60
τῶν πράξεων χωρήσασα καὶ ἐλευθερωθεῖσα διέλθοι πρὸς αὐτὸν ἄνω. οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ὁμοίας αὐτῇ ψυχάς, τὰς τὰ ἴσα αὐτῇ ἀσπασαμένας, τὸν αὐτὸν τρόπον ἐλευθερωθείσας ἄνω πτῆναι πρὸς τὸν ἄγνωστον πατέρα, ἐν τῷ τὰς πάσας πράξεις πραξάσας ὁμοίως τε τῶν πάντων ἀπαλλαγείσας λοιπὸν ἐλευθερωθῆναι. τὴν δὲ ψυχὴν τοῦ Ἰησοῦ ἐν τοῖς τῶν Ἰουδαίων ἔθεσιν ἀνατραφεῖσαν καταφρονῆσαι αὐτῶν καὶ διὰ τοῦτο δυνάμεις εἰληφέναι, δι' ὧν τὰ ἐπὶ κολάσεσι πάθη προσόντα τοῖς ἀνθρώποις δυνηθεῖσα † πρᾶξαι ὑπερβῆναι τοὺς κοσμοποιοὺς ἴσχυσεν. οὐ μόνον δὲ αὐτὴν τὴν ψυχὴν τοῦ Ἰησοῦ τοῦτο δεδυνῆσθαι, ἀλλὰ καὶ τὴν δυναμένην διὰ πασῶν τῶν πράξεων χωρῆσαι ὑπερβῆναι τοὺς κοσμοποιοὺς αὐτοὺς ἀγγέλους· καὶ αὐτὴ ἐὰν λάβῃ δυνάμεις καὶ τὰ ὅμοια πράξῃ, * καθάπερ ἡ τοῦ Ἰησοῦ, ὡς προεῖπον. ὅθεν εἰς τῦφον μέγαν οὗτοι ἐληλακότες οἱ ὑπὸ τοῦ 1.303 ἀπατεῶνος τούτου ἀπατηθέντες ἑαυτοὺς προκριτέους ἡγοῦνται καὶ αὐτοῦ τοῦ Ἰησοῦ. ἄλλοι δὲ ἐξ αὐτῶν οὐκ Ἰησοῦ φασιν, ἀλλὰ Πέτρου καὶ Ἀνδρέου καὶ Παύλου καὶ τῶν λοιπῶν ἀποστόλων ἑαυτοὺς ὑπερφερεστέρους εἶναι διὰ τὴν ὑπερβολὴν τῆς γνώσεως καὶ τὸ περισσότερον τῆς διαπράξεως διαφόρων διεξόδων· ἄλλοι δὲ ἐξ αὐτῶν φάσκουσι μηδὲν διενηνοχέναι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. αἱ γὰρ ψυχαὶ ἐκ τῆς αὐτῆς περιφορᾶς εἰσι καὶ ὁμοίως κατὰ τὴν τοῦ Ἰησοῦ πάντων καταφρόνησιν ποιησάμεναι *. καὶ γὰρ αἱ πᾶσαι, φησί, ψυχαὶ τῆς αὐτῆς δυνάμεως ἠξιώθησαν ἧς καὶ ἡ τοῦ Ἰησοῦ ἠξίωται· διὸ καὶ ταύτας φασὶ χωρεῖν διὰ πάσης πράξεως, καθάπερ ἀμέλει καὶ ἡ τοῦ Ἰησοῦ διελήλυθεν. εἰ δὲ καί τις πάλιν δυνηθείη ὑπὲρ τὸν Ἰησοῦν καταφρονῆσαι, διαφορώτερος ἔσται αὐτοῦ. 3. Ἐπιχειροῦσι δὲ οἱ τῆς ἀθεμίτου ταύτης σχολῆς παντοίας ἐπιχειρήσεις δεινῶν ἔργων καὶ ὀλετηρίων. μαγεῖαι γὰρ παρ' αὐτοῖς ἐπινενόηνται, ἐπῳδάς τε διαφόρους πρὸς πᾶσαν μηχανὴν ἐφηύραντο, πρὸς φίλτρα τε καὶ ἀγώγιμα. οὐ μὴν δὲ ἀλλὰ καὶ παρέδρους δαίμονας ἑαυτοῖς ἐπισπῶνται, εἰς τὸ διὰ πολλῆς μαγγανείας ἐν ἐξουσίᾳ μεγάλῃ πάντων γενέσθαι, ὥστε, φησί, κυριεύειν ὧν τε ἂν ἐθέλοι ἕκαστος καὶ ᾗ πράξει ἐπιχειρεῖν τολμήσειε· δῆθεν ἑαυτοὺς ἐξαπατῶντες πρὸς πληροφορίαν τῆς τετυφλωμένης αὐτῶν διανοίας, ὅτι αἱ τοιαῦτα ἐγχειρήσασαι ψυχαί, κατισχύσασαι διὰ τῶν τοιούτων πράξεων καὶ καταφρονήσασαι τῶν κοσμοποιῶν ἀγγέλων καὶ τῶν ἐν τῷ κόσμῳ, ὑπερβαίνουσι τὴν τῶν αὐτῶν μυθοποιῶν οὐ γὰρ ἂν εἴποιμι κοσμοποιῶν ἐξουσίαν, ὅπως ἂν τὴν ἄνω ἐλευθερίαν ἀσπάσωνται καὶ τὴν ἄνω πτῆσιν κτήσαιντο. εἰσὶ δὲ ἐκ τοῦ Σατανᾶ παρεσκευασμένοι 1.304 καὶ προβεβλημένοι εἰς ὄνειδος καὶ σκάνδαλον τῆς τοῦ θεοῦ ἐκκλησίας. ἐπέθεντο γὰρ ἑαυτοῖς ἐπίκλην Χριστιανοί, τοῦτο τοῦ Σατανᾶ παρασκευάσαντος πρὸς τὸ σκανδαλίζεσθαι τὰ ἔθνη δι' αὐτῶν καὶ ἀποστρέφεσθαι τὴν τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὠφέλειαν καὶ τὸ ἀληθινὸν κήρυγμα διὰ τὰς ἐκείνων ἀθεμιτουργίας καὶ ἀνηκέστους κακοπραγίας, εἰς τὸ τὰ ἔθνη κατανοοῦντα αὐτῶν τὰ ἐπάλληλα ἔργα τῶν ἀθεμιτουργιῶν, νομίσαντα καὶ τοὺς τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας τοιούτους εἶναι, ἀποστρέφειν ὡς καὶ προεῖπον τὴν ἀκοὴν ἀπὸ τῆς τοῦ θεοῦ κατὰ ἀλήθειαν διδασκαλίας ἢ καὶ ὁρῶντά τινας * πάντας ἡμᾶς ὁμοίως βλασφημεῖν. καὶ τούτου ἕνεκα οἱ πλείους τῶν ἐθνῶν ὅπου δἂν ἴδωσι τοιούτους οὔτε ἐπὶ κοινωνίᾳ ἡμῖν προσφέρονται ληψοδοσίας ἢ γνώμης ἢ ἀκοῆς λόγου θείου οὔτε τὴν ἀκοὴν ἐντιθέασιν, ἐπτυρμένοι ἀπὸ τῆς τῶν ἀθεμίτων ἀνοσιουργίας. 4. Εἰσὶ δὲ ἐν ἀσωτίᾳ διατελοῦντες οὗτοι καὶ πᾶν ὁτιοῦν ἐργαζόμενοι πρὸς εὐπάθειαν σωμάτων, ἡμῖν δὲ ὅλως οὐ προσεγγίζοντες, εἰ μή τι ἂν πρὸς τὸ δελεάσαι ψυχὰς ἀστηρίκτους τῇ αὐτῶν κακοδιδασκαλίᾳ. εἰς οὐδὲν γὰρ ἡμῖν ὁμοιοῦνται ἢ μόνον ὀνόματι καλεῖσθαι σεμνύνονται, ὅπως διὰ τοῦ ὀνόματος τὸ ἐπίπλαστον τῆς ἑαυτῶν