58
ἐπεχείρουν. ἀλλὰ ὁ τότε συμπαραστὰς τῷ ἁγίῳ Ἰωσὴφ καὶ ἡμῖν παρέστη. καὶ τὸν ἐκεῖνον ἐκεῖ ῥυσάμενον ἐπικεκλημένοι οἱ ἀνάξιοι καὶ ἀνίκανοι, ἐλεηθέντες καὶ ἀποδράντες τὰς ὀλετηρίους αὐτῶν χεῖρας, θεῷ τῷ παναγίῳ ὕμνον ᾄσαντες ἠδυνήθημεν καὶ αὐτοὶ λέγειν τό «ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν». οὐ γὰρ ὁμοίᾳ δυνάμει τῆς ἐκείνου δικαιοσύνης, ἀλλὰ στεναγμῷ τῷ πρὸς τὸν θεὸν ἐλεηθέντες ἐσώθημεν. ὀνειδιζόμενος γὰρ ὑπ' αὐτῶν τῶν ὀλετηρίων 1.298 γυναικῶν κατεγέλων ἐγώ, ὡς ὑπέφαινον αἱ τοιαῦται ἀλλήλαις ἐπισκώπτουσαι δῆθεν, ὅτι οὐκ ἠδυνήθημεν σῶσαι τὸν νεανίσκον, ἀλλὰ ἀφήκαμεν αὐτὸν ἐν χερσὶ τοῦ ἄρχοντος ἀπόλλυσθαι· ἐπειδήπερ ἥτις αὐτῶν εὐμορφοτέρα εἴη δέλεαρ ὥσπερ ἑαυτὴν προτίθησιν, ὥστε δι' αὐτῆς τοὺς ἀπατωμένους ἀντὶ τοῦ ἀπολλύειν σῴζειν ἐπιφημίζειν. καὶ ὄνειδος λοιπὸν τῇ ἀμόρφῳ γίνεται παρὰ τῶν εὐμορφοτέρων, ὅτι ἐγώ, φησί, σκεῦός εἰμι ἐκλογῆς, δυναμένη σῴζειν τοὺς ἀπατωμένους, σὺ δὲ οὐκ ἴσχυσας. ἦσαν μὲν οὖν αἱ τὸν ἀγώγιμον μῦθον τοῦτον ὑφηγούμεναι τῇ μορφῇ τῆς αὐτῶν ὄψεως εὐπροσωπόταται, τῷ δὲ νῷ τῆς αὐτῶν μοχθηρίας τὴν πᾶσαν τοῦ διαβόλου ἀμορφίαν κεκτημέναι. ἀλλὰ ὁ ἐλεήμων θεὸς τῆς μοχθηρίας αὐτῶν ἡμᾶς ἐρρύσατο, ὥστε μετὰ τὸ ἀναγνῶναι ἡμᾶς καὶ τὰς βίβλους αὐτῶν καὶ ἐπιστῆσαι τὸν νοῦν τῇ ἀληθείᾳ καὶ μὴ συναπαχθῆναι, ἀποδρᾶσαί τε καὶ μὴ δελεασθῆναι, τὸ τηνικαῦτα ἐσπουδάσαμεν καὶ τοῖς ἐπισκόποις τοῖς ἐν τῷ τόπῳ ἐκείνῳ αὐτοὺς ὑποδεῖξαι καὶ τὰ ὀνόματα τὰ ἐν τῇ ἐκκλησίᾳ κεκρυμμένα φωρᾶσαι, ὡς καὶ τοὺς αὐτοὺς ἀπελαθῆναι τῆς πόλεως, ὀνόματα περί που ὀγδοήκοντα, καὶ τὴν πόλιν τῆς αὐτῶν ζιζανιώδους ὕλης καὶ ἀκανθώδους καθαρθῆναι. 18. Μνημονεύσας δέ τις τῆς ἄνω ἡμῶν ὑποσχέσεως τάχα καὶ ἐπαινέσειεν, ὡς ἡμῶν προαγγειλάντων ὅτι τισὶν αὐτῶν παρετύχομεν, τινὰ δὲ διὰ συγγραμμάτων ἐγνώκαμεν, τινὰ δὲ δι' ἐνηχήσεών τε καὶ μαρτυριῶν ἀξιοπίστων ἀνδρῶν δυναμένων ἡμῖν τὴν ἀλήθειαν ὑποδεικνύναι, ὡς καὶ ἐνταῦθα φιλαλήθως οὐχ ὑπερβεβήκαμεν τὸν τόπον, ἀλλὰ ἐδείξαμεν ὡς μία ἐστὶν αὕτη τῶν ἡμῖν περιτυχουσῶν αἱρέσεων. καὶ σαφῶς περὶ ταύτης ἠδυνήθημεν λέγειν ἐξ ὧν μὴ γένοιτο οὐ πράξαντες, ἀλλὰ μεμαθηκότες ἀκριβῶς ἐγνώκαμεν παρὰ τῶν ἡμᾶς εἰς τοῦτο πειθόντων καὶ μὴ κατισχυσάντων, ἀλλὰ τὴν ἑαυτῶν ἐλπίδα τῆς εἰς ἡμᾶς ἀπωλείας ἀπολεσάντων καὶ μὴ ἐπιτυχόντων τοῦ σκοποῦ τῆς εἰς τὴν τάλαιναν ἡμῶν ψυχὴν ἐπιχειρουμένης ὑπ' αὐτῶν τε καὶ 1.299 τοῦ ἐν αὐτοῖς διαβόλου συσκευῆς, ὡς καὶ συνῳδὰ ἡμᾶς λέγειν τῷ ἁγιωτάτῳ ∆αυὶδ ὅτι «βέλη νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν» καὶ τὰ ἑξῆς, καὶ ὅτι «ἐπιστρέψει ὁ πόνος αὐτῶν εἰς κεφαλὴν αὐτῶν, καὶ ἡ ἀδικία αὐτῶν ἐπὶ κορυφὴν αὐτῶν καταβήσεται». ὡς οὖν περιτυχόντες καὶ ἀποδράντες καὶ ἀναγνόντες, γνόντες καὶ καταγνόντες, σωθέντες τε ὑπερβεβήκαμεν, οὕτω καὶ σὲ τὸν ἀναγινώσκοντα παρακαλοῦμεν ἀναγνόντα καὶ καταγνόντα τοῦ * ὑπερβῆναι, εἰς τὸ μὴ ἐμπεσεῖν ἐν τῷ ἰῷ τῆς τῶν ἑρπετῶν τούτων μοχθηρίας. ἀλλ' εἰ καί ποτε περιτύχοις τισὶ τῶν ἀπὸ τῆς ὀφιώδους ταύτης σχολῆς, εὐθὺς τὸ ξύλον ἀναλαβὼν τὸ διὰ τοῦ κυρίου ἡμῖν ἑτοιμασθέν, ἐν ᾧ ὁ κύριος ἡμῶν προσεπάγη Χριστός, καὶ κατὰ τῆς κεφαλῆς τοῦ ὄφεως εὐθὺς βαλὼν εἴποις ὅτι «Χριστὸς ἐσταύρωται ὑπὲρ ἡμῶν, ὑπογραμμὸν ἡμῖν περιλιμπάνων» σωτηρίας· ὅτι οὐκ ἂν ἐσταυροῦτο, εἰ μὴ σάρκα εἶχε. σάρκα δὲ ἔχων καὶ σταυρωθεὶς ἐσταύρωσεν ἡμῶν τὰς ἁμαρτίας. πίστει ἔχομαι τῆς ἀληθείας καὶ οὐχ ὑπάγομαι πλάνῃ τῇ νοθείᾳ τοῦ ὄφεως καὶ παραψιθυρισμῷ τῆς αὐτοῦ διδασκαλίας. 19. Λοιπὸν ταύτην παρελθών, ἀγαπητοί, ἐφεξῆς βαδιοῦμαι ἐπὶ τὰς ἄλλας τραχείας τρίβους, οὐχ ἵνα βαδίσω, ἀλλ' ἵνα ἀπὸ μήκοθεν ὑποδείξω τοῖς βουλομένοις τὰ τραχύτατα μὲν ἐπιγινώσκειν, φεύγειν δὲ διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ τῆς