63
παρῇ ὁ νοῦς ὁ ἐν τῇ ἀληθείᾳ ἠσκημένος. ἐμπεσόντος τοίνυν καὶ τούτου τῇ Σίμωνος μαγείᾳ καὶ τῶν λοιπῶν, τοῖς αὐτοῖς καὶ τοῦτον ἀνατρέψομεν. εἰ γὰρ ἡ ἄγνωστος καὶ ἀκατονόμαστος δύναμις αἰτία γέγονεν ἄλλων ἀγγέλων, ἤ ἐστιν ἄγνοια παρὰ τῇ αὐτῇ τουτέστιν τῷ πατρὶ τῶν ὅλων, εἰ μὴ ᾔδει ἃ μέλλουσι πράττειν οἱ ὑπ' αὐτοῦ κατασκευαζόμενοι ἄγγελοι, ἀγνοήσας ὅτι ἀποστήσονται καὶ ποιήσουσιν ἃ μὴ αὐτὸς ἐβούλετο-ἢ τούτους μὲν ἐποίησε γινώσκων ὅτι ποιήσουσιν, ὃ αὐτὸς οὐ βούλεται παρ' αὐτῶν δὲ γέγονε, καὶ ἔσται διὰ τῆς γνώσεως καὶ εὐδοκίας αὐτὸς ποιήσας ἃ ἐκεῖνοι τετολμήκασιν. εἰ τοίνυν ὡς προεῖπον ἐγίνωσκε μὲν ἃ ποιήσουσιν, οὐκ ἐβούλετο δὲ ἵνα ποιήσωσι, τίνι τῷ λόγῳ τοὺς πεποιηκότας ἐποίει εἰς τὸ πράττειν ἃ μὴ αὐτὸς ἐβούλετο; εἰ δὲ αὐτὸς μὲν πεποίηκε τοὺς ἀγγέλους, ἵνα ποιήσωσι τὰ ὑπ' αὐτῶν γενόμενα, ἄρα ἤθελε γενέσθαι· διὸ καὶ τοὺς πεποιηκότας προκατεσκεύασεν ἀγγέλους. καὶ εἰ προκατεσκεύασεν εἰς τὸ ποιῆσαι, ἀπαγορεύει δὲ τὰ ὑπ' αὐτῶν γενόμενα, συκοφαντία ἂν εἴη ἐν μέσῳ. εἰ δὲ συνεχώρει μὲν τοῦ ποιεῖν αὐτούς, βούλεται δὲ τὰ ὑπ' αὐτῶν γενόμενα τουτέστιν ἀνθρώπους καὶ ψυχάς πάλιν πρὸς 1.312 ἑαυτὸν ἀναλαμβάνειν παρὰ τὴν τούτων βούλησιν, ἄρα ἔσται πλεονεξία ἐν μέσῳ καὶ οὐδὲν ἕτερον, ἁρπαζομένων τῶν ὑπὸ τῶν ἀγγέλων * ἀνθρώπων ὑπὸ τοῦ ἄνωθεν παρὰ τὴν τούτων βούλησιν· ἀλλὰ καὶ ἀδράνεια εἴη, ἐπειδὴ μὴ αὐτὸς δυνάμενος ἑαυτῷ ποιεῖν ἁρπάζει τὰ ὑπὸ τῶν ὑπ' αὐτοῦ γενομένων γενόμενα. καὶ ἔσται λοιπὸν μῦθος καὶ μωρολογία, τῶν μὲν κάτω δυναμένων ὑπερβῆναι τοὺς ἐν μέσῳ, τοὺς δὲ ἐν μέσῳ τιμωρεῖσθαι αἰτίους ὄντας τῶν κάτω καὶ τοὺς κάτω ὑπὲρ τοὺς μέσους πρὸς τὸν ἄνω σῴζεσθαι καὶ ἐλευθεροῦσθαι, λέγω δὴ τὰς ψυχὰς τῶν ἐν τῇδε τῇ κτίσει. εἴη δ' ἂν ὁ μὲν ἄνω μὴ δυνηθεὶς ποιῆσαι ἀσθενὴς κρινόμενος, οἱ δὲ ὑπ' αὐτοῦ γενόμενοι δυνατοί, δυνάμενοι ποιῆσαι ἃ αὐτὸς μὲν οὐκ ἐβούλετο, ἢ ἐβούλετο καὶ οὐκ ἠδύνατο. οὐ γὰρ δύναται ἃ ἐκεῖνος ἐπιποθεῖ, εἶναι αὐτῷ κακὸν οὐδὲ ὑπὸ κακῶν γεγονέναι. εἰ γὰρ ἦν κακόν, ἐχρῆν ἀπόλλυσθαι. εἰ δὲ ὅλως μέρος τι τοῦ ἔργου σῴζεται, οὐκέτι τὸ ἔργον φαῦλον, κἄν τε μέρος αὐτοῦ σῳζόμενον εὑρίσκοιτο, οὔτε οἱ ποιήσαντες φαῦλοι οἱ τὸ σῳζόμενον τεχνησάμενοι. εἰ δὲ ὅλως ἐξ ἀγγέλων ἡ ψυχὴ καὶ ἄνωθεν λαμβάνει δύναμιν παραχθεῖσα, ἄρα γε οἱ ἄγγελοι πλέον σωτηρίας τεύξονται, ὅτι ἡ ἀπ' αὐτῶν ψυχὴ σῴζεται, ἐκ φαύλων οὖσα. σῳζομένης δὲ αὐτῆς οὐκέτι φαῦλος οὔτε αὐτὴ ἡ ψυχὴ ἡ γενομένη ὑπὸ τῶν ἀγγέλων οὔτε οἱ ἄγγελοι, ἐξ ὧν αὐτὴ ἡ ψυχὴ ὑπάρχει. 8. Παντὶ δὲ τῷ τὸν νοῦν ἐρρωμένον ἔχοντι ἰστέον ἂν εἴη ὅτι ἀνοίας ἐστὶ τὸ πᾶν τοῦτο ἀγυρτῶδες ἐργαστήριον. καταισχυνθήσονται δὲ αὖθις οὗτοι καὶ ἀπὸ τῶν ἄλλων αὐτῶν λόγων. εἰ γὰρ Ἰησοῦς οὐκ ἀπὸ παρθένου Μαρίας, ἀλλὰ ἐκ σπέρματος Ἰωσὴφ καὶ τῆς αὐτῆς Μαρίας, σῴζεται δὲ οὗτος, ἄρα καὶ αὐτοὶ σωθήσονται οἱ τοῦτον γεγεννηκότες. καὶ εἰ ἡ Μαρία καὶ ὁ Ἰωσὴφ ἀπὸ τοῦ δημιουργοῦ ὑπάρχουσιν, ἄρα τὸν δημιουργὸν κτιστὴν καὶ τοῦ Ἰησοῦ ἔφασαν καὶ οὐκέτι ἐν ὑστερήματι ἔσται ὁ τὸν Ἰωσὴφ καὶ τὴν Μαρίαν ποιήσας, ἐξ ὧν ὁ Ἰησοῦς παρὰ τοῦ ἄνω ἀγνώστου πατρὸς ὑπάρχει. εἰ δὲ καὶ αὐτὸς ὁ Ἰησοῦς ἀπὸ τῶν ἀγγέλων ἐστὶ καὶ ὁ δημιουργὸς εἷς ἐστι τῶν ἀγγέλων, ἄρα γε ἀτοπήματι τῷ ἑνὶ πάντες περιπεσοῦνται, ὁποίῳ καὶ οἱ ἄγγελοι περιπεπτώκασι, καὶ ἀσύστατον εἴη ἂν τὸ παρ' 1.313 αὐτῶν δραματούργημα, δηλητηρίου ἔμπλεον καὶ πάσης ἰώδους διδασκαλίας μεμεστωμένον. ταύτην δὲ αὖθις ὀπίσω τρέψαντες, ὥσπερ δράκοντος κεφαλὴν ξύλῳ τῆς πίστεως καὶ τῆς ἀληθείας ἐπὶ γῆς λακίσαντες, ταῖς ἄλλαις θηριομόρφοις προσπελάσαντες ἐπ' ὀλέθρῳ * τούτων ἥκειν ἑαυτοὺς διὰ τὴν ἐπαγγελίαν ἀναγκάσωμεν.