ταύτης. καὶ παρελεύσομαι ἐκ τοῦ τόπου, εὐξάμενος τῷ παμβασιλεῖ θεῷ μηδένα εἰς τὸν βόρβορον ἐγκαταπαγῆναι μηδὲ αὐτοῦ τὴν ἔννοιαν μεταλαβεῖν τῆς δυσώδους ἀκαθαρσίας. πρῶτον μὲν γὰρ ὁ ἀπόστολος Παῦλος ἐκκόπτει αὐτῶν πᾶσαν ῥίζαν τῆς κακίας, περὶ χηρῶν νεωτέρων παραγγέλλων «χήρας» φησίν «νεωτέρας παραιτοῦ· μετὰ γὰρ τὸ καταστρηνιᾶσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν»· «ἀλλὰ γαμείτωσαν τεκνοποιείτωσαν οἰκοδεσποτείτωσαν». εἰ δὲ ὁ ἀπόστολος λέγει τεκνογονεῖν οἰκοδεσποτεῖν, οὗτοι δὲ παραιτοῦνται τὴν τεκνογονίαν, ὄφεώς ἐστι καὶ κακῆς διδασκαλίας τὸ ἐπιχείρημα. ἡττώμενοι γὰρ τῇ ἡδονῇ τῆς πορνείας ἐπινοοῦσιν ἑαυτοῖς ἀκαθαρσίας προφάσεις, ὅπως δόξωσι πληροφορεῖν τὴν ἑαυτῶν ἀσέλγειαν. καὶ ἔδει μὲν ἀληθῶς ταῦτα μήτε λέγεσθαι μήτε ἐν συντάγμασι καταξιοῦσθαι γράφεσθαι, θάπτεσθαι δὲ ὥσπερ νεκρόν τινα ὀδωδότα καὶ λοιμώδη ἀποφορὰν πνέοντα, ἵνα μὴ καὶ διὰ τῆς ἀκοῆς λυμήνηται τοὺς ἀνθρώπους. καὶ εἰ μὲν παρεληλύθει ἡ τοιαύτη αἵρεσις καὶ οὐκέτι ἦν ἐν τῷ βίῳ, ἀγαθὸν ἦν ταύτην θάψαι καὶ μήτε ὅλως περὶ αὐτῆς εἰπεῖν. ἐπειδὴ δὲ καὶ ἔστι καὶ πράττεται, προετράπημεν δὲ ὑπὸ τῆς ὑμῶν τιμιότητος περὶ πάντων εἰπεῖν, μέρη αὐτῆς διηγησάμην ἀναγκασθείς, ἵνα τὸ φιλάληθες μὴ παρασιωπήσω, ἀλλὰ ὑφηγήσωμαι εἰς ἀποτροπὴν μὲν τῶν ἀκουόντων, εἰς ἐξαγωγὴν δὲ τῶν πραττόντων. πόθεν γὰρ οὐκ ἔχομεν δεῖξαι τοὺς παρ' αὐτοῖς φόνους καὶ τερατώδη ἔργα καὶ τελετὰς διαβόλου ἐξ ἐπιπνοίας τοῦ αὐτοῦ διαβόλου τοῖς ἐμβεβροντημένοις δοθείσας; 15. Καὶ εὐθὺς μὲν οὖν ἐλέγχονται εἰς ὃ φαντασιοῦνται καὶ προφασίζονται περὶ τοῦ ξύλου τοῦ ἐν τῷ πρώτῳ ψαλμῷ εἰρημένου ὅτι 1.295 «δώσει τὸν καρπὸν αὐτοῦ ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται». ἀνωτέρω γὰρ κεῖται ὅτι «ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός». νόμον δὲ οὗτοι καὶ προφήτας ἀρνοῦνται. εἰ δὲ νόμον κυρίου ἀρνοῦνται, σὺν τῷ νόμῳ καὶ τὸν λαλήσαντα ἐν τῷ νόμῳ συκοφαντοῦσιν· πλανῶνται δὲ καθ' ὑπόνοιαν καὶ ἐκπεπτώκασιν τῆς ἀληθείας, κρίσιν τε οὐχ ἡγοῦνται οὔτε ἀνάστασιν ὁμολογοῦσιν. ὅσα δὲ πράττουσιν ἐν τῷ σώματι ἡδονῆς ἔμπλεοι γινόμενοι, ταῦτα ἀποκαρποῦνται ἐκβακχευόμενοι ταῖς τοῦ διαβόλου ἡδοναῖς τε καὶ ἐπιθυμίαις, ὡς πάντῃ τε καὶ πανταχοῦ ἐλέγχονται ἀπὸ τοῦ τῆς ἀληθείας λόγου· Ἰωάννης γὰρ λέγει «εἴ τις ἔρχεται», φησί, «πρὸς ὑμᾶς, καὶ οὐ φέρει τὴν διδαχὴν ταύτην». καὶ ποίαν φησίν; «εἴ τις οὐχ ὁμολογεῖ Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἀντίχριστός ἐστι», «καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν», ὡς τῶν μὴ ὁμολογούντων τὸν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἀντιχρίστων ὑπαρχόντων. ἀλλὰ καὶ αὐτὸς ὁ σωτὴρ λέγει «οἱ καταξιωθέντες τῆς βασιλείας τῶν οὐρανῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ' ἰσάγγελοί εἰσιν». οὐ μόνον δέ, ἀλλὰ καὶ