68
διαθήκην τοῦ κυρίου λέγοντος πρὸς τὸν ∆αυίδ «ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου». 2. ∆έδια δὲ καθ' ἑκάστην ὑπόθεσιν λέξεως, † ὡς ταύτην τὴν † ὑπόθεσιν ποιοῦμαι, παρακινούσης με τῆς ἀληθείας τὰς ἐν αὐτῇ τῇ λέξει θεωρίας ὑποφαίνειν, διὰ τὸ μὴ πολὺ πλάτος περιποιήσασθαι τῇ συντάξει τῆς διηγήσεως. τοῦ γὰρ κυρίου φήσαντος τῷ ∆αυίδ «ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου» καὶ ὅτι «ὤμοσε κύριος τῷ ∆αυὶδ καὶ οὐ μεταμεληθήσεται» δῆλον ὡς ἡ τοῦ θεοῦ ἀμετάθετός ἐστιν ἐπαγγελία. καὶ πρῶτον μὲν ὅτι ὅρκος παρὰ θεῷ τί ἐστιν ἀλλ' ἢ τό «κατ' ἐμαυτοῦ ὤμοσα λέγει κύριος»; «οὐ γὰρ κατὰ μείζονος ἔχει ὅρκον ὁ θεός»· ἀλλὰ οὐδὲ ὄμνυσι τὸ θεῖον, εἰς παράστασιν δὲ βεβαιώσεως ὁ λόγος ἔχει τὴν δύναμιν. μεθ' ὅρκου γὰρ ὤμοσε κύριος τῷ ∆αυὶδ ἐκ καρποῦ τῆς κοιλίας θήσειν ἐπὶ τὸν θρόνον αὐτοῦ. μαρτυροῦσι δὲ οἱ ἀπόστολοι ὅτι ἐκ σπέρματος τοῦ ∆αυὶδ ἔδει τὸν Χριστὸν γεννηθῆναι, ὡς καὶ ἐγεννήθη ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς Χριστός· παρήσω δὲ τὸ πλῆθος τῶν μαρτυριῶν, ἵνα μὴ εἰς πολὺν ὄγκον ἀγάγω τὸν λόγον, ὥς γε προεῖπον. εἴποι δ' ἄν τις ἴσως· τοῦ Χριστοῦ γεννηθέντος ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα τουτέστιν ἀπὸ τῆς ἁγίας παρθένου Μαρίας, τίνι τῷ λόγῳ ἐπὶ τοῦ θρόνου ∆αυὶδ οὐ καθέζεται; «ἦλθον» γάρ φησι τὸ εὐαγγέλιον «χρῖσαι αὐτὸν εἰς βασιλέα, καὶ γνοὺς ἀνεχώρησε» «καὶ ἐκρύβη ἐν Ἐφραῒμ πόλει τῆς ἐρήμου». φθάσαντες δὲ ἐπὶ τὸν τόπον τοῦ ῥητοῦ τούτου καὶ ἐρωτώμενοι περὶ τῆς μαρτυρίας ταύτης καὶ τῆς ὑποθέ1.323 σεως, ὅτι τίνι τῷ λόγῳ κατὰ τὸ σαρκικὸν οὐ πεπλήρωται ἐπὶ τὸν σωτῆρα τὸ καθίσαι ἐπὶ θρόνον ∆αυίδ ἐνομίσθη γὰρ τοῦτό τισι μὴ πεπληρῶσθαι, ὅμως ὡς ἔστιν ἐροῦμεν. οὐδεμία γὰρ λέξις τῆς ἁγίας τοῦ θεοῦ γραφῆς διαπίπτει. 3. Θρόνος γὰρ ∆αυὶδ καὶ βασιλικὴ ἕδρα ἐστὶν ἡ ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ ἱερωσύνη, ὅπερ ἀξίωμα βασιλικόν τε καὶ ἀρχιερατικὸν ὁμοῦ ἐπὶ τὸ αὐτὸ συνάψας ὁ κύριος δεδώρηται τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ, θρόνον μεταγαγὼν ἐν αὐτῇ τὸν τοῦ ∆αυίδ, μὴ διαλείποντα εἰς τὸν αἰῶνα. ἐκεῖσε γὰρ κατὰ διαδοχὴν διήρκεσεν ὁ θρόνος ∆αυὶδ ἕως αὐτοῦ τοῦ Χριστοῦ, μὴ διαλειπόντων τῶν ἐξ Ἰούδα ἀρχόντων ἕως ἦλθεν «ᾧ τὰ ἀποκείμενα ἦν καὶ αὐτὸς προσδοκία ἐθνῶν» ὥς φησιν. ἔληξαν γὰρ ἐν τῇ τοῦ Χριστοῦ παρουσίᾳ οἱ κατὰ διαδοχὴν ἐξ Ἰούδα ἄρχοντες. ἕως γὰρ αὐτοῦ * ἡγούμενοι, διέπεσε δὲ ἡ τάξις καὶ μετέστη ἐξότε αὐτὸς γεννᾶται ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐπὶ Ἀλεξάνδρου τοῦ ἀπὸ γένους ἱερατικοῦ καὶ βασιλικοῦ. ἀφ' οὗ Ἀλεξάνδρου διέπεσεν οὗτος ὁ κλῆρος ἀπὸ χρόνων Σαλίνας, τῆς καὶ Ἀλεξάνδρας καλουμένης, ἐπὶ τοῖς χρόνοις Ἡρῴδου τοῦ βασιλέως καὶ Αὐγούστου τοῦ Ῥωμαίων αὐτοκράτορος· ὃς καὶ διάδημα ἐπέθετο ἑαυτῷ ὁ Ἀλέξανδρος οὗτος, εἷς τῶν χριστῶν καὶ ἡγουμένων ὑπάρχων. συναφθεισῶν γὰρ τῶν δύο φυλῶν τοῦ τε βασιλικοῦ καὶ τοῦ ἱερατικοῦ, Ἰούδα δέ φημι καὶ Ἀαρὼν καὶ πάσης τῆς τοῦ Λευί, βασιλεῖς καὶ ἱερεῖς καθίστων· οὐ γὰρ διήμαρτέν τι ἀπὸ τῆς τῆς ἁγίας γραφῆς αἰνίξεως. 1.324 τότε δὲ λοιπὸν ἀλλόφυλος βασιλεὺς Ἡρῴδης καὶ οὐκέτι οἱ ἀπὸ τοῦ ∆αυὶδ διάδημα ἐπέθεντο. μεταπεσούσης δὲ τῆς βασιλικῆς καθέδρας, ἐν Χριστῷ ἐπὶ τὴν ἐκκλησίαν ἀπὸ μὲν οἴκου τοῦ σαρκικοῦ Ἰούδα καὶ Ἰσραὴλ τὸ βασιλικὸν μετέστη ἀξίωμα, ἵδρυται δὲ ὁ θρόνος ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ εἰς τὸν αἰῶνα, ἐκ δύο προφάσεων ἔχων τὸ ἀξίωμα τό τε βασιλικὸν καὶ τὸ ἀρχιερατικόν-καὶ τὸ μὲν βασιλικὸν ἀπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ δύο τρόπους διά τε τὸ εἶναι αὐτὸν ἐκ σπέρματος ∆αυὶδ τοῦ βασιλέως κατὰ σάρκα καὶ τὸ εἶναι αὐτόν, ὅπερ καὶ ἔστι, βασιλέα μείζονα ἀπ' αἰῶνος κατὰ τὴν θεότητα· τὸ δὲ ἱερατικόν, ὅτι αὐτὸς ἀρχιερεὺς καὶ ἀρχιερέων πρύτανις-, κατασταθέντος εὐθὺς Ἰακώβου, τοῦ ἀδελφοῦ τοῦ κυρίου καλουμένου καὶ ἀποστόλου, ἐπισκόπου πρώτου, υἱοῦ τοῦ Ἰωσὴφ φύσει ὄντος ἐν τάξει δὲ ἀδελφοῦ τοῦ