59
φερούσης εἰς ζωὴν αἰώνιον καὶ καταλιμπάνειν τὴν πλατεῖαν καὶ εὐρύχωρον καὶ ἀκανθώδη καὶ προσκομμάτων ἔμπλεον ὁδόν, βορβορώδη καὶ ἀσελγείας καὶ πορνείας ἐμπεπλησμένην, ἧς πορνείας καὶ ἀσελγείας τὸ ὅμοιον ἔστιν ἰδεῖν ἐν τῷ ἑρπετῷ τῷ δεινοτάτῳ, ᾧ ἐπέθεντο τὸ ὄνομα ἀπειρώδινον ἔχιδναν οἱ παλαιοί. ἔστι γὰρ τῆς τοιαύτης ἐχίδνης ἡ φύσις ὁμοία τῆς τούτων μοχθηρίας. διὰ γὰρ τῆς ἀνδρείας φύσεως ἢ γυναικείας τὴν αἰσχρότητα ἐπιτελοῦντες ταύτην ἀπαγορεύουσι τὴν τῶν σπερμάτων καταβολήν, ἀφανίζοντες τὴν ἐκ θεοῦ τοῖς κτίσμασι δεδομένην τεκνογονίαν, ὡς καὶ ὁ ἀπόστολός φησι «τὴν γὰρ ἀντι1.300 μισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες» καὶ τὰ ἑξῆς. οὕτω γάρ, φησί, τὴν ἀπειρώδινον ἔχιδναν θελχθεῖσαν τῷ πάθει τῆς ἐπιθυμίας, τήν τε θήλειαν πρὸς τὸν ἄρρενα καὶ τὸν ἄρρενα πρὸς τὴν θήλειαν, περιπλακείσας μὲν ὁμοῦ, διὰ τοῦ στόματος χαινούσης τῆς θηλείας τὸν ἄρρενα τὴν κεφαλὴν εἰσβάλλειν, ἐκείνης δὲ πάθει συσχεθείσης ἀποτέμνειν τὴν τούτου κεφαλὴν καὶ οὕτως τὸν ἀπὸ τοῦ στόματος σταλάξαντα ἰὸν καταπιοῦσαν ἐν ἑαυτῇ ἐγκυμονεῖν μὲν τοιοῦτο ζεῦγος ἀρρενόθηλυ· ὅπερ ζεῦγος ἁδρυνθὲν ἐν τῇ κοιλίᾳ καὶ μὴ ἔχον πόθεν γεννηθῆναι τὴν πλευρὰν τῆς μητρὸς τιτρώσκειν καὶ οὕτως γεννᾶσθαι, ὥστε ἀπολέσθαι τόν τε τούτων πατέρα καὶ τὴν μητέρα. διόπερ ἀπειρώδινον αὐτῇ ἐπέθεντο ὄνομα, ὅτι ὠδίνων οὐ πειρᾶται. δεινὴ δὲ καὶ φοβερὰ παρὰ πάντα τὰ ἑρπετὰ τυγχάνει, ἐν ἑαυτῇ τὸν ἀφανισμὸν ἐξεργαζομένη καὶ διὰ στόματος τὴν αἰσχρότητα ἀπολαμβάνουσα, ᾗ ἔοικεν αὕτη ἡ φρενοβλαβὴς αἵρεσις, ἧς τὴν κεφαλὴν καὶ τὸ σῶμα καὶ τὰ ἐξ αὐτῆς γεγεννημένα ἐνταῦθα συντρίψαντες τῷ ξύλῳ τῆς ζωῆς τὰς ἑτέρας διασκοπεῖν προέλθωμεν, θεὸν ἀρωγὸν ἐπικαλούμενοι, ᾧ τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Κατὰ Καρποκρασίων ˉζ, τῆς δὲ ἀκολουθίας ˉκˉζ. 1. Καρποκρᾶς τις ἕτερος γίνεται, συστήσας ἑαυτῷ ἀθέμιτον διδασκαλεῖον τῆς ψευδωνύμου αὐτοῦ γνώμης, χείρονας πάντων οὗτος τοὺς τρόπους κεκτημένος. ἐκ πάντων γὰρ τούτων, Σίμωνός τε καὶ Μενάνδρου, Σατορνίλου τε καὶ Βασιλείδου καὶ Νικολάου καὶ αὐτοῦ 1.301 τοῦ Καρποκρᾶ, ἔτι δὲ ἐκ προφάσεως Οὐαλεντίνου ἡ τῆς ψευδωνύμου γνώσεως ἐφύη αἵρεσις, ἥτις Γνωστικοὺς τοὺς αὐτῆς ὠνόμασεν, ἀφ' ἧς οἱ Γνωστικοὶ ἤδη μοι δεδήλωνται, κατάγνωστοι ὄντες τὸν τρόπον. 2. Οὗτος δὲ πάλιν ἄνω μὲν μίαν ἀρχὴν λέγει καὶ πατέρα τῶν ὅλων καὶ ἄγνωστον καὶ ἀκατονόμαστον ἴσα τοῖς ἄλλοις εἰσάγειν βούλεται, τὸν δὲ κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ ὑπὸ ἀγγέλων γεγενῆσθαι, τῶν πολύ τι ὑπὸ τοῦ πατρὸς τοῦ ἀγνώστου ὑποβεβηκότων· τούτους γὰρ λέγει ἀποστάντας ἀπὸ τῆς ἄνω δυνάμεως οὕτω τὸν κόσμον πεποιηκέναι. Ἰησοῦν δὲ τὸν κύριον ἡμῶν ἀπὸ Ἰωσὴφ λέγει γεγεννῆσθαι, καθάπερ καὶ πάντες ἄνθρωποι ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς ἐγεννήθησαν. εἶναι δὲ αὐτὸν ὅμοιον τοῖς πᾶσι, βίῳ δὲ διενηνοχέναι, σωφροσύνῃ τε καὶ ἀρετῇ καὶ βίῳ δικαιοσύνης. ἐπειδὴ δέ, φησίν, εὔτονον ἔσχε ψυχὴν παρὰ τοὺς ἄλλους ἀνθρώπους καὶ ἐμνημόνευεν τὰ ὁραθέντα ὑπ' αὐτῆς ἄνω, ὅτε ἦν ἐν τῇ περιφορᾷ τοῦ ἀγνώστου πατρός, ἀπεστάλθαι ὑπὸ τοῦ αὐτοῦ πατρός, φησίν, εἰς τὴν αὐτοῦ ψυχὴν δυνάμεις, ὅπως τὰ ὁραθέντα αὐτῇ ἀναμνημο1.302 νεύσασα καὶ ἐνδυναμωθεῖσα φύγῃ τοὺς κοσμοποιοὺς ἀγγέλους ἐν τῷ διὰ πάντων χωρῆσαι τῶν ἐν τῷ κόσμῳ πραγμάτων καὶ πράξεων τῶν ὑπὸ τῶν ἀνθρώπων γινομένων καὶ ἐν παραβύστῳ ἀτόπων ἔργων καὶ ἀθεμίτων, καὶ ὅπως διὰ πασῶν τῶν πράξεων ἐλευθερωθεῖσα ἡ αὐτὴ ψυχή, φησί, τοῦ Ἰησοῦ ἀνέλθῃ πρὸς τὸν αὐτὸν πατέρα τὸν ἄγνωστον, τὸν δυνάμεις αὐτῇ ἀποστείλαντα ἄνωθεν, ἵνα διὰ πασῶν