57
ἵνα δείξῃ τὴν σαφῆ ἁγνείαν καὶ τὴν διὰ τοῦ ἰδιάζειν ἁγιαστείαν, φάσκει τῇ Μαριάμ «μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα», ἵνα δείξῃ τὴν ἁγνείαν ἀμέτοχον σωμάτων καὶ ἀμιγῆ. ἀλλὰ καὶ ἐν ἄλλῳ τόπῳ λέγει προθεσπίζον τὸ ἅγιον πνεῦμα καὶ διὰ τοὺς πρώην καὶ τοὺς μετέπειτα «μακαρία στεῖρα ἡ ἀμίαντος ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι καὶ εὐνοῦχος ὃς οὐκ εἰργάσατο ἐν χερσὶν ἀνόμημα», ἵνα παρακόψῃ τὰ διὰ τοῦ μύθου αὐτῶν ἐν χερσὶν αἰσχρουργήματα. 16. Πόσα δὲ ἄλλα ἔστιν εἰπεῖν, ὡς τοῦ ἀποστόλου λέγοντος πῆ μέν «ὁ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσει τῷ κυρίῳ»-τοῦτο δέ φησι δεῖξαι τὴν ἁγνείαν ἐν ἀληθείᾳ, ἐκ τοῦ 1.296 ἁγίου πνεύματος ἐπιτρεπόμενος οὐ παρέργως-, ἔπειτα δὲ περὶ τῶν τὸν γάμον ἐχόντων τὸν σεμνὸν λέγοντος «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός». ἀλλὰ καὶ κατ' αὐτῶν ἐκβοᾷ γράφων Ῥωμαίοις, τὰ αἰσχρὰ ἀποκαλύπτων τῶν τὰς κακοπραγίας ἐργαζομένων, λέγων «αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν» καὶ περὶ τῶν ἀρρένων, ὅτι «ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι»· ἀλλὰ καὶ ἐν τῇ πρὸς Τιμόθεον ἐπιστολῇ περὶ τούτων λέγει ὅτι «ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄνθρωποι φιλήδονοι», καὶ πάλιν «κωλυόντων γαμεῖν, κεκαυτηριασμένων τὴν συνείδησιν», ὅτι τὸ μὲν γαμεῖν μετὰ σωφροσύνης καὶ τεκνογονεῖν κωλύουσι, καιόμενοι δέ εἰσι τῇ συνειδήσει, λαγνεύοντες μὲν καὶ φθειρόμενοι, κωλύοντες δὲ τεκνογονεῖν. καὶ γὰρ καὶ αὐτὴ ἡ παρ' αὐτοῖς λεγομένη θυσία, βορβορώδης τις οὖσα, ἤδη καὶ ἀπὸ τῶν ἀνέκαθεν διὰ τοῦ προφήτου ὑποδείκνυται ὄφεως οὖσα σὰρξ καὶ οὐχὶ τοῦ κυρίου μὴ γένοιτο, λέγοντος οὕτως ὅτι «σὺ συνέτριψας τὴν κεφαλὴν τοῦ δράκοντος καὶ ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι». βρῶμα γὰρ ὡς ἀληθῶς ὄφεως ἡ τούτων μυσαρὰ θρῃσκεία καὶ Αἰθίοπες μεμελανωμένοι τῇ ἁμαρτίᾳ οἱ ταύτην τὴν τελετὴν τοῦ νῦν μὲν δαίμονος ∆ιὸς πάλαι δὲ γόητος, τοῦ παρά τισι θεοῦ μάτην νενομισμένου ἐπιτελοῦντες. ἐκ γὰρ Ἑλληνικῶν μύθων πᾶσαι αἱ αἱρέσεις συνάξασαι ἑαυταῖς τὴν πλάνην μετέβαλον, μεταποιήσασαι εἰς ἄλλην διάνοιαν χείρονα. παρεισφέρουσι γὰρ οἱ ποιηταὶ τὸν ∆ία τὴν Μῆτιν θυγατέρα ἑαυτοῦ καταπιόντα. βρέφος δὲ οὐκ ἄν τις καταπίοι, ὡς καὶ ὁ ἅγιος Κλήμης καταγελῶν τῆς τῶν θεῶν τῶν Ἑλλήνων αἰσ1.297 χρουργίας εἶπεν ὅτι τὴν Μῆτιν καταπιὼν οὐχὶ τὸ βρέφος ἠδύνατο καταπιεῖν, ἀλλὰ τὴν γονὴν τὴν ἰδίαν * σημαίνων. 17. Τί δὲ ἕτερον εἴποιμι; ἢ πῶς ἀποσείσομαι τὸν πηλώδη τοῦτον πόνον, βουλόμενος μὲν εἰπεῖν καὶ μὴ βουλόμενος, ἀναγκαζόμενος δέ, ἵνα μὴ δόξω τι τῶν ὄντων παρακρύπτειν, καὶ φοβούμενος ἵνα μὴ ἀποκαλύπτων τὰ δεινὰ αὐτῶν ἢ χράνω ἢ πλήξω ἢ εἰς τὸ περιεργάσασθαι περὶ τούτου τοὺς ἀπαγομένους ἡδοναῖς καὶ ἐπιθυμίαις ἐποτρύνω. ὅμως ἐγὼ μὲν ἀθῷος εἴην καὶ πᾶσα ἡ τῆς ἁγίας καθολικῆς ἐκκλησίας † ἐλπὶς καὶ πάντες οἱ τούτῳ τῷ γράμματι ἐντυγχάνοντες ἀπὸ τῆς τοιαύτης τοῦ διαβόλου ὑποσπορᾶς καὶ κακομηχανίας· ἐὰν γὰρ ἀναλάβω λέγειν τὰ ἄλλα τὰ παρ' αὐτοῖς λεγόμενα καὶ γινόμενα ὅσα ἐστὶ τοιαῦτα καὶ τοσαῦτα, καὶ τούτων ἔτι μείζονα καὶ † ἐλάττω, θελήσω δὲ καὶ ὡς φάρμακον ἰάσεως ἀλεξητήριον ἀντιδότων δίκην πρὸς ἑκάστην λέξιν ἀντιθεῖναι, εἰς πολὺν ὄγκον ἐλάσω τῆς συντάξεως τὴν πραγματείαν. ταύτῃ γὰρ τῇ αἱρέσει, ἐπιπόθητοι, καὶ αὐτὸς περιέτυχον, ἐκ στόματος δὲ τῶν ταύτην ἐπιχειρούντων φύσει αὐτὰ αὐτοπροσώπως ἐνηχήθην· γυναῖκες δὲ οὕτως ἠπατημέναι οὐ μόνον τὴν λαλιὰν ταύτην ἡμῖν προέτειναν καὶ τὰ τοιαῦτα ἡμῖν ἀπεκάλυψαν, ἀλλὰ καὶ κατὰ τὴν Αἰγυπτίαν ἐκείνην τὴν τοῦ ἀρχιμαγείρου τὴν ὀλετήριον καὶ μοχθηρὰν καὶ αὗται ἀθυρογλώττῳ τόλμῃ κατασπάσαι ἡμᾶς ἐν τῇ νέᾳ ἡμῶν ἡλικίᾳ ὀρεχθεῖσαι