61
κακίας θηράσωνται. «τὸ δὲ κρίμα τούτων» κατὰ τὸ γεγραμμένον «ἔνδικόν ἐστιν», ὡς ὁ ἅγιος ἀπόστολος Παῦλος ἔφη· διὰ γὰρ τὰς 1.305 κακὰς αὐτῶν πράξεις τὸ ἀνταπόδομα ἀποδοθήσεται αὐτοῖς. ἀδεῶς γὰρ τὸν νοῦν αὐτῶν εἰς οἶστρον ἐκδεδωκότες πάθεσιν ἡδονῶν μυρίων ἑαυτοὺς παραδεδώκασι. φασὶ γὰρ ὅτι ὅσα νομίζεται παρὰ ἀνθρώποις κακὰ εἶναι οὐ κακὰ ὑπάρχει, ἀλλὰ φύσει καλά οὐδὲν γάρ ἐστι φύσει κακόν, τοῖς δὲ ἀνθρώποις νομίζεται εἶναι φαῦλα. καὶ ταῦτα πάντα ἐάν τις πράξῃ ἐν τῇ μιᾷ ταύτῃ παρουσίᾳ, οὐκέτι μετενσωματοῦται αὐτοῦ ἡ ψυχὴ εἰς τὸ πάλιν ἀντικαταβληθῆναι, ἀλλὰ ὑπὸ ἓν ποιήσασα πᾶσαν πρᾶξιν ἀπαλλαγήσεται, ἐλευθερωθεῖσα καὶ μηκέτι χρεωστοῦσά τι τῶν πρὸς πρᾶξιν ἐν τῷ κόσμῳ. ποίαν δὲ πρᾶξιν δέδια πάλιν εἰπεῖν, μὴ βορβόρου δίκην κεκαλυμμένου ὀχετὸν ἀποκαλύψω καί τισι δόξω λοιμώδους δυσοδμίας ἐργάζεσθαι τὴν ἐμφόρησιν. ἀλλ' ὅμως ἐπειδήπερ ἐξ ἀληθείας συνεχόμεθα τὰ παρὰ τοῖς ἠπατημένοις ἀποκαλύψαι, σεμνότερον εἰπεῖν τε καὶ τῆς ἀληθείας μὴ ἔξω βαίνειν ἐμαυτὸν καταναγκάσω. τί δὲ ἀλλ' ὅτι πᾶσαν ἀρρητουργίαν καὶ ἀθέμιτον πρᾶξιν, ἣν οὐ θεμιτὸν ἐπὶ στόματος φέρειν, οὗτοι πράττουσιν καὶ πᾶν εἶδος ἀνδροβασιῶν καὶ λαγνιστέρων ὁμιλιῶν πρὸς γυναῖκας ἐν ἑκάστῳ μέλει σώματος· μαγείας τε καὶ φαρμακείας καὶ εἰδωλολατρείας ἐκτελοῦντες τοῦτο εἶναί φασιν ἐργασίαν ἀποδόσεως 1.306 τῶν ἐν τῷ σώματι ὀφλημάτων εἰς τὸ μηκέτι ἐγκαλεῖσθαι ἢ μέλλειν τι πράξεως ἔργον ἀπαιτεῖσθαι, καὶ τούτου ἕνεκα μὴ ἀποστρέφεσθαι τὴν ψυχὴν μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν καὶ πάλιν εἰς μετενσωμάτωσιν καὶ μεταγγισμὸν χωρεῖν. 5. Οὕτως γὰρ ἔχει τὰ αὐτῶν συντάγματα ὡς ἀναγνόντα τὸν συνετὸν θαυμάζειν καὶ ἐκπλήττεσθαι καὶ ἀπιστεῖν εἰ ταῦτα οὕτως ὑπὸ ἀνθρώπων γενήσεται, οὐ μόνον τῶν καθ' ἡμᾶς πόλιν κατοικούντων, ἀλλὰ καὶ τῶν μετὰ θηρῶν καὶ ὁμοίων θηρσὶ καὶ κτήνεσι * καὶ σχεδὸν εἰπεῖν τὰ κυνῶν καὶ ὑῶν πράττειν τολμώντων. φασὶ γὰρ δεῖν πάντως πᾶσαν χρῆσιν τούτων ποιεῖσθαι, ἵνα μὴ ἐξελθοῦσαι καὶ ὑστερήσασαί τινος ἔργου τούτου ἕνεκα καταστραφῶσιν εἰς σώματα πάλιν αἱ ψυχαὶ εἰς τὸ πρᾶξαι αὖθις ἃ μὴ ἔπραξαν. καὶ τοῦτό ἐστι, φασίν, ὅπερ ὁ Ἰησοῦς ἐν τῷ εὐαγγελίῳ εἶπεν διὰ τῆς παραβολῆς ὅτι «ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ἐν ᾧ εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ καὶ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ' αὐτοῦ, μή πως ὁ ἀντίδικος παραδῷ σε τῷ κριτῇ καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ, καὶ ὁ ὑπηρέτης βάλῃ σε εἰς φυλακήν· ἀμὴν λέγω σοί, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην». μῦθον δέ τινα 1.307 πλάττουσιν οἱ αὐτοὶ πρὸς ἐπίλυσιν τῆς παραβολῆς ταύτης καί φασιν εἶναι τὸν ἀντίδικον ἐκεῖνον τῶν τὸν κόσμον πεποιηκότων ἀγγέλων ἕνα καὶ εἰς αὐτὸ τοῦτο κατεσκευάσθαι, εἰς τὸ ἀπάγειν τὰς ψυχὰς πρὸς τὸν κριτὴν τὰς ἐντεῦθεν ἐξερχομένας ἐκ τῶν σωμάτων ἐκεῖσε δὲ ἐλεγχομένας· μὴ ποιησάσας δὲ πᾶσαν ἐργασίαν παραδίδοσθαι ἀπὸ τοῦ ἄρχοντος τῷ ὑπηρέτῃ. ἄγγελον δὲ εἶναι τὸν ὑπηρέτην, ἐξυπηρετούμενον τῷ κριτῇ τῷ κοσμοποιῷ εἰς τὸ φέρειν τὰς ψυχὰς πάλιν καὶ εἰς σώματα καταγγίζειν διάφορα. εἶναι δὲ τὸν ἀντίδικον τοῦτον, ὃν ἔφημεν τὸν κύριον εἰρηκέναι ἐν τῷ εὐαγγελίῳ, ὃν οὗτοι ἄγγελον ἕνα τῶν κοσμοποιῶν φασιν, ὄνομα ἔχοντα ∆ιάβολον. φασὶ γὰρ εἶναι τὴν φυλακὴν τὸ σῶμα, τὸν δὲ ἔσχατον κοδράντην θέλουσιν εἶναι τὴν μετενσωμάτωσιν· * καθ' ἑκάστην παρουσίαν σωμάτων ἐπιτελεῖν ἐσχάτην πρᾶξιν καὶ μηκέτι ὑπολείπεσθαι πρὸς τὸ ἀθέμιτόν τι πρᾶξαι. δεῖ γάρ, φασὶν ὡς προείπαμεν, πάντα διελθοῦσαν καὶ πράξασαν καθ' ἕκαστον καὶ ἐλευθερωθεῖσαν ἀνελθεῖν πρὸς τὸν ἄνω ἄγνωστον, ὑπερβᾶσαν τοὺς κοσμοποιοὺς καὶ τὸν κοσμοποιόν. φασὶ δὲ πάλιν ὅτι δεῖ κἄν τε ἐν μιᾷ παρουσίᾳ τῆς μετενσωματώσεως πραξάσας λοιπὸν ἄνω ἐλευθερωθείσας ἀπιέναι· εἰ δὲ μὴ ἐν μιᾷ παρουσίᾳ πράξωσι, καθ' ἑκάστην παρουσίαν μετενσωματώσεως κατὰ βραχὺ ποιησάσας