67
τοῖς τέκνοις τοῦ Ἰωσήφ, εἴπερ ἦσαν ἐξ αὐτῆς, Ἰακώβῳ φημὶ καὶ Ἰωσῇ καὶ Ἰούδᾳ καὶ Συμεῶνι 1.320 υἱοῖς οὖσι τοῦ Ἰωσὴφ ἀπὸ ἄλλης γυναικός. οὐδὲ γὰρ κέχρηται τῇ παρθένῳ ὅλως, μὴ γένοιτο· εὑρίσκεται γὰρ μετὰ τὸ γεγεννηκέναι ἡ παρθένος ἄχραντος. ἀλλὰ περὶ τούτων ἤδη ἐν ἄλλῳ μοι λόγῳ σαφῶς πεπραγμάτευται καὶ πραγματευθήσεται· ὧδε δὲ ἐν μέρει ὡς ἐν παρεκδρόμῃ περὶ τῆς τούτων ὑποθέσεως εἴρηται, ἵνα μὴ ἑτέρων δηγμάτων βουλόμενος ποιῆσαι ἴασιν καὶ ἑτέρων δηλητηρίων ἄκος καὶ ἀλεξητήριον * εἰς ἄλλα τοὺς ἐντυγχάνοντας παρεκτρέψω. πλὴν ἐκ παντὸς τῷ τὴν σύνεσιν κεκτημένῳ μάταιος ἡ τούτων καταχλεύαστος διδασκαλία συσταθήσεται, παρὰ μὲν τοῖς ἀποστόλοις ἐλεγχομένη, παρὰ δὲ τοῖς συνετοῖς καταγινωσκομένη, ἐκ θεοῦ δὲ καὶ τοῦ αὐτοῦ τῆς ἀληθείας κηρύγματος ἐκβαλλομένη. 8. Καλοῦνται δὲ πάλιν οὗτοι Μηρινθιανοί, ὡς ἡ ἐλθοῦσα εἰς ἡμᾶς φάσις περιέχει. εἴτε γὰρ ὁ αὐτὸς Κήρινθος Μήρινθος πάλιν ἐκαλεῖτο, οὐ πάνυ τι σαφῶς περὶ τούτου ἴσμεν, εἴτε ἄλλος τις ἦν Μήρινθος ὀνόματι συνεργὸς τούτου, θεῷ ἔγνωσται. ἤδη γὰρ εἴπαμεν ὅτι οὐ μόνον αὐτὸς ἐν Ἱεροσολύμοις πολλάκις ἀντέστη τοῖς ἀποστόλοις, ἀλλὰ καὶ οἱ σὺν αὐτῷ καὶ ἐν τῇ Ἀσίᾳ· πλὴν ἤτοι αὐτὸς εἴη ἢ καὶ ἄλλος σὺν αὐτῷ συνεργὸς τὰ ὅμοια αὐτῷ φρονῶν καὶ συμπράττων εἰς τὰ ἴσα, οὐδὲν διαφέρει. ἡ γὰρ πᾶσα αὐτῶν κακοτροπία τῆς διδασκαλίας τοῦτον ἔχει τὸν χαρακτῆρα, Κηρινθιανοὶ δὲ ὁμοῦ καὶ Μηρινθιανοὶ οὗτοι καλοῦνται. Καὶ ταῦτα περὶ ταύτης τῆς δεινῆς καὶ ἑρπετώδους μοχθηρίας διεξιόντες πάλιν ἐπὶ τὰς ἑξῆς προβαίνομεν, εὐχαριστοῦντες μὲν ὅτι τὸ πέλαγος τούτων τῶν κακῶν δογμάτων ἀβλαβῶς διενηξάμεθα, εὐχόμενοι δὲ ἵνα ἐν τοῖς ἑξῆς παρεντυχόντες, ὡς εἰς δυσθαλάττια καὶ θηριώδη βράχη παρεμπεσόντες μὴ ἀδικηθῶμεν, ἀλλὰ σωτηρίας τύχωμεν τῆς ἀπὸ τῆς μελλούσης ἡμῖν καθ' ὑφήγησιν ἀναφαίνεσθαι ἀληθείας ἐν τῷ ἡμᾶς συνιστᾶν αὐτήν τε καὶ τὴν ἐπ' αὐτῇ 1.321 κενοφωνίαν. τῷ γὰρ βουλομένῳ σκοπεῖν καὶ τὰς τούτων ἰδέας ἀναγράφειν καὶ αὕτη παρεικασθήσεται ὡς ἀληθῶς δικεφάλῳ τινὶ ὄφει διὰ τὸ διώνυμον καὶ τῇ καλουμένῃ σηπεδόνι ἐχίδνῃ, τῇ κομώσῃ μὲν πᾶν τὸ σῶμα αὐτῆς ἐν θριξὶν ἐρυθραῖς, οὐκ ἐχούσῃ δὲ οὐδὲ αἰγὸς οὐδὲ προβάτου φύσιν ἢ δορὰν ἀλλὰ ἑρπετοῦ καὶ τὴν λύμην ἐργαζομένῃ διὰ τοῦ δήγματος τοῖς παρεντυγχάνουσιν, ἀνατρέπουσα τοὺς αὐτῇ πειθομένους, πῆ μὲν ἀπὸ παλαιᾶς θρῃσκείας τὰ τῆς νέας διαθήκης ἀφανίζουσα, πῆ δὲ διὰ λόγων ψευδῶν ὡς ἀπὸ νέας διαθήκης κατὰ τῶν ἀπὸ περιτομῆς εἰς Χριστὸν πεπιστευκότων ἀποστόλων τὰς ψευδηγορίας περιφέρουσα, ἧς τήν τε σῆψιν καὶ τὸν ἰὸν καὶ τοὺς ὀδόντας τῷ ξύλῳ τῆς ἀληθείας παίσαντες καὶ συντρίψαντες ἐπὶ τὰς μετέπειτα ὡς προεῖπον διεξιέναι ἐν τῇ τοῦ θεοῦ δυνάμει σπεύσωμεν.
Κατὰ Ναζωραίων ˉθ, τῆς δὲ ἀκολουθίας ˉκˉθ.
1. Ναζωραῖοι καθεξῆς τούτοις ἕπονται, ἅμα τε αὐτοῖς ὄντες ἢ καὶ πρὸ αὐτῶν ἢ σὺν αὐτοῖς ἢ μετ' αὐτούς, ὅμως σύγχρονοι· οὐ γὰρ ἀκριβέστερον δύναμαι ἐξειπεῖν τίνες τίνας διεδέξαντο. καθὰ γὰρ ἔφην, σύγχρονοι ἦσαν ἀλλήλοις καὶ ὅμοια ἀλλήλοις κέκτηνται τὰ φρονήματα. οὗτοι γὰρ ἑαυτοῖς ὄνομα ἐπέθεντο οὐχὶ Χριστοῦ οὔτε αὐτὸ τὸ ὄνομα τοῦ Ἰησοῦ, ἀλλὰ Ναζωραίων. πάντες δὲ Χριστιανοὶ 1.322 Ναζωραῖοι τότε ὡσαύτως ἐκαλοῦντο· γέγονε δὲ ἐπ' ὀλίγῳ χρόνῳ καλεῖσθαι αὐτοὺς καὶ Ἰεσσαίους, πρὶν ἢ ἐπὶ τῆς Ἀντιοχείας ἀρχὴν λάβωσιν οἱ μαθηταὶ καλεῖσθαι Χριστιανοί. ἐκαλοῦντο δὲ Ἰεσσαῖοι διὰ τὸν Ἰεσσαί, οἶμαι, ἐπειδήπερ ὁ ∆αυὶδ ἐξ Ἰεσσαί, ἐκ δὲ τοῦ ∆αυὶδ κατὰ διαδοχὴν σπέρματος ἡ Μαρία, πληρουμένης τῆς θείας γραφῆς, κατὰ τὴν παλαιὰν