65
ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ· ἃ ὁ θεὸς ἐκαθέρισε, σὺ μὴ κοίνου. καὶ ἐξαυτῆς ἰδοὺ δύο ἄνδρες εἱστήκεισαν εἰς τὴν οἰκίαν καὶ εἶπέν μοι τὸ πνεῦμα· πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος». καὶ λοιπὸν διηγεῖται, ὡς ἐν παραβολῇ ταῦτα πρὸς αὐτὸν εἴρηται καὶ ὡς τότε ἐδίσταξεν, ἕως ὅτε ὁ κύριος ἐναργῶς ἔδειξεν αὐτῷ ἃ διὰ τῶν λόγων καὶ τύπων αὐτὸν ἐδίδασκεν. εὐθὺς γὰρ αὐτοῦ ἀνοίξαντος τὸ στόμα, ὅτε ἦλθεν εἰς Καισάρειαν, ἐπέπεσε 1.316 τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ Κορνήλιον. καὶ ἰδὼν ὁ Πέτρος εἶπε «μή τις δύναται κωλῦσαι τὸ ὕδωρ ἀπὸ τούτων τῶν καταξιωθέντων τὸ πνεῦμα τὸ ἅγιον λαβεῖν, ὡς καὶ ἡμεῖς ἐξ ἀρχῆς;» τὸ πᾶν δὲ ἦν τοῦτο μυστήριον καὶ τῆς τοῦ θεοῦ φιλανθρωπίας ἔργον, ὅπως ὅ τε ἅγιος Πέτρος καὶ πᾶς τις γνώσεται ὅτι οὐκ ἀπ' ἀνθρώπων ἡ τῶν ἐθνῶν σωτηρία, ἀλλ' ἐκ θεοῦ. προὔλαβεν γὰρ ὁ θεὸς δοῦναι τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος καὶ τὴν τοῦ ἀγγέλου ὀπτασίαν καὶ τὴν ἀποδοχὴν τῆς εὐχῆς καὶ νηστειῶν καὶ ἀγαθοποιιῶν, ἵνα ὃ ἐπιστεύθησαν οἱ ἀπόστολοι, μάλιστα ὁ ἅγιος Πέτρος καὶ οἱ λοιποὶ ἀπόστολοι, μὴ ἀποστερήσωσιν τὸν ἐκ θεοῦ κατὰ ἀλήθειαν κεκλημένον. 4. Ἀλλὰ ταῦτα μὲν τότε ἐπραγματεύθη κινηθέντα ὑπὸ τοῦ προειρημένου ψευδαποστόλου Κηρίνθου, ὡς καὶ ἄλλοτε στάσιν αὐτός τε καὶ οἱ μετ' αὐτοῦ εἰργάσαντο ἐν αὐτῇ τῇ Ἱερουσαλήμ, ὁπηνίκα Παῦλος ἀνῆλθε μετὰ Τίτου καὶ ὡς οὗτος ἔφη ὅτι «ἄνδρας ἀκροβύστους εἰσήνεγκε μεθ' ἑαυτοῦ», ἤδη περὶ Τίτου λέγων, «καὶ κεκοίνωκε φησί τὸν ἅγιον τόπον». διὸ καὶ Παῦλος λέγει «ἀλλ' οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι· διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ, οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ»· καὶ τοῖς ἐν ἀκροβυστίᾳ παραγγέλλων ἔλεγεν «μὴ περιτέμνεσθε· ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει». διήρκεσε δὲ ἡ περιτομὴ χρόνῳ ὑπηρετήσασα, ἕως ἡ μείζων περιτομὴ παρεγένετο, τουτέστιν τὸ λουτρὸν τῆς παλιγγενεσίας, ὡς παντί τῳ δῆλόν ἐστι καὶ σαφέστερον δείκνυται ἀπὸ τῶν παρὰ τοῖς ἀποστόλοις εἰρημένων, μάλιστα παρὰ τῷ ἁγίῳ ἀποστόλῳ Παύλῳ· φάσκει γὰρ οὕτως «οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ». παντὶ δὲ τῷ βουλομένῳ κατανοεῖν τὰ παρὰ τοῖς ἀποστόλοις τότε πεπραγματευμένα θαυμάσαι ἔπεστι, πῶς τὰ παρὰ τῇ αἱρέσει ταύτῃ ἐξ ἐπιπνοίας πνεύματος πλά1.317 νης ἐνεργηθέντα τὸν χαρακτῆρα ὑποδείκνυσι τῶν διὰ τῶν αἱρέσεων τούτων ἐν τοῖς ἀποστόλοις τὴν κίνησιν ἐργασαμένων. ἀποστάντων γὰρ τούτων καὶ εἰς ψευδαποστόλους τραπέντων καὶ ἄλλους ψευδαποστόλους ἀποστειλάντων ὡς καὶ ἤδη προείρηται εἰς τὴν Ἀντιόχειαν ἐν ἀρχῇ καὶ εἰς ἄλλους τόπους, λέγοντας ὅτι «ἐὰν μὴ περιτμηθῆτε καὶ φυλάξητε τὸν νόμον Μωυσέως, οὐ δύνασθε σωθῆναι», οὐχ ἡ τυχοῦσα τότε ταραχὴ ἐγένετο ὡς προείρηται. καὶ οὗτοί εἰσιν οἱ παρὰ τῷ ἀποστόλῳ Παύλῳ εἰρημένοι «ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ». 5. Χρῶνται γὰρ τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ-ἀπὸ μέρους καὶ οὐχὶ ὅλῳ, ἀλλὰ διὰ τὴν γενεαλογίαν τὴν ἔνσαρκον-καὶ ταύτην μαρτυρίαν φέρουσιν, ἀπὸ τοῦ εὐαγγελίου πάλιν λέγοντες ὅτι «ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος». τί οὖν, φησί; περιετμήθη ὁ Ἰησοῦς, περιτμήθητι καὶ αὐτός. Χριστὸς κατὰ νόμον, φησίν, ἐπολιτεύσατο, καὶ αὐτὸς τὰ ἴσα ποίησον. ὅθεν καί τινες ἐκ τούτων ὡς ὑπὸ δηλητηρίων ὑφαρπαχθέντες πείθονται ταῖς πιθανολογίαις διὰ τὸ τὸν Χριστὸν περιτετμῆσθαι. τὸν δὲ Παῦλον ἀθετοῦσι διὰ τὸ μὴ πείθεσθαι τῇ περιτομῇ, ἀλλὰ καὶ ἐκβάλλουσιν αὐτὸν διὰ τὸ εἰρηκέναι «ὅσοι ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε», καὶ ὅτι «ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει».